- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:132.14-133.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《动物之生成》750a20的注解。阐释多产动植物中养料被转用于生殖残留物的经验证据(果树与谷秆的枯萎、多产母鸡因过度排泄而枯竭死亡),并探讨鸟类与鱼类中风卵的生成机理及其与胎生动物的解剖学差异,以及卵的大小与数量的反比关系。
" Ὅτι δὲ τοῖς πολυγόνοις τρέπεται εἰς τὸ σπέρμα ἡ τροφή, φανερὸν ἐκ τῶν συμβαινόντων." Εἰπὼν πολλάκις ὅτι ἐν τοῖς πολυγόνοις τρέπεται ἡ τροφὴ εἰς σπέρματος γένεσιν (λέγων σπέρμα τήν τε γονὴν καὶ τὸ καταμήνιον) πιστοῦται τοῦτο ἐκ τῶν συμβαινόντων αὐτοῖς. τὰ γὰρ δένδρα, φησί, τὰ πολυκαρπήσαντα μετὰ τὴν τῶν καρπῶν φορὰν ξηραίνεται, ὡς τῆς τροφῆς, ὑφ’ ἧς ἔμελλε ζῆν καὶ εἶναι, ἀναλωθείσης1 εἰς τὴν τῶν καρπῶν αὔξησιν. ὁμοίως δὲ καὶ τὰ χέδροπα καὶ ὁ σῖτος ξηραίνεται. ἀσαφῶς δὲ τοῦτο ἐδήλωσε διὰ τὸ εἰπεῖν σῖτον καὶ χέδροπα οὐκ αὐτὸν τὸν σῖτον καὶ τὰ χέδροπα, ἀλλὰ τὴν καλάμην, ἥτις γίνεται ἄχυρον. ξηραίνεται οὖν καὶ αὕτη ἡ καλάμη καὶ σχεδὸν σπιθαμιαία γίνεται, ὅταν οἱ στάχυες μέγιστοι γένωνται καὶ πολλοὺς ἔχοντες πυρούς, διὰ τὸ τὴν τροφήν, ὑφ’ ἧς ἡ καλάμη ηὐξῆσθαι ἔμελλε καὶ εὐμήκης γενέσθαι, τραπῆναι εἰς τροφὴν τῶν πυρῶν καὶ αὔξησιν. ὁμοίως δὲ τούτοις καὶ αἱ ἀλεκτορίδες πολυτοκήσασαι ἀποθνήσκουσιν. ὅταν δὲ τοῦτο συμβῇ αὐτοῖς, τουτέστι τὸ πολυτοκῆσαι καὶ ἀποθανεῖν ἢ ξηρανθῆναι, λέγουσιν αὐτὰ ὑπέρινα γενέσθαι. καὶ τί τὸ ὑπέρινον σαφηνίζων ἐπήγαγε τοῦτο δ’ ἐστὶ τὸ πάθος ὑπερβολὴ περιττώματος ἐκκρίσεως, δυνάμει λέγων ὅτι ἀντὶ τοῦ εἰπεῖν πάθος λέγουσιν ὑπέρινον. ἔστιν οὖν τὸ τοιοῦτον πάθος, ὃ καλοῦσιν ὑπέρινον, ὑπερβολὴ ἐκκρίσεως καὶ γενέσεως περιττώματος. τὰ δ’ ὑπηνέμια γίνεται διὰ τὸ ὑπάρχειν ἐν τῷ θήλει τὴν σπερματικὴν ὕλην, τουτέστι τὸ καταμήνιον καὶ τὴν ἐν αὐτῷ θρεπτικὴν καὶ αὐξητικὴν ψυχήν· διά τε οὖν τοῦτο αὐτοῖς γίνεται τὰ ὑπηνέμια καὶ διὰ τὸ μὴ προΐεσθαι θύραζε τὰ καταμήνια ὥσπερ τοῖς ζῳοτόκοις τῶν ἐναίμων. πᾶσι γὰρ τοῖς ζῳοτόκοις γίνεται θύραζε ἡ τῶν καταμηνίων ἀπόκρισις, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ πάμπαν ὀλίγον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅσον γε ἐπισημαίνειν.2 λέγει δὲ γίνεσθαι ὑπηνέμια καὶ τοῖς ἰχθύσιν. ἡ δὲ γινομένη τοῖς ζῳοτόκοις ἀπόκρισις τῶν καταμηνίων συνίσταται τοῖς ὄρνισι κατὰ τοὺς ἱκνουμένους χρόνους. ἱκνουμένους λέγει τοὺς νενομισμένους καὶ προσήκοντας. τὸ δὲ λεγόμενον ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ τοῖς ζῳοτόκοις οὐκ ἀεὶ καὶ συνεχῶς γίνεται ἡ τῶν καταμηνίων ἀπόκρισις, ἀλλ’ ἐκ διαλείμματος καὶ κατά τινας νενομισμένους καὶ ὡρισμένους χρόνους, οὕτω καὶ ἐν τοῖς ὄρνισι θύραζε μὲν πρόεσις οὐ γίνεται, γίνεται μέντοι καὶ τούτοις ἡ τοῦ καταμηνίου σύστασις ὡρισμένοις χρόνοις. οὐ γίνεται δὲ καὶ τούτοις θύραζε τὰ καταμήνια διὰ τὸ ἄνω πρὸς τὸ ὑπόζωμα ἔχειν τὴν ὑστέραν καὶ μὴ πρὸς τὰ ἄρθρα ὥσπερ τὰ προϊέμενα θύραζε. τελειοῦσθαι δέ φησιν ἐν αὐτοῖς τὰ ᾠὰ τοῖς μεγέθεσιν· ἔσω γὰρ αὔξεται καθ’ ὅσον ἔδει αὐξηθῆναι, εἶθ’ οὕτως ἔξεισιν. ἀλλὰ τῷ μὲν μεγέθει ἐντὸς τελειοῦνται τὰ τῶν ὀρνίθων ᾠὰ καὶ χωρὶς ἄρρενος, γόνιμα δὲ δίχα ἄρρενος οὐ γίνονται. τοῖς δὲ γαμψώνυξιν οὐ γίνεται ὑπηνέμια διά τε τὸ ὀλίγον ἔχειν, ὡς εἴρηται, τὸ περίττωμα καὶ διὰ τὸ δεῖσθαι τοῦ ἄρρενος πρὸς τὴν ὁρμὴν τῆς τοῦ περιττώματος ἐκκρίσεως· τὸ γὰρ τοῦ ἄρρενος εἰσελθὸν ἕλκει καὶ ἐκκαλεῖται καταμήνιον ὑπὸ τῆς ἐν αὐτῷ ψυχικῆς θερμότητος. πλείω δέ, φησί, γίνεται τὰ ὑπηνέμια τῶν γινομένων γονῶν, λέγων γονὰ τὰ ᾠὰ τὰ πρὸς γένεσιν νεοττῶν ἐπιτήδεια· εἰσὶ δὲ ἐλάττω τὰ ὑπηνέμια κατὰ τὸ μέγεθος τῶν γονίμων, διότι πλείω τὸν ἀριθμόν. ἀφελοῦσα γὰρ ἡ φύσις ἀπὸ τοῦ μεγέθους προσέθηκε τῷ ἀριθμῷ καὶ πεποίηκεν αὐτὰ πολλὰ καὶ μικρά, τὰ δὲ γόνιμα ὀλίγα μέν, μεγάλα δέ. καὶ ὅτι μὲν χωρὶς ἄρρενος οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθύων γόνιμα γίνεται, ἱκανῶς ὦπται· εἰ δὲ γίνεται κυήματα ἐν τοῖς ἰχθύσι [γόνιμα] χωρὶς ἄρρενος,3 οὐχ ἱκανῶς τεθεώρηται· δοκεῖ γὰρ τοῦτο συμβαίνειν ἐπὶ τῶν ἐρυθρίνων διὰ τὸ ἅμα τῷ γεννηθῆναι ἔχειν αὐτῶν ἐνίους ᾠά.
“在多产动物中,养料被转用于精料,这从实际发生的情况中显而易见。” 在多次说过在多产动物中养料被转用于精料的生成之后(他用“精料”兼指精液与经血),他从发生在它们身上的实际情况来证实这一点。因为他说,结出丰硕果实的树木在结果之后便枯萎了,因为原本维持其生存和存在的养料,已被消耗在果实的生长中。同样,豆类与谷物也会枯萎。但他通过说“谷物与豆类”而将这一点表达得不够明晰,他指的并非谷物和豆类本身,而是成为谷秆的秆茎。因此,当麦穗变得极为硕大且含有许多麦粒时,这种秆茎也会枯萎且长度几乎只有一拃,这是因为原本应使秆茎生长并长高的养料,被转用于麦粒的滋养和增长。与此相似,母鸡在多产卵后也会死亡。而每当这发生在它们身上时,即多产卵并死亡或枯竭,人们就说它们变得“过度排泄”。为了阐明什么是“过度排泄”,他接着说:“而这种病态乃是排泄残余物的过度”,其实际意思是在说,人们不用“病态”一词,而是用“过度排泄”。因此,他们称为“过度排泄”的这种病态,就是残余物排出和生成的过度。另一方面,风卵的生成是因为雌性体内存在着精质质料,即经血以及存在于其中的滋养与生长灵魂;因此,在它们体内生成风卵,既出于这一原因,也因为经血不像有血的胎生动物那样被排出体外。因为在一切胎生动物中,经血的分泌都是朝向体外的,只是有些较多,有些则极少;因为“仅仅显示出痕迹”这一表述正表明了这一点。他说在鱼类中也会生成风卵。而在胎生动物中发生的经血分泌,在鸟类中则于适当时期凝聚形成。他所说的“适当”,是指合乎惯例且恰当的时期。其所表达的意思等同于:正如在胎生动物中经血的分泌并非始终且连续地发生,而是有间歇地且在某些惯常和确定的时间发生一样,鸟类中虽然不向体外排出,但在确定的时间它们体内经血也会凝聚形成。鸟类的经血不排向体外,是因为它们把子宫朝上置于横隔膜处,而不是像向外排泄的动物那样朝向关节(阴部)。他说在它们体内,卵在其大小方面发育成熟;因为卵在内部生长到应当生长的大小,然后才排出。虽然鸟类的卵在大小方面即使没有雄性也会在体内发育成熟,但若没有雄性,它们就不会成为有受精能力的卵。而在弯爪鸟类中则不产生风卵,这既是因为正如所说的那样,它们残余物极少,也是因为它们需要雄性来激发残余物的排出;因为来自雄性而进入体内的东西,凭借其内在的灵魂热气吸引并唤起经血。他说,生成的风卵多于生成的有生殖力者,他用“有生殖力者”指代适于孵育雏鸟的卵;但风卵在大小上比受精卵小,因为它们在数量上更多。因为自然从大小中削减,补充到了数量中,使得它们数量多而体积小,而使受精卵数量少而体积大。虽然没有雄性,鸟类的卵和鱼类的卵都不能受精,这一点已被充分观察到;但在鱼类中若没有雄性是否会生成[能育的]胚胎,则尚未得到充分考察;因为在红鲷鱼身上似乎会发生这种情况,因为它们当中的某些个体刚一出生就带有卵。
- 3.1ὡς τῆς τροφῆς, ὑφ’ ἧς ἔμελλε ζῆν καὶ εἶναι, ἀναλωθείσης
由 ὡς 引导的属格独立结构,表主观或逻辑上的原因(“因为……”、“由于认为……”)。关系从句 ὑφ’ ἧς ἔμελλε ζῆν καὶ εἶναι 修饰先行词 τῆς τροφῆς,动词 ἔμελλε 接不定式表示过去预定的功能或目的(“原本赖以生存和存在的”)。
- 3.1τὸ ὅσον γε ἐπισημαίνειν
带有不定式的限定性成语表达(“仅足以显露一点痕迹”),用来指称某些胎生动物体内经血排泄量极微、仅见些许征兆的状况。
- 3.1εἰ δὲ γίνεται κυήματα ἐν τοῖς ἰχθύσι [γόνιμα] χωρὶς ἄρρενος
连词 εἰ 引导间接疑问从句,受主句 οὐχ ἱκανῶς τεθεώρηται(“尚未被充分考察”)支配。方括号中的 [γόνιμα] 表示校订本中校订者删去的衍文。
