- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:131.12-132.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯基于身体的干燥与湿润以及残余物的分配,解释了弯爪鸟类、鸽类与笨重鸟类在交配频率和产卵数量上的差异,并提及了红隼与布谷鸟的习性。
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τὰ μὲν γαμψώνυχα οὔτε ὀχευτικά ἐστιν οὔτε πολύγονα. εἰ γὰρ τὰ ὀχευτικὰ ἔχει περίττωμα πολύ, ἀνάγκη τὰ μὴ πολὺ ἔχοντα περίττωμα μὴ εἶναι ὀχευτικά. τοιαῦτα δ’ ὡς εἴρηταί εἰσι τὰ ξηρὰ καὶ θερμά, οἷον τὰ γαμψώνυχα. λέγει δὲ τὰ γαμψώνυχα μὴ ὀχευτικά, οὐχ ὅτι οὐδ’ ὅλως οὐκ ὀχεύουσιν,1 ἀλλ’ ὅτι οὐ πολλάκις καὶ καθ’ ἑκάστην ὥραν τοῦ ἐνιαυτοῦ ὥσπερ αἱ ἀλεκτορίδες καὶ περιστεραί. ὀγκώδη δέ φησιν εἶναι τὰ τῶν περιστερῶν σώματα διὰ τὴν πολυσαρκίαν· οὐκ ἔχουσι γὰρ τὰς σάρκας ἀναλόγως τῷ σφῶν μεγέθει, ἀλλ’ ὑπερβαινούσας αὐτό. τὰ δὲ περιστερώδη μεταξύ εἰσι τῶν γαμψωνύχων καὶ βαρέων. ᾗ μὲν γὰρ ἐοικότα τοῖς γαμψώνυξίν εἰσιν, ὀλιγοτοκοῦσι· πτητικὰ γὰρ καὶ τὰ περιστερώδη, καὶ τρέπεται ἐν τούτοις ὡς ἐν τοῖς γαμψώνυξιν ἡ καταμηνιώδης ὕλη εἰς τὴν τῶν πτερῶν αὔξησιν. ὅτι δὲ ὀλιγοτοκοῦσι, δῆλον· δύο γὰρ ἀεὶ τίκτουσι, σπανίως δὲ τρία. ᾗ μὲν οὖν ἐοίκασι τοῖς γαμψώνυξι, τίκτουσιν ὀλίγα, ᾗ δὲ ἔχει τὸ σῶμα αὐτῶν πλῆθος καὶ ὄγκον καὶ πολυσαρκίαν (καὶ ταύτῃ γε ἐοίκασι τοῖς βαρέσι), τίκτουσι πολλάκις· τὰ πλεῖστα γὰρ καθ’ ἕκαστον μῆνα δὶς τίκτει. διά τε οὖν τοῦτο τίκτουσι πολλάκις καὶ διὰ τὸ ῥᾳδίως τὰ περιστερώδη πορίζεσθαι τὴν τροφήν· ζῶσι γὰρ ἐκ τῶν ἐμποδών. τὰ δὲ γαμψώνυχα χαλεπῶς· πᾶν γὰρ τὸ ἐκ θήρας ζῶν χαλεπῶς πορίζεται τὴν τροφήν. λέγει δὲ καὶ τὰ μικρὰ τῶν ζῴων πολύγονα εἶναι ὡς καὶ τῶν φυτῶν τὰ μικρά· καὶ γὰρ αὐτὰ πολυκαρπότερά εἰσι τῶν μεγάλων. εἰπὼν δὲ ὅτι τὰ γαμψώνυχα ξηρὰ καὶ ἰσχνά, πίστιν τούτου παρέθετο τὸν θυμόν. συλλογιστέον οὖν ὧδε· τὰ γαμψώνυχα θυμώδη, τὰ θυμώδη ἰσχνὰ καὶ ξηρά, τὰ γαμψώνυχα ἄρα ἰσχνὰ καὶ ξηρά. ἔτι δὲ ὀχευτικοί εἰσιν οἱ βαρεῖς τῶν ὀρνίθων καὶ πολύγονοι καὶ διὰ τὸ ἔχειν λεπτὰ σκέλη. οὐ γὰρ τρέπεται τὸ περίττωμα εἰς αὔξησιν τῶν σκελῶν· μὴ οὖσι γὰρ θηρευτικοῖς οὐ χρεία τούτοις πάχους σκελῶν, ἀλλὰ μᾶλλον τοῖς γαμψώνυξι δεῖ τούτου· θηρεύουσι γάρ, τοῖς δὲ θηρεύουσι δεῖ ποδῶν ἰσχυρῶν, ἵνα πλήττωσι γενναίως. ἡ δὲ κεγχρὶς καὶ διὰ τὸ ἔχειν ὑγρὸν σῶμα καὶ διὰ τὸ πίνειν πολυτοκεῖ· τὸ γὰρ ὑγρὸν μετὰ τῆς ὑπαρχούσης θερμότητος σπερματικόν· τὰ δ’ ἄλλα γαμψώνυχα οὐ πίνει, διότι τὸ εἶναι αὐτοῖς ἐν τῷ εἶναι ξηροῖς ἐστιν. ὥστε οὐ δέονται ὅλως ὑγρότητος· φθείροι γὰρ ἂν ἀναμφιβόλως αὐτὰ ἡ ὑγρότης. τίκτει δὲ καὶ ὁ κόκκυξ ἐν ἀλλοτρίαις νεοττιαῖς διὰ τὸ διώκεσθαι ὑπὸ πάντων τῶν μεγάλων (δειλὸς γάρ ἐστι) καὶ μὴ ἐᾶσθαι οἰκείαν κατασκευάσαι νεοττιάν. λέγει δὲ τὸν τρία καὶ δύο ἀριθμὸν μεταξὺ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, εἰπὼν νῦν ἀριθμὸν καὶ τὸν δύο.2
正是出于这一相同的原因,弯爪鸟类既不常于交配,也不多产。因为如果常于交配者具有较多排泄残余物,那么不具有较多残余物者必然不常于交配。正如已说过的,干燥而温热者便是如此,例如弯爪鸟类。他说弯爪鸟类不常于交配,并非因为它们完全不交配,而是因为它们并不像母鸡和鸽子那样频繁地且在一年中的每个季节都交配。他说鸽类的身体因多肉而硕大;因为它们所拥有的肉并不与其体型相称,而是超出了体型。而鸽类介于弯爪鸟类与笨重鸟类之间。因为在它们类似于弯爪鸟类的方面,它们产雏较少;因为鸽类也善于飞翔,并且在它们体内,正如在弯爪鸟类体内一样,经血质料被转用于羽毛的生长。它们产雏较少是显而易见的;因为它们总是产两枚卵,极少产三枚。因此,一方面在它们类似于弯爪鸟类的点上,它们产卵较少;但另一方面在其身体具有数量、硕大与多肉的点上(至少在这一点上它们类似于笨重鸟类),它们产卵频繁;因为大多数每个月产卵两次。因此,既出于这一原因它们产卵频繁,也因为鸽类容易获得食物;因为它们依靠触手可得之物生活。然而弯爪鸟类则获取困难;因为凡以捕猎为生者,获取食物皆属不易。他又说小动物也是多产的,正如小植物一样;因为它们也比大型植物结出更多的果实。在说过弯爪鸟类干燥且瘦削之后,他列举其激昂之气作为此事的证据。因此必须作如下三段论推导:弯爪鸟类充满激昂之气;充满激昂之气者瘦削而干燥;因此弯爪鸟类瘦削而干燥。此外,笨重鸟类常于交配且多产,也是因为它们具有细弱的双腿。因为排泄残余物并未被转用于腿部的生长;因为对于非捕猎性的它们而言,并不需要粗壮的双腿,而毋宁是弯爪鸟类需要这一特征;因为它们捕猎,而捕猎者需要强健的双足,以便能有力地击打。另一方面,红隼既由于具有湿润的身体,又由于饮水,因而是多产的;因为湿润与内具之热气结合便具有生殖力;而其他弯爪鸟类不饮水,是因为它们的本质就在于干燥。因此它们完全不需要湿气;因为湿气无疑会毁坏它们。布谷鸟在别人的巢中产卵,是因为它被所有大型鸟类追逐(因为它是怯懦的),并且不被允许筑造自己的巢穴。他说三和二这个数目介于一与多数之间,在此他甚至将二也称为“数”。
- 3.0οὐχ ὅτι οὐδ’ ὅλως οὐκ ὀχεύουσιν
在由 οὐχ ὅτι(并非因为……)引导的从句内部,出现了起强调作用的重复否定 οὐδ’ ὅλως οὐκ(完全不……),整体构成了“并非它们完全不交配”这一委婉否定的表述。
- 3.0εἰπὼν νῦν ἀριθμὸν καὶ τὸν δύο
ἀριθμόν 作直接宾语 καὶ τὸν δύο(连同二在内)的补足语(宾语补足语)。在古希腊哲学与数学传统中,“二”有时被视为本原而非严格意义上的“数”(单位的多数),因此斐洛波诺斯特别指出亚里士多德在此把二也称为数。
