← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§130.3-131.12

卵生动物的生成方式与卵的生长及风卵成因

约翰·斐洛庞劳注疏了《动物生成论》第三卷的开端,讨论了源自卵的动物的分类及其生成方式与胎生动物的异同。他还阐明了卵必须生长的原因,以及风卵的产生何以取决于动物体内的残余物和生活习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#1

Ἐν τῷ παρόντι βιβλίῳ, τρίτῳ ὄντι τῆς Περὶ ζῴων γενέσεως πραγματείας τὴν τῶν γινομένων ἐξ ᾠῶν παραδίδωσι γένεσιν, καὶ πρῶτον τὴν τῶν ἐκ τελείων ᾠῶν γινομένων. τῶν γὰρ ᾠῶν τὰ μὲν τέλεια προΐεται, ὡς τὰ τῶν ἀλεκτορίδων καὶ πάντων τῶν πτηνῶν, τὰ δ’ ἀτελῆ, ὥσπερ σχεδὸν τὰ τῶν ἰχθύων πάντων. καὶ φησὶ κατὰ μέν τι παραπλήσιον εἶναι τὴν τῶν ᾠοτοκουμένων πάντων γένεσιν ἑαυτοῖς τε καὶ τοῖς πεζοῖς, λέγων πεζὰ τὰ ζῳοτόκα. καίτοι εἰσὶ καὶ ᾠοτόκα πεζά, οἷον σαύρα καὶ ὄφις καὶ ἄλλα πλείω, ὅμως νῦν αὐτὸς πεζὰ εἶπε τὰ ζῳοτόκα ἀντιδιαστέλλων αὐτὰ πρὸς ἅπαντα τὰ ᾠοτόκα διὰ τοῦ πεζοῦ. κατά τι μὲν οὖν κοινωνοῦσιν ἀλλήλοις, κατά τι δὲ διαφέρουσι. κοινωνοῦσι μὲν κατὰ τὸν τρόπον τῆς γενέσεως τὰ ᾠοτόκα πάντα καὶ ἑαυτοῖς καὶ τοῖς ζῳοτόκοις, τοῖς μὲν ζῳοτόκοις, ὅτι καὶ αὐτὰ τὰ ζῳοτόκα ἀπὸ συνδυασμοῦ γίνεται προϊεμένου τοῦ ἄρρενος εἰς τὸ θῆλυ γονήν. κορώνη δὲ καὶ περιστερὰ κοινωνοῦσιν ἀλλήλαις καὶ ἀετῷ καὶ κύκνῳ καὶ ὅλως πάντα τὰ ᾠοτόκα ἀλλήλοις κατὰ τὸ ἐκ συνδυασμοῦ γεννᾶν· διαφέρουσι δὲ καὶ πρὸς τὰ πεζὰ καὶ πρὸς ἑαυτὰ τῷ μὲν γεννᾶν τέλειον, τὰ δ’ ἀτελές.1 μονόχρωμον δέ φησιν ᾠὸν τὸ ἔχον ἓν χρῶμα· γράφεται δὲ καὶ μονόχρων καὶ μονόχρωμον καὶ μονόχροον. λέγει δὲ καὶ ἔξωθεν λαμβάνειν τὰ ᾠὰ τὴν αὔξησιν διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καὶ τὰ τελειούμενα ἔσω. καὶ ἡ αἰτία ἀμφοῖν πρόδηλος· ὡς γὰρ τῶν ζῳοτοκουμένων οὐδὲν οἷόν τε γεννῆσαι οἷον αὐτὸ πρὶν ἢ αὐξηθῇ καὶ εἰς τὴν ἐπιβάλλουσαν φυσικῶς ἔλθῃ ἡλικίαν, οὕτως οὐδὲ τῶν ᾠῶν οὐδὲν δύναται ζῷον γενέσθαι μὴ αὐξηθέν. ἀνάγκη δὲ ζῷον γίνεσθαι, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου ἕκαστον τῶν εἰδῶν, ὡς ἐνδέχεται, ἐπαπολαύῃ· ὥστε ἀνάγκη καὶ αὔξεσθαι. διὰ ταύτην τοίνυν τὴν αἰτίαν καὶ τὰ ἐντὸς καὶ τὰ ἐκτὸς τῶν ᾠῶν αὔξεται καὶ τελειοῦται. ἐφιστάνειν δὲ ἀξιῶ ὅτι οὐ μόνον τὰ γόνιμα ᾠὰ καλεῖ κυήματα, ἀλλὰ καὶ τὰ ὑπηνέμια. λέγει δὲ καὶ τὰ ὑπηνέμια γίνεσθαι τοῖς πολυγόνοις διὰ τὸ ἔχειν πολὺ περίττωμα, τοῖς δὲ γαμψώνυξι μὴ γίνεσθαι διὰ τὸ ἔχειν τὸ ζῆν ἐκ τοῦ θηρεύειν· ἐκ θήρας γὰρ ἔχοντες οἱ γαμψώνυχες τὸ ζῆν ἀναλίσκει τὴν τοῦ περιττώματος φύσιν ἡ φύσις2 εἰς τὴν τῶν πτερῶν αὔξησιν, ἵνα δύνωνται ταχέως πέτεσθαι. ἄλλως τε ἐπεὶ καὶ τὰ περιττώματα καὶ τὰ ἐξ αὐτῶν ᾠά τε καὶ ζῷα ἐξ ὑγροῦ καὶ θερμοῦ γίνονται, τὸ δὲ τῶν γαμψωνύχων σῶμα ξηρὸν καὶ θερμόν, καὶ διὰ τοῦτο ἂν ἐλλείποι αὐτοῖς τὸ τοιοῦτον περίττωμα· πάντα γὰρ ὅσα ἔχει πλέον περίττωμα, ὑγρότερά ἐστι τῶν ὀλίγον τοῦτ’ ἐχόντων.

在当前的这一卷,亦即《动物生成论》专论的第三卷中,他传授了源自卵之物类的生成,首先是源自完全之卵者之生成。因为在卵之中,有的被排放为完全的,如母鸡及一切鸟类的卵;有的则被排放为不完全的,如同几乎所有鱼类的卵。并且他说,在某种程度上,一切卵生动物的生成彼此之间以及相对于步行动物而言都是相似的,他把胎生动物称为“步行动物”。尽管也有卵生的步行动物,例如蜥蜴、蛇以及许多其他动物,但他如今亲自把胎生动物称为步行动物,乃是以“步行动物”这一称谓将它们与一切卵生动物区分开来。因此,它们在某一方面彼此共通,而在另一方面则互有差异。一切卵生动物不仅彼此之间,而且与胎生动物之间,在生成的样式上都是共通的:与胎生动物共通,是因为胎生动物自身也是由交配产生的,雄性将精液射入雌性体内;而乌鸦与鸽子彼此共通,并且与鹰和天鹅共通,总之所有卵生动物在由交配而生育这一点上都彼此共通。然而,它们相对于步行动物以及它们相互之间,在这一组生育完全之物而那一组生育不完全之物这一点上存在差异。他所说的“单色卵”,是指具有单一颜色的卵;在抄本中亦写作 monochrōn、monochrōmon 以及 monochroon。他又说,卵从外部获得生长,是出于与在母体内发育完全者相同的缘故。两者的原因都是显而易见的:因为正如胎生动物在长大并达到自然所应达到的年龄之前,无法生育与其自身相似之物一样,卵若未曾生长,也绝不能成为动物。而动物之生成乃是必然的,以便各个物种能够尽可能地分享永恒与神圣;是以生长也是必然的。因此正是由于这一缘故,卵之中处于内部者与处于外部者都得以生长并发育完全。我认为应当指出的是,他不仅将受精卵称为受胎物,而且还将无精卵(风卵)也称为受胎物。他说,风卵由于具有大量排泄残余物而出现在多产动物中,但并不出现在弯爪鸟类中,因为它们依靠捕食为生;由于弯爪鸟类依靠狩猎为生,自然便将残余物的实质消耗在羽毛的生长上,以便它们能迅速飞翔。此外,既然残余物以及由其产生的卵和动物均由湿与热生成,而弯爪鸟类的身体是干燥而温热的,由于这一缘故,此类残余物也会在它们身上匮乏;因为凡是具有较多残余物者,都比残余物较少者更为湿润。

语法注2 条
  1. 3.0τῷ μὲν γεννᾶν τέλειον, τὰ δ’ ἀτελές

    与格冠词 τῷ 使不定式 γεννᾶν 名词化,表示差异的方面(关系/限制与格),但在 μὲν ... δέ 的对照结构中出现了不对称:前半句省略了不定式的逻辑主语 τὰ μὲν(意为“某些生育完全之物”),后半句则直接由 τὰ δέ 充当主语,并在 ἀτελές 前省略了不定式 γεννᾶν,属于省略对照结构。

  2. 3.0ἐκ θήρας γὰρ ἔχοντες οἱ γαμψώνυχες τὸ ζῆν ἀναλίσκει τὴν τοῦ περιττώματος φύσιν ἡ φύσις

    此处出现破格句(anacoluthon 或悬空主格 nominativus pendens):分词主格短语 ἐκ θήρας γὰρ ἔχοντες οἱ γαμψώνυχες τὸ ζῆν 起初似乎预示着 οἱ γαμψώνυχες 将作主语,但随后的主句动词 ἀναλίσκει 却另以新引入的 ἡ φύσις 为语法主语。在语义上,该分词短语相当于原因从句:“因为弯爪鸟类依靠狩猎为生,自然便消耗……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:130.3-131.12