← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§128.11-129.26

驴精液的性质与骡的不育及矮骡

基于亚里士多德《动物之生成》748a32,注解者阐明了驴精液的寒冷性质、初次换齿后的生育极限、骡子因缺乏经血滋养胚胎而必然不育的原因,以及由公骡所生的被称为矮骡的发育不全后代。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.51

" Σημεῖον δὲ τούτου." Σημεῖον δέ, φησί, τοῦ ψυχρὰν εἶναι τὴν τοῦ ὄνου γονὴν ὅτι ἂν μὲν ἵππος ἀναβῇ ἐπὶ τὴν προοχευθεῖσαν ὑπὸ ὄνου, οὐ φθείρει τὴν τοῦ προοχεύσαντος γονὴν διὰ τὸ θερμὸν εἶναι τὸ τοῦ ἵππου σπέρμα, ὁ δ’ ὄνος φθείρει τὴν τοῦ προοχεύσαντος ἵππου διὰ ψυχρότητα. τάχα δὲ εἰ καὶ ψυχρά εἰσι τὰ περιττώματα ἑκατέρων τῶν ὄνων, τό τε τοῦ ἄρρενος καὶ τὸ τοῦ θήλεος, ὅμως ὅταν ἀλλήλοις μιχθῶσιν ὅ τε ἵππος καὶ ἡ ὄνος ἢ ὁ ὄνος καὶ ἡ ἵππος, σώζεται τὸ κύημα διὰ τὴν τοῦ ἵππου ἢ τῆς ἵππου θερμότητα, καὶ τούτου ἕνεκα τελειοῦνται τὰ ἐκ τούτων. τῷ δὲ ἄγονον δὲ προσέθηκε τὸ εἰς τελειογονίαν, διότι, ὡς εἴρηται, συλλαμβάνονταί τινες ἡμίονοι, οὐ τελειοῦσι δέ, ἀλλὰ προΐενται ἀτελῆ καὶ νεκρά. βόλον δὲ πρῶτον λέγει τὴν λεγομένην ὑπὸ τῶν πολλῶν πρωτοβολίαν, ἐξ οὗ καὶ πρωτοβόλον ἵππον ἢ ὄνον ἢ ἡμίονον ὀνομάζουσιν. ἂν οὖν εὐθύς, φησί, μετὰ τὸν πρῶτον βόλον μὴ ἄρξηται γεννᾶν ἢ ἡ ὄνος ἢ ὁ ὄνος, οὐκέτι γεννᾷ τὸ παράπαν· οὕτως ἐπὶ μικροῦ ἔχεται τοῦ ἄγονον εἶναι1 τὸ σῶμα τῶν ὄνων, τουτέστιν οὕτως εἰσὶ λίαν ἔγγιστα οἱ ὄνοι τοῦ ἄγονοι εἶναι. τὸ δὲ καὶ τοσοῦτον λείπει τοῦ ἄγονος εἶναι, ὅσον τὸ γενέσθαι τὸ ἐκ τούτου ψυχρότερον ἴσον ἐστὶ τῷ τοσοῦτόν ἐστι τοῦ ἄγονος εἶναι σύνεγγυς, ὥστε ἂν μικρόν τι ψυγῇ τὸ σπέρμα ἢ τὸ καταμήνιον, οὐδαμῶς κύει. ἀλλὰ καὶ τὸ ἐξ ἀμφοῖν, φησί, τῶν ὄνων γεγονὸς μικροῦ δεῖν ἄγονόν ἐστιν. ὥστ’ ἐπεὶ μόλις ἓν δύναται γεννᾶν ὁ ἵππος μετὰ τῆς ἵππου καὶ ὁ ὄνος μετὰ τῆς ὄνου, εἰ προσγένηται αὐτοῖς τὸ παρὰ φύσιν, ἤτοι τὸ μιγῆναι ἵππον ὄνῳ (παρὰ φύσιν γὰρ τοῦτο) ἀνάγκη τὸ ἐκ τούτων ἄγονον εἶναι. ἄλλως τε ἐπεὶ ἐνιαύσιος ἡ κύησις τῶν τοιούτων, ἀνάγκη, εἰ συλλήψεται ἡμίονος, ἐνιαύσιον εἶναι καὶ αὐτῆς τὴν κύησιν. τί οὖν ἂν ἐτρέφετο τὸ ἔμβρυον τὸν ὅλον ἐνιαυτὸν μὴ ὄντος καταμηνίου;2 ὥστε καὶ διὰ τοῦτο ἀναγκαῖον αὐτὰς ἀγόνους εἶναι. ταῖς οὖν ἡμιόνοις καταμήνιον οὐ γίνεται· ἂν δέ τι συμβῇ γενέσθαι, ἄχρηστον ὂν συνεκκρίνεται μετὰ τοῦ περιττώματος τῆς ὑγρᾶς τροφῆς. καὶ διὰ τοῦτο οὐ τῶν ἄρθρων οἱ ἡμίονοι ἄρρενες ὀσφραίνονται τῶν θηλειῶν, ἀλλ’ αὐτοῦ τοῦ περιττώματος τῆς ὑγρᾶς τροφῆς. ἐπεὶ γὰρ αἱ θήλειαι ἵπποι καὶ ὄνοι τότε ὀργῶσι καὶ πρὸς τὴν τῶν ἀρρένων μῖξιν οἰστρῶσιν, ὅτε τὰ καταμήνια ἐκ τῆς ὑστέρας, ἐν ᾗ εἰσι, πρὸς τὰ ἄρθρα κατέλθωσιν φυσικῶς κινούμενα, ὀσφραίνονται οἱ ἄρρενες τῶν ἄρθρων τῶν θηλειῶν· καὶ εἰ μὲν αἴσθονται ὀσμῆς, οἵα ἐστὶν ἡ τῶν καταμηνίων, γινώσκουσι φυσικῶς ὅτι ὀρέγονται ὀχευθῆναι καὶ ὀχεύουσιν αὐτάς, εἰ δὲ μὴ αἴσθονται, ὑποχωροῦσιν, ἅτε τῶν θηλειῶν μὴ οἰστρωσῶν. ἐπεὶ οὖν οὕτως ἔχει, τὸ δὲ τῶν ἡμιόνων περίττωμα οὐ κάτεισι πρὸς τὰ σφῶν ἄρθρα, ἀλλὰ συνεκκρίνεται τοῖς οὔροις, ὀσφραίνονται τῶν οὔρων, καὶ εἰ μὲν αἴσθονται ὀσμῆς καταμηνίου, ὀχεύουσιν αὐτάς, εἰ δὲ μή, ἀφίστανται. ἀλλὰ τὴν μὲν θήλειαν, φησίν, ἡμίονον συλλαβεῖν ποτε ἐνδέχεται, ἐκθρέψαι δέ ποτε οὐκ ἐνδέχεται· ὁ δ’ ἄρρην ἡμίονος μετὰ τῆς θηλείας ἵππου γεννήσειεν ἄν, βραχύτατον δὲ καὶ τὸν αὐτὸν ἔχον λόγον ἐν τοῖς ἵπποις καὶ ἡμίονοις ὃν τὰ ἀνθρωπάρια, ἃ καλοῦσι πυγμαίους, πρὸς ἡμᾶς. καλεῖται δὲ τὸ ἐξ ἄρρενος ἡμιόνου γεννηθὲν γίννος, καὶ γίνονται ἀεὶ ἐξ ἄρρενος ἡμιόνου γίννοι· ἐξ ἵππου δὲ καὶ ὄνου σπανίως καὶ τότε, ὅτε συμβῇ τὸ κύημα νοσῆσαι ἐν τῇ ὑστέρᾳ, ὥσπερ καὶ τὰ μετάχοιρα ἐν τοῖς χοίροις· ὃ γὰρ γίννος ἐν ἵπποις, τοῦτο μετάχοιρον ἐν τοῖς χοίροις. γίνεται δὲ τὸ μετάχοιρον ἐν ᾧ ἂν τύχῃ χοίρῳ· οὐ γὰρ ἐν τῷδε ἢ ἐν τῷδε, ἀλλ’ ἐν ᾧ ἂν τύχῃ.

“而此事的证据是。” 他说,驴的精液是冷的证据在于:如果公马骑乘曾被公驴交配过的母畜,由于公马的精子是热的,并不会破坏先前交配者的精液;而公驴则因寒冷而破坏先前交配的公马的精液。或许,即便两头驴的排泄残余物,无论是雄性的还是雌性的,都是冷的,然而当公马与母驴,或者公驴与母马彼此交配时,胚胎由于公马或母马的温热而得以保全,正是由于这一缘故,源自它们者才得以发育完成。而在“不育”之上他加上了“就生育成熟后代而言”,是因为如前所述,某些骡子确实受孕,但并不能使之发育完成,而是排出不完全且死去的胎儿。而他所谓的“第一次脱落”,是指被大众称为“初次换齿”的现象,人们也由此称马、驴或骡子为“初次换齿者”。因此他说,如果在初次换齿之后母驴或公驴未能立即开始生育,便完全不再生育了;驴的身体就是如此濒临于不育,换言之,驴如此极其接近于不育。至于“并且距离不育所差的,仅有由它产生者变得更冷这一程度”这一句,等同于“它如此接近于不育,以至于只要精子或经血受到轻微冷却,便绝不受孕”。而且他说,由双亲皆为驴所产生者,也差一点就是不育的。因此,既然公马与母马、公驴与母驴勉强才能产生一只,如果向它们附加了反乎自然之事,即马与驴交配(因为这是反乎自然的),那么源自它们者必然是不育的。此外,既然此类动物的妊娠期长达一年,若母骡受孕,其妊娠期也必然长达一年。那么在没有经血的情况下,胚胎整整一年能靠什么获得滋养呢?因此也正是由于这一缘故,它们必然是不育的。因此母骡并不产生经血;而即便偶然产生某种东西,由于毫无用处,也会与液体食物的排泄残余物一同排出。正因如此,公骡并不嗅闻雌性的外阴部,而是嗅闻那液体食物的排泄残余物本身。因为既然母马和母驴在经血从其所在的子宫自然移动并下降至外阴部时才发情并渴望与雄性交配,雄性便嗅闻雌性的外阴部;如果它们觉察到类似于经血的气味,便依天性知晓它们渴望交配并骑乘它们,但若未能觉察,便退避开来,因为雌性并未发情。既然如此,而母骡的排泄残余物并不下降至它们的外阴部,而是与尿液一同排出,〔公骡〕便嗅闻尿液,如果觉察到经血的气味便与它们交配,若未觉察便离开。他说,母骡有时虽可能受孕,但绝不可能抚育完成;而公骡与母马或许能生育,但产下的后代极其微小,在马与骡子中所具有的比例,正如同被称为俾格米人的侏儒相对于我们一样。而由公骡所生者被称为矮骡,且由公骡所生者始终是矮骡;但由马与驴所生者则极为罕见,且仅在胚胎偶然于子宫内患病时发生,正如猪群中的发育不全仔猪一样;因为在马类中为矮骡者,在猪类中即为发育不全仔猪。而发育不全仔猪会偶然出现在任何一头猪身上;因为这并非发生在这一头或那一头身上,而是出现在碰巧的任何一头身上。

语法注2 条
  1. 2.51ἐπὶ μικροῦ ἔχεται τοῦ ἄγονον εἶναι

    中动动词 ἔχομαι 搭配属格(τοῦ ἄγονον εἶναι)以及副词短语 ἐπὶ μικροῦ,构成一种习惯用法,表示“濒临于……”或“几乎就要……”。注解者在紧接着的 τουτέστιν 之后亲自将其释义为 λίαν ἔγγιστα ... τοῦ ἄγονοι εἶναι。

  2. 2.51τί οὖν ἂν ἐτρέφετο τὸ ἔμβρυον τὸν ὅλον ἐνιαυτὸν μὴ ὄντος καταμηνίου;

    该句为一个由疑问代词 τί 与小词 ἄν 及未完成过去直说式 ἐτρέφετο 相结合的修辞性疑问句,表达与事实相反或非现实的假想。独立属格短语 μὴ ὄντος καταμηνίου(“既然没有经血/若没有经血”)充当了条件从句的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:128.11-129.26