← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§127.5-128.10

马与驴的生殖特征与骡子不育的原因

阐释了亚里士多德提出的马与驴的四种生殖特征(单胎性、受孕季节受限、经血与精液难以留存、极度寒冷),指出既然亲代在自然状态下已极其接近不育,由反自然杂交所产生的骡子便必然不育。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.50

" Πρῶτον μὲν ἑκάτερον αὐτῶν ἐστι μονοτόκον ἐκ τῶν συγγενῶν ζῴων." Συγγενῆ νῦν λέγει τὰ τετράποδα καὶ ζῳοτόκα. μέλλων δὲ τὴν οἰκείαν καὶ ἀληθῆ λέγειν δόξαν τῆς τῶν ἡμιόνων ἀτεκνίας πρῶτον ἐκτίθεται τὰ ὑπάρχοντα τοῖς ἵπποις καὶ ὄνοις, ἐξ ὧν εἰσιν ἡμίονοι, καὶ οὕτως ἐκ τούτων συνάγει πάνυ ἐντρεχῶς τὸ αἴτιον τῆς τῶν ἡμιόνων ἀτεκνίας. φησὶν οὖν ὅτι πρῶτον μὲν ἐκ τῶν τετραπόδων καὶ ζῳοτόκων μόνοι οἱ ἵπποι καὶ ὄνοι εἰσὶ μονοτόκοι· οὐδεὶς γὰρ ὄνος ἢ ἵππος ὦπται δύο τετοκυῖα· δεύτερον δὲ ὅτι οὐκ ἀεὶ οὐδὲ κατὰ πάντα καιρὸν ὑπὸ τῶν ἀρρένων συλλαμβάνονται τὰ θήλεα, διὰ τὸ μὴ ἀεὶ φέρειν τὰ ἄρρενα γονήν, ἀλλ’ αἱ μὲν ἵπποι ἐν ταῖς ἰσημερίαις, αἱ δὲ ὄνοι περὶ τροπὰς θερινὰς ἡλίου ὄντος ἐν καρκίνῳ καὶ λέοντι. τρίτον ὅτι αἱ μὲν ἵπποι οὐ καταμηνιώδεις εἰσίν, ἀλλὰ πάμπαν ὀλίγον φέρουσι τὸ καταμήνιον, αἱ δὲ ὄνοι ἀπουροῦσι τὸν ἀπὸ τοῦ ἄρρενος γόνον, διὸ μετὰ τὴν ὀχείαν ἀκολουθοῦντες μαστιγοῦσιν αὐτὰς καὶ τρέχειν ἀναγκάζουσιν, ὅπως μὴ σταθῶσι καὶ ἀπουρήσωσι τὸν γόνον· οὐδὲν γὰρ θῆλυ τρέχον οὐρεῖν δύναται. τέταρτον δὲ ὅτι ψυχρότατος ὁ ὄνος, οὗ σημεῖα παρατίθησι λίαν σαφῆ. πωλία δὲ λέγει τὰ τῶν ὄνων τέκνα. τὸ δὲ ἐν τῇ αὐτῇ γὰρ γίνεται ἐν ᾗ ἂν ὀχευθῇ1 ἴσον ἐστὶ τῷ ἐν τῇ αὐτῇ γὰρ ὥρᾳ γεννᾶται, ἐν ᾗ ἂν ὀχευθῇ. ἐπεὶ γὰρ ἐνιαυτὸν ὁλόκληρον (δώδεκα γὰρ μῆνας) φέρει κατὰ γαστρὸς τὸ ἔμβρυον καὶ ἡ ἵππος καὶ ἡ ὄνος, ἀνάγκη τὴν ἵππον ἐν τῇ ἰσημερίᾳ ὀχευθεῖσαν πάλιν ἐν τῇ ἰσημερίᾳ γεννῆσαι, τὴν δὲ ὄνον ἐν τῷ θέρει· ἐν ταύτῃ γὰρ ὠχεύθη τῇ ὥρᾳ. τούτων οὕτω προειλημμένων σκεπτέον τίνος ἕνεκα εἴληπται ταῦτα, καὶ οὕτω τὴν λέξιν σαφηνιστέον. τὸ μὲν οὖν μονοτοκεῖν, μηδέποτε δὲ δίδυμα γεννᾶν πρὸς δεῖξιν εἴληπται καὶ εὐφυΐας καὶ ἐπιτηδειότητος, ἣν ἔχουσι πρὸς τὸ εἶναι ἄγονα. τὸ γὰρ μονοτοκεῖν πάνυ λαμπρὸν δεῖγμα τοῦ εὐφυΐαν καὶ ἐπιτηδειότητα ἔχειν πρὸς τὸ εἶναι ἄγονα· τὸ γὰρ ἐπιτηδείως ἔχον πρὸς τὸ γεννᾶν γεννᾷ ποτε καὶ δύο. ἀλλὰ καὶ τὸ ἐν μόναις ταῖς εἰρημέναις ὥραις, τῇ τε ἰσημερίᾳ καὶ τῷ θέρει, γεννᾶν καὶ ὀχεύεσθαι, καὶ τοῦτο διὰ τὸ ἐπιτήδειον εἶναι πρὸς τὸ μὴ γεννᾶν εἴληπται· τὰ γὰρ ἐπιτήδεια πρὸς τὸ γεννᾶν κατὰ πᾶσαν ὥραν συλλαμβάνουσι τοῦ ἐνιαυτοῦ. ἀλλὰ καὶ τὸ πάνυ φέρειν ὀλίγον καταμήνιον τούτου δεικτικόν· αἰτία γὰρ ἀτεκνίας ἡ τῶν καταμηνίων σπάνις. ἀλλὰ καὶ ἡ ψυχρότης τούτου ἂν εἴη αἰτία. εἰ γὰρ καὶ θερμότερα καὶ τὸ καταμήνιον καὶ ἡ γονὴ τῶν ἵππων τῆς γονῆς καὶ τοῦ καταμηνίου τῶν ὄνων, ὅμως καὶ αὐτὰ τῇ ἑαυτῶν φύσει ψυχρά ἐστιν· οὐ γὰρ τὸ τινὸς θερμότερον ἤδη καὶ θερμόν ἐστιν. εἰ οὖν ταῦτα, οἵ τε ὄνοι φημὶ καὶ οἱ ἵπποι, τὰ κατὰ φύσιν γεγονότα (ἐξ ὁμοειδῶν γὰρ γεγόνασιν) οὕτω πάμπαν σύνεγγύς εἰσι τοῦ ἄγονα εἶναι (μόλις γὰρ καὶ ἓν δύνανται γεννᾶν), οἱ ἡμίονοι, οἷς πρὸς τοῖς εἰρημένοις ὑπάρχει καὶ τὸ παρὰ φύσιν, πῶς οὐκ ἂν εἶεν ἐξ ἀνάγκης ἄγονοι;2

“首先,在近亲动物中,它们各自都仅产一仔。” 他在此处称四足且胎生的动物为“近亲”。当他打算陈述关于骡子不育的固有且真实的主张时,首先列举出属于马和驴的属性,而骡子正是源自它们;并由此极其熟练地推导出了骡子不育的原因。因此他说,首先,在四足且胎生的动物中,唯有马和驴仅产一仔;因为未曾见过有任何驴或马产下两仔。其次,雌性并非在任何时候、任何季节都被雄性受孕,因为雄性并非始终携带精液,而是母马在分点时受孕,母驴则在太阳位于巨蟹座与狮子座的夏至前后受孕。第三,母马并非经血丰富,而是产生极少的经血,而母驴则会将来自雄性的精液随尿排出,因此交配之后,人们跟随在它们后面鞭打它们并强迫它们奔跑,以使它们不至停下站立并将精液随尿排出;因为奔跑中的任何雌性动物都无法排尿。第四,驴极其冷,对此他提供了极为清晰的证据。而他将驴的幼崽称为“驹”。至于“因为它是在交配的同一之中产生”这一句,等同于“因为它是在交配的同一季节中出生”。因为既然母马和母驴都将胚胎在腹中怀胎整整一年(即十二个月),那么在分点交配的母马必然再次在分点生产,而母驴则在夏季生产;因为她正是在这个季节交配的。既然这些已被如此预先掌握,就必须考察究竟是为了什么而提出这些,并以此方式阐明文句。那么,仅产一仔且绝不产下双胞胎,是为了证明它们对于不育所具有的天性倾向和适宜性而提出的。因为仅产一仔是具有趋于不育的天性倾向和适宜性的极其鲜明的表征;因为适于生育者有时也会产下两个。但是,仅在所陈述的季节,即分点和夏季生产及交配,这也是由于适于不生育而提出的;因为适于生育者在一年的所有季节都能受孕。而且产生极少经血也是这一点的表征;因为经血的匮乏是不育的原因。但是寒冷也会是其原因。因为即便马的经血与精液比起驴的精液与经血更为温暖,然而按照它们自身的本性,它们也仍然是冷的;因为比某种东西更温暖者,并不因此就已经是温暖的。因此,如果这些动物,我指的是驴和马,作为依循自然而产生者(因为它们是由同种者产生的),都如此完全接近于不育(因为它们勉强才能产生一只),那么,在已述属性之外还具有反乎自然属性的骡子,怎能不必然是不育的呢?

语法注2 条
  1. 2.50τὸ δὲ ἐν τῇ αὐτῇ γὰρ γίνεται ἐν ᾗ ἂν ὀχευθῇ ἴσον ἐστὶ τῷ ἐν τῇ αὐτῇ γὰρ ὥρᾳ γεννᾶται, ἐν ᾗ ἂν ὀχευθῇ

    名词化从句 τὸ ... γίνεται 与 τῷ ... γεννᾶται 的对比。菲洛波诺斯通过补出原文中省略的阴性名词 ὥρᾳ(“季节”),解释了亚里士多德该简略句式的确切含义。

  2. 2.50εἰ οὖν ταῦτα, οἵ τε ὄνοι φημὶ καὶ οἱ ἵπποι, τὰ κατὰ φύσιν γεγονότα ... πῶς οὐκ ἂν εἶεν ἐξ ἀνάγκης ἄγονοι;

    长条件句的句法骨架。条件从句 εἰ οὖν ταῦτα ... σύνεγγύς εἰσι τοῦ ἄγονα εἶναι(“因此如果这些……接近于不育”)对应修辞疑问句构成的归结分句 πῶς οὐκ ἂν εἶεν ἐξ ἀνάγκης ἄγονοι(“怎能不必然是不育的呢”),主语 οἱ ἡμίονοι 由关系从句 οἷς ... ὑπάρχει 所修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:127.5-128.10