← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§125.23-127.4

关于骡子不育的逻辑论证及其批判

斐洛波诺斯讨论了恩培多克勒将解释同等地应用于马与驴两种交配的做法,随后阐释了用以说明骡子不育的、涉及同种与异种交配的普遍逻辑(辩证)证明,并解释了亚里士多德对脱离固有本原而诉诸共通论证的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.48

" Ἔτι ἡ μὲν ἀπόδειξις ἐπ’ ἀμφοτέρων εἴρηται ὁμοίως." Τὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστιν· εἰ τάχα καὶ οὐκ ἀποδείκνυσιν ὁ Ἐμπεδοκλῆς, ὅμως διὰ τὸ ἐπάγειν τὴν δοκοῦσαν αὐτῷ εἶναι ἀπόδειξιν κατὰ ἀμφοτέρων τῶν γινομένων ἔκ τε τοῦ ἵππου καὶ τῆς ὄνου, καὶ τοῦ ὄνου καὶ τῆς ἵππου, κατά γε δὴ τοῦτο καλῶς πεποίηκε.1 τὴν γὰρ τοιαύτην ἀπόδειξιν ἔφασκεν ὁ Ἐμπεδοκλῆς κατὰ τῆς ἀμφοτέρων ἀτεκνίας ἁρμόττειν, τοῦ τε ἐξ ἵππου καὶ τῆς ὄνου γεγονότος καὶ τοῦ ἐκ τοῦ ὄνου καὶ τῆς ἵππου. ἀλλ’ εἴπερ ἐν τῷ ἑβδόμῳ ἔτει τῆς ἡλικίας αὐτοῦ ὁ ἄρρην ἡμίονος ὀχεύσας ἵππον θήλειαν ἢ ὄνον γεννᾷ, ὥς φασιν, εἴπερ οὖν διὰ τοῦτο δώσομεν ἀληθῆ εἶναι τὴν Ἐμπεδοκλέους ἀπόδειξιν, ἐπὶ μόνης ἂν ἀληθεύοι τῆς θηλείας ὄνου.

“此外,这一证明对于二者是同样表述的。” 所说之言的潜含之意如下:即便恩培多克勒或许并没有做出证明,然而,由于他将自以为是证明的论述应用于由公马与母驴所生者以及由公驴与母马所生者这二者之上,至少在这一点上他做得很好。因为恩培多克勒主张,这样的证明适用于两者的不育,即适用于由公马与母驴所生者和由公驴与母马所生者两者的不育。但是,如果正如人们所说,公骡在其七岁之时与母马或母驴交配并能生育,如果因此我们承认恩培多克勒的证明是真实的,那么它也应当仅对母驴而言是真实的。

§2.49

"Ἴσως δ’ ἂν ἀπόδειξις εἶναι δόξειε πιθανὴ τῶν εἰρημένων2 λογική." Τίς ἐστιν ἡ λογικὴ ἀπόδειξις, αὐτὸς σαφηνίζει λέγων λέγω δὲ λογικὴν τὴν καθόλου καὶ πλείοσιν ἐφαρμόζουσαν, τοιαύτη δ’ ἐστὶν ἡ μὴ ἐκ τῶν οἰκείων ἀρχῶν οὖσα τοῦ πράγματος, ἀλλ’ ἐκ κοινοτέρων, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς δέδεικται. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· τῆς Δημοκρίτου καὶ Ἐμπεδοκλέους ἀποδείξεως πιθανωτέρα ἂν εἶναι δόξειεν ἡ ῥηθησομένη ἀπόδειξις. εἴη δ’ ἂν ὁ ῥηθησόμενος λόγος καὶ πειρώμενος κατασκευάζειν, διὰ τί οἱ ἡμίονοι οὐ γεννῶσι, τοιοῦτος· ἐὰν γὰρ ἐκ λέοντος ἄρρενος καὶ θήλεος λέοντος, οἵπερ εἰσὶν ὁμοειδεῖς, ὁμοειδὲς γεννᾶται (λέων γάρ), ἐκ δὲ ἀνομοειδῶν ἀνομοειδές (τὸ γὰρ ἐξ ἄρρενος κυνὸς καὶ θηλείας κυνὸς γεγονὸς ἀνομοειδές ἐστι τῷ ἐκ λεόντων γεγονότι), εἰ δὴ τὸ ἐκ λεόντων γεγονὸς λέων ἐστί, τὸ δὲ ἐκ κυνῶν κύων, λείπεται ἄρα τὸ ἐκ λέοντος καὶ κυνὸς γεγονὸς μήτε λέοντα εἶναι μήτε κύνα. τοῦτο δὴ καὶ ἐπὶ τῶν ἵππων καὶ ὄνων· εἰ γὰρ τὸ ἐξ ἵππων γεγονὸς ἵππος ἐστί, τὸ δὲ ἐξ ὄνων ὄνος, τὸ ἐξ ἵππου καὶ ὄνου γεγονὸς οὔθ’ ἵππος ἂν εἴη οὔτε ὄνος, ἀλλ’ ἡμίονος. εἰ δέ, φασὶν οἱ τοῦτο κατασκευάζοντες, δοίημεν ἐκ τῆς μίξεως ἄρρενος ἡμιόνου καὶ θηλείας ἡμιόνου γεννᾶσθαί τι ζῷον, τί ἂν εἴη τὸ ἐκ τῶν ἡμιόνων γεγονός; ἡμίονος ἢ ἄλλο τι; ἕτερον μὲν οὖν καὶ ἀνομοειδὲς ἑαυτῶν ἐκ τῆς ἀλλήλων συνουσίας γεννῆσαι οὐ δύνανται· τὰ γὰρ γεννῶντα ἀνομοειδῆ ἑαυτοῖς πολὺ πρότερον ὁμοειδῆ γεννᾶν δύνανται, εἶθ’ οὕτως ἀνομοειδῆ· τούτου γὰρ δηλωτικὸν τὸ ἕτερον γὰρ 〈γένος〉 οὐχ οἷόν τε διὰ τὸ ἐξ ἄρρενος καὶ θήλεος τῶν ὁμοειδῶν ταὐτὸ γενέσθαι τῷ εἴδει. ἔστι γὰρ τὸ ἕτερον γένος οὐχ οἷόν τε ἴσον τῷ ἀνομοειδὲς γὰρ οὐχ οἷόν τε εἶναι τοῖς ἡμιόνοις τὸ ἐξ αὐτῶν γεγονὸς διὰ τὸ ἐξ ὁμοειδῶν ἄρρενος καὶ θήλεος ταὐτὸ γίνεσθαι τῷ εἴδει, τουτέστιν ὁμοειδές. ἀνομοειδὲς οὖν τὸ ἐξ ἡμιόνων γεγονὸς οὐχ οἷόν τε εἶναι τοῖς γεννήσασιν αὐτὸ ἡμιόνοις. ἡμίονος δὲ ὅτι ἐξ ἵππου καὶ ὄνου γίνεται, τουτέστιν ἀλλὰ μὴν οὐδὲ ἡμίονος καὶ ὁμοειδὲς τοῖς ἡμιόνοις δύναται εἶναι τὸ ἐξ ἡμιόνων γεγονός· κεῖται γὰρ τὸν ἡμίονον ἐξ ἀνομοειδῶν γίνεσθαι. τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ ἐκ δὲ τῶν ἑτέρων τῷ εἴδει ἕτερον ἐτέθη γίνεσθαι ζῷον· ἐκ γὰρ ἵππου καὶ ὄνου ἑτέρων ὄντων τῷ εἴδει ὁ ἡμίονος, ἕτερος ὢν ἵππου καὶ ὄνου. ἐπεὶ οὖν οὔτε ὁμοειδὲς ἑαυτοῖς οἱ ἡμίονοι οὔτε ἀνομοειδὲς δύνανται γεννᾶν, εἰκότως εἰσὶν ἄγονοι. λέγει οὖν ὁ Ἀριστοτέλης ἐγκαλῶν τῷ λόγῳ τούτῳ καθόλου τε εἶναι καὶ μάτην εἰρημένον·3 εἰ γὰρ ἦν ἀληθές, ἔδει καὶ τὸ ἐκ κυνὸς καὶ ἀλώπεκος ἄγονον εἶναι, ὁμοίως δὲ καὶ πάντα τὰ ἄλλα τὰ ἐξ ἀνομοειδῶν γεγονότα. τὸν μὲν οὖν τρόπον τοῦτον, τουτέστι τὸν καθόλου καὶ κοινὸν οὐ δεῖ ζητεῖν τὰς ἑκάστου αἰτίας, ἀλλ’ ἐκ τῶν οἰκείων.

“不过,一种合乎逻辑的证明或许会显得比已陈述者更具说服力。” 何谓合乎逻辑的证明,他本人通过说道“我所谓合乎逻辑的是指普遍的且适用于更多情况的”阐明了这一点;而这样的证明不是出自该事物固有的本原,而是出自更为共通的本原,正如在《后分析篇》中所指出的那样。其所言之意乃是如此:将要陈述的证明或许会显得比德谟克利特和恩培多克勒的证明更具说服力。而那将要陈述且试图确立骡子为何不生育的论证当是如下形式:因为如果由同种的公狮与母狮生出同种者(因为那是狮子),而由不同种者生出不同种者(因为由公狗与母狗所生者与由狮子所生者是不同种的),那么既然由狮子所生者是狮子,而由狗所生者是狗,剩下的便是由狮子与狗所生者既不是狮子也不是狗。这确实也适用于马与驴:因为如果由马所生者是马,由驴所生者是驴,那么由马与驴所生者就既不是马也不是驴,而是骡子。“但是,”建立这一论证的人说,“如果我们承认由公骡与母骡的交配生出某种动物,那么由骡子所生者会是什么?是骡子,还是别的什么?它们无法通过彼此的交媾生出与自身相异且不同种的后代;因为生出与自身不同种者的事物,在此之前远更有能力生出同种者,随后才生出不同种者。”因为表明这一点的正是文句:“因为另一个[属]是不可能的,因为从同种的雄性与雌性产生出在种上相同者。”因为“另一个属是不可能的”等同于“因为由骡子所生者不可能与骡子不同种,因为从同种的雄性与雌性产生出在种上相同者,即同种者”。因此,由骡子所生者不可能与生育它的骡子不同种。而“而骡子〔是不可能的〕,因为它由马与驴产生”的意思则是:“然而,由骡子所生者也既不可能是骡子,也不可能与骡子同种;因为已假定骡子是由不同种者产生的。”因为他再次通过“而从在种上相异者,则设定产生出相异的动物”这一句表明了这一点;因为骡子由在种上相异的马与驴产生,并且与马和驴都相异。既然骡子既不能产生与自身同种者,也不能产生与自身不同种者,那么它们不育便是理所当然的。于是亚里士多德在指责这一论证时说,它是普遍的且是徒然陈述的;因为如果它是真实的,那么由狗与狐狸所生者也理当是不育的,同样由不同种者所产生的一切其他动物也理当如此。因此,不应当以这种方式,即以普遍且共通的方式去探寻每一事物的诸原因,而应当从固有的本原出发去探寻。

语法注3 条
  1. 2.48εἰ τάχα καὶ οὐκ ἀποδείκνυσιν ὁ Ἐμπεδοκλῆς, ὅμως... κατά γε δὴ τοῦτο καλῶς πεποίηκε

    由 εἰ καί(“即使/即便”)引导的让步从句与主句副词 ὅμως(“然而/仍然”)相呼应,而 κατά γε δὴ τοῦτο(“至少在这一点上”)则限定了主句陈述(καλῶς πεποίηκε)成立的范围。主句的骨干为 ὅμως... καλῶς πεποίηκε,介词短语 διὰ τὸ ἐπάγειν... 则说明其原因。

  2. 2.49πιθανὴ τῶν εἰρημένων

    属格 τῶν εἰρημένων 作为被带有潜在比较含义的原级形容词 πιθανή 所支配的比较属格(“比已陈述者更具说服力”)。紧随其后的斐洛波诺斯的释义直接使用了比较级形式 τῆς Δημοκρίτου καὶ Ἐμπεδοκλέους ἀποδείξεως πιθανωτέρα,从而证实了这种比较属格的句法判断。

  3. 2.49ἐγκαλῶν τῷ λόγῳ τούτῳ καθόλου τε εἶναι καὶ μάτην εἰρημένον

    分词 ἐγκαλῶν(“指责、非难”)支配表示指责对象的与格(τῷ λόγῳ τούτῳ),并通过宾格加不定式结构引出指责的具体内容(省略了作为逻辑主语的宾格代词 αὐτόν,表语宾格为 καθόλου τε εἶναι καὶ μάτην εἰρημένον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:125.23-127.4