- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:124.10-125.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《动物生成论》747b20–747b22,作者根据正反交配(公马×母驴,公驴×母马)的后代皆不育这一事实,驳斥了恩培多克勒试图以软硬结合解释骡子不育的学说。
" Εἰ μὲν γὰρ θάτερον ἐμίγνυτο μόνον, ἐνῆν ἂν λέγειν ὅτι θάτερον αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον τῇ τοῦ ὄνου γονῇ.1" Ὄνον τὴν ὄνον λέγει καὶ γονὴν τὸ καταμήνιον αὐτῆς. πάμπαν δὲ βραχέως καὶ διὰ τοῦτο ἀσαφῶς ἀπήγγελται ἡ λέξις. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ μὲν οὖν ἡμίονος εἴτε ἄρρην εἴτε θῆλυς ὁ ἐξ ἄρρενος ἵππου γεγονὼς ἢ γεγονυῖα καὶ ἐξ ὄνου θηλείας, εἰ μὲν οὖν τὸ ἐξ ἵππου ἄρρενος καὶ θηλείας ὄνου γεννηθὲν ἄγονον ἦν, τὸ δὲ ἐξ ὄνου ἄρρενος καὶ ἵππου θηλείας γόνιμον, ἦν ἂν καταιτιᾶσθαι τὸν ἄρρενα ἵππον καὶ λέγειν ὅτι τὰ κοῖλα τούτου ὁμοίως καὶ τὰ πυκνὰ μαλακὰ ὄντα, ὁμοίως δὲ καὶ τὰ τῆς ὄνου, γίνεται τὸ ἐκ τούτων ἄγονον· τὰ δὲ τοῦ ἄρρενος ὄνου εἰσὶν ὁμοίως τοῖς τοῦ ἵππου μαλακά, τῆς δὲ θηλείας ἵππου σκληρά, σκληρῶν δὲ ὄντων οὔτε τοῖς τοῦ ἄρρενος ὄνου μαλακοῖς διδόασι χώραν εἰσιέναι διὰ τὴν σκληρότητα οὔτε τοῖς τοῦ ἄρρενος ἵππου. τούτου δ’ οὕτως ἔχοντος καὶ ἐνόντων ἐν τῷ μίγματι τῷ ἐξ ἄρρενος ὄνου καὶ ἵππου θηλείας γεγονότι κοίλων καὶ πυκνῶν, ὁμοίως δὲ καὶ ἐν τῷ ἐξ ἄρρενος ἵππου καὶ θηλείας ἵππου, ἀνάγκη κατὰ φύσιν ἔχειν ταῦτα τὰ μίγματα, ὥστε καὶ τὰ ἐξ αὐτῶν γεγονότα κατὰ φύσιν ἔχειν καὶ γόνιμα εἶναι· καὶ ἐπὶ τούτῳ εἰσὶ γόνιμα τό τε ἐξ ἄρρενος ἵππου καὶ θηλείας ἵππου καὶ τὸ ἐξ ἄρρενος ὄνου καὶ θηλείας ἵππου’. εἰ μὲν οὖν, ὡς εἴρηται, ἄγονον ἦν τὸ ἐξ ἄρρενος ἵππου καὶ θηλείας ὄνου, γόνιμον δὲ τὸ ἐξ ἄρρενος ὄνου καὶ θηλείας ἵππου, ἐνῆν ἂν καταιτιᾶσθαι τὸν ἄρρενα ἵππον, ἔχειν δ’ αἰτίαν ἀποδιδόναι καὶ διὰ τί τὸ ἐκ τοῦ ἵππου καὶ τῆς ἵππου γεγονὸς γόνιμόν ἐστιν· ἐπεὶ δὲ καὶ τὸ ἐκ τοῦ ἵππου καὶ τῆς ὄνου ἄγονον, ὁμοίως δὲ καὶ τὸ ἐκ τοῦ ὄνου καὶ τῆς ἵππου (ἄγονον γὰρ καὶ αὐτό), δῆλον ὅτι καὶ τὰ τῆς θηλείας ἵππου κοῖλα καὶ πυκνὰ μαλακά ἐστιν, ὁμοίως δὲ καὶ τὰ τοῦ ἄρρενος ὄνου. εἰ δὲ τοῦτο, ἔδει καὶ τὸ ἐκ τοῦ ἵππου καὶ τῆς ἵππου ἄγονον εἶναι· ἔστι δὲ γόνιμον. ὁμοίως δὲ καὶ τὸ ἐκ τοῦ ὄνου καὶ τῆς ὄνου· ἔστι δὲ καὶ τὸ ἐκ τούτων γόνιμον. ἡ μὲν οὖν διάνοια τῆς λέξεως αὕτη· θεωρητέον δὲ καὶ αὐτήν. εἰ μὲν γὰρ θάτερον ἐμίγνυτο μόνον τῇ τοῦ ὄνου γονῇ (οὕτω γάρ ἐστι τὸ συνεχές) ἐνῆν ἂν λέγειν ὅτι θάτερον αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν οὖν θάτερον, ἤτοι τὸ τοῦ ἄρρενος ἵππου σπέρμα ἐμίγνυτο τῇ γονῇ καὶ τῷ καταμηνίῳ τῆς θηλείας ὄνου (καὶ προσυπακουστέον τὸ τὸ δὲ τοῦ ἄρρενος ὄνου μὴ ἐμίγνυτο τῇ τῆς θηλείας ἵππου γονῇ) καὶ διὰ τοῦτο τὸ μὲν ἐκ τούτων ἐστὶν ἄγονον, τὸ δὲ ἐκ τοῦ ὄνου καὶ τῆς ἵππου γόνιμον, ἐνῆν ἂν λέγειν ὅτι θάτερον, ἤτοι ὁ ἵππος, αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον, τουτέστι τοῦ ἄγονον εἶναι τὸ ἐξ αὐτῶν’.
“因为如果二者中仅有一者发生混合,便可以说与驴的受孕质相[混合]的那一者是没有产生同类者的原因。” 他把母驴称为“驴”,把她的经血称为“受孕质”。但这段文句的表述极其简短,因此显得晦涩不明。其所言之意当如下所述:如果说,无论是公是母,由公马与母驴所生的骡子——假若由公马与母驴所生者是不育的,而由公驴与母马所生者是有生育能力的,那么便可以归咎于公马,并且说由于它的虚空与致密同样是柔软的,母驴的那些也是同样的,所以由它们所产生者成为不育;而公驴的那些与马的那些同样是柔软的,母马的那些则是坚硬的,且由于它们是坚硬的,便因其坚硬而不给公驴的柔软部分也不给公马的柔软部分提供进入的空间。“在这种情况如此,且由公驴与母马所生成的混合物中存在着虚空与致密,同样在由公马与母马而来的混合物中也是如此的情况下,这些混合物必然合乎自然,从而由它们所生成者也合乎自然且具有生育能力;并且由于这个原因,由公马与母马所生者,以及由公驴与母马所生者,都是具有生育能力的。”因此,正如所说过的,如果由公马与母驴所生者是不育的,而由公驴与母马所生者是有生育能力的,那么便可以归咎于公马,也能够给出原因说明为什么由公马与母马所生者是有生育能力的;但既然由公马与母驴所生者是不育的,同样由公驴与母马所生者也是不育的(因为这本身也是不育的),显然母马的虚空与致密也是柔软的,公驴的那些同样如此。如果这样,那么由公马与母马所生者也理当是不育的;然而它却是有生育能力的。同样由公驴与母驴所生者也是如此;然而由它们所生者也是有生育能力的。文句的思想原意即是如此;但也必须考察字句本身。因为“如果二者中仅有一者与驴的受孕质相混合(因为句法连贯即是如此),便可以说一者是没有产生同类者的原因”。而所言之意乃是:“如果二者中的一者,即公马的种子,与母驴的受孕质即经血相混合(且必须暗中补充:公驴的种子不与母马的受孕质相混合),并且由于这一缘故,由它们所生者是不育的,而由公驴与母马所生者是有生育能力的,那么便可以说二者中的一者即马,是没有产生同类者、也就是由它们所产生者不育的原因。”
"Νῦν δὲ οἵαπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ τοῦ συγγενοῦς.2" Τουτέστι νῦν δὲ οἵα ἐστὶν ἡ γονὴ τῆς θηλείας ὄνου, ἐν ᾗ μίγνυται τὸ τοῦ ἄρρενος ἵππου σπέρμα, τοιαύτη ἐστὶ καὶ ἡ τῆς θηλείας ἵππου· ὑγρὰ γὰρ καὶ αὕτη. συγγενῆ δὲ εἶπε τὴν θήλειαν ἵππον καὶ τὸν ἄρρενα ἵππον, δέον εἰπεῖν ὁμοειδῆ. ὅτι δὲ ὑγρὰ καὶ ἡ τῆς ἵππου γονή, δῆλον· εἰ γὰρ ἦν σκληρά, ἔδει κατὰ τὸν Ἐμπεδοκλέα τὸ ἐξ αὐτῆς καὶ τοῦ ἄρρενος ὄνου γεγονὸς ζῷον γόνιμον εἶναι.
“但如今,那一个[母驴]在混合时是何等性质,对于同族者的[受孕质]而言它也是何等性质。” 也就是说:如今母驴的受孕质——公马的种子在其中发生混合者——是何等性质,母马的受孕质也就是何等性质;因为这也是湿的。他本该说“同种”,却将母马与公马说成了“同族”。而母马的受孕质也是湿的,这是显而易见的;因为如果它是坚硬的,按照恩培多克勒的说法,由她与公驴所产生的动物就理当是有生育能力的。
- 2.46τῇ τοῦ ὄνου γονῇ
针对出现在引文末尾的与格短语“τῇ τοῦ ὄνου γονῇ”,本解并未将其视作紧接其前的“ὅμοιον”的补足语,而是判定为隔置(hyperbaton),依附于前面的动词“ἐμίγνυτο”。这遵循了菲洛波诺斯本人的明确说明:“句法连贯即是如此”(οὕτω γάρ ἐστι τὸ συνεχές),即应当重组为“θάτερον ἐμίγνυτο μόνον τῇ τοῦ ὄνου γονῇ”来理解。
- 2.47οἵαπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ τοῦ συγγενοῦς
相关构式“οἵαπερ... τοιαύτῃ”的结构骨架。在关系从句“οἵαπερ οὔσῃ ἐκείνῃ μίγνυται”中,与格分词“οὔσῃ”修饰“ἐκείνῃ”(母驴或其受孕质),主句则省略补充为“τοιαύτῃ [οὔσῃ] καὶ τῇ τοῦ συγγενοῦς [γονῇ μίγνυται]”。即:“那一个[母驴]在[精种]与之混合时是何等性质,对于同族者[母马]的[受孕质]而言,它在与之混合时也是何等性质”。
