- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:123.11-124.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德所批判的恩培多克勒关于骡子不育的学说(即两种种子的虚空与致密部分相互嵌入从而形成致密而坚实的整体),并探讨了针对为何同种马交配不会发生致密化的进一步反驳。
" Ἐμπεδοκλῆς δ’ αἰτιᾶται τὸ μῖγμα τῶν σπερμάτων γίνεσθαι πυκνόν." Ἐμπεδοκλῆς ἐν ἅπασι τοῖς σώμασι τοῖς ὑπὸ σελήνην, οἷον ὕδασιν, ἐλαίοις καὶ τοῖς ἄλλοις, εἶναι ἔλεγεν, ὡς καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηκεν, ἀναμεμιγμένους πόρους καὶ ναστά, καὶ τοὺς μὲν πόρους ἐκάλεσε κοῖλα, τὰ δὲ ναστὰ πυκνά. καὶ ὧν μέν εἰσι τὰ ναστὰ καὶ οἱ πόροι, τουτέστι τὰ κοῖλα καὶ πυκνὰ σύμμετρα, ὥστε δι’ ἀλλήλων χωρεῖν, τούτων ἔφασκεν εἶναι μῖξιν καὶ κρᾶσιν, οἷον ὕδατος καὶ οἴνου, ὧν δὲ ἀσύμμετρα, ἄμικτα ταῦτα ἔφασκεν εἶναι, ὥσπερ ἔλαιον καὶ ὕδωρ· φησὶ γὰρ ὕδωρ ‘οἴνῳ μᾶλλον ἐναρίθμιον, αὐτὰρ ἐλαίῳ οὐκ ἐθέλει’.1 ταῦτα λέγων κατὰ παντὸς σώματος τὴν αἰτίαν τῆς τῶν ἡμιόνων ἀτεκνίας ἀπεδίδου λέγων ὅτι τὰ κοῖλα καὶ πυκνὰ τοῦ ἱππείου σπέρματος, ὁμοίως δὲ καὶ τοῦ καταμηνίου τῆς ὄνου (ἔνεισι γὰρ κατ’ ἐκεῖνον καὶ ἐν τῷ καταμηνίῳ πυκνὰ καὶ κοῖλα ὥσπερ ἐν τῇ τοῦ ἵππου γονῇ) τὰ δὴ κοῖλα καὶ πυκνὰ ἀμφοτέρων τῶν σπερμάτων,2 τῆς τε ὄνου καὶ τοῦ ἵππου, ὑγρὰ καὶ μαλακὰ ὄντα δύνανται διὰ τὴν μαλακότητα μίγνυσθαι ἀλλήλοις καὶ εἰσιέναι τὰ μὲν τῆς γονῆς πυκνὰ εἰς τὰ τοῦ καταμηνίου κοῖλα καὶ τὰ τοῦ καταμηνίου πυκνὰ εἰς τὰ τῆς γονῆς κοῖλα, καὶ γίνεσθαι τὸ πᾶν μῖγμα σκληρὸν ἤτοι πυκνὸν ἤτοι ναστόν, ὡς μηδὲν ὅλως εὑρίσκεσθαι ἐν αὐτῷ κοῖλον ἤτοι πόρον, ἀλλὰ τὸ πᾶν εἶναι ναστὸν καὶ πλῆρες. τοῦτο δὲ παρὰ φύσιν· πᾶν γὰρ τὸ κατὰ φύσιν συνεστὸς καὶ ὂν ἀνάγκη ἔχειν ἐν ἑαυτῷ κοῖλα καὶ πυκνά. ὥστε ἐπεὶ τὸ τοιοῦτον μῖγμα παρὰ φύσιν, ἔτι μᾶλλον ἀνάγκη παρὰ φύσιν εἶναι τὸ ἐξ αὐτοῦ γεγονὸς καὶ ἄγονον· τὸ γὰρ ἐκ τοῦ παρὰ φύσιν ὄντος γεγονὸς ἔτι μᾶλλον αὐτὸ παρὰ φύσιν ἔσται. ἀντιλέγει οὖν πρὸς ταύτην τὴν δόξαν σαφῶς λέγων μηδέπω θεάσασθαι ἡμᾶς ἐνόντα ἢ κοῖλα ἢ πυκνὰ τῷ ὕδατι καὶ τῷ οἴνῳ.
“但恩培多克勒归咎于种子的混合物变得致密。” 恩培多克勒曾说,正如〔亚里士多德〕也在《论生灭》中所说的,在月下界的一切物体中,例如水、油以及其他物体中,都交杂存在着孔隙与实块;他把孔隙称为虚空,把实块称为致密。对于那些实块与孔隙——即虚空与致密——彼此相应对称以至于能够相互穿透之物,他声称这些东西会发生混合与交融,正如水与葡萄酒;而对于不相应对称之物,他声称这些是不可混合的,犹如油与水;因为他说水“更宜与葡萄酒结伍,但对油则不愿相合”。他在论及所有物体时说着这些,以此说明骡子不育的原因,说道:马的精种中的虚空与致密,以及同样母驴经血中的虚空与致密(因为根据他的看法,正如在马的受孕质中一样,在经血中也存在着致密与虚空)——母驴与马这两者种子的虚空与致密,由于是湿且软的,能够因其柔软性而相互混合,受孕质的致密部分进入经血的虚空中,经血的致密部分进入受孕质的虚空中,使得整个混合物变得坚硬,也就是致密,也就是坚实,以至于在其中完全找不到任何虚空即孔隙,而是整体成为坚实且充实的。但这是违背自然的;因为凡按照自然而构成且存在的事物,自身必然具有虚空与致密。因此,既然这样的混合物是违背自然的,那么由此产生之物违背自然且不育,就更是必然的了;因为从违背自然而存在之物中所产生者,自身将更加违背自然。因此他反驳这一观点,明确指出我们从未见过水和葡萄酒中存有虚空或致密。
"Ἔτι ἐπεὶ συμβαίνει καὶ ἐξ ἵππων γενέσθαι ἵππον καὶ ἐξ ὄνων ὄνον καὶ ἐξ ἵππου καὶ ὄνου ἡμίονον ἀμφοτέρως." Τὸ ἀμφοτέρως ἀντὶ τοῦ3 καὶ ἐξ ἵππου ἄρρενος καὶ ὄνου θηλείας γίνεται ἡμίονος καὶ ἐξ ὄνου ἄρρενος καὶ ἵππου θηλείας. ἐπεὶ οὖν, φησί, καὶ τὸ ἐξ ἵππου ἄρρενος μαλακόν ἐστι καὶ ἐκ τῆς θηλείας ὁμοίως ἵππου, διὰ τίνα αἴτια οὐ γίνεται καὶ τὸ ἐκ τούτων μῖγμα πυκνὸν καὶ τὸ ἐκ τοῦ τοιούτου μίγματος ἄγονον, ἀλλὰ μόνον τὸ ἐξ ἵππου καὶ ὄνου;
“再者,既然马从马产生,驴从驴产生,而骡子以两种方式从马和驴产生。” “以两种方式”是用以代替:骡子既产生于公马与母驴,也产生于公驴与母马。他说,因此既然来自公马的也是柔软的,来自母马的同样如此,那么究竟由于什么原因,从它们而来的混合物不会同样变得致密,从而来自这种混合物之物不会变得不育,而唯独来自马和驴之物才会如此呢?
- 2.44οἴνῳ μᾶλλον ἐναρίθμιον, αὐτὰρ ἐλαίῳ οὐκ ἐθέλει
引用的恩培多克勒残篇诗句(DK 31 B 91)的句法。形容词 ἐναρίθμιον 支配与格 οἴνῳ,意为“被算入葡萄酒之列/宜与葡萄酒相混”。后半句的 οὐκ ἐθέλει 承接前文省略了不定式 μίγνυσθαι(或 ἐναρίθμιον εἶναι),表达“对油则不愿[混合]”之意。
- 2.44τὰ δὴ κοῖλα καὶ πυκνὰ ἀμφοτέρων τῶν σπερμάτων
句法重述(epanalepsis)。在主语 τὰ κοῖλα καὶ πυκνὰ ... 引出后,紧接着插入了括号内的原因解释从句(ἔνεισι γὰρ...),因此借助照应小词 δή 重新恢复并重复该主语。随后在 ὅτι 引出的间接引语中,谓语动词先以直陈语气 δύνανται(支配补足不定式 μίγνυσθαι)开始,继而转为间接引语的不定式结构(καὶ εἰσιέναι ... καὶ γίνεσθαι)。
- 2.45Τὸ ἀμφοτέρως ἀντὶ τοῦ
古典注解中典型的释义句式。中性定冠词 τὸ 将引文中的副词 ἀμφοτέρως 名词化作为主语,谓语介词短语 ἀντὶ τοῦ 统辖随后的直陈语气陈述从句(καὶ ἐξ ἵππου ἄρρενος... γίνεται...),表示“‘以两种方式’这一用语替代了[意即]:……”。
