- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:122.1-123.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了747a17,指出经血与大脑在冷湿性质上的相似性表明其源自横膈膜上方,从而说明了气味上升与受孕经血通道畅通之间的对应关系。在747a28中,他阐述了亚里士多德对德谟克利特的批判:德谟克利特关于骡子因跨物种交配而精质受损导致不育的理论无法解释其他杂交物种具备繁殖能力的事实。
" Αἴτιον δ’ ὅτι ἡ τῆς γονῆς φύσις ὁμοία ἐστὶ τῇ τοῦ ἐγκεφάλου." Τοῦτο οὐκ ἔστι κατασκευαστικόν, ὡς ἄν τῳ δόξειε μὴ ἐπισκοποῦντι τὸ ἐπιφερόμενον συμπέρασμα, τοῦ πῶς χρώννυται τὸ πτύελον, ἀλλὰ τοῦ πῶς ἀνερχομένης κάτωθεν ἐκ τῶν ἄρθρων ἄνω εἰς τὰς ῥῖνας τῆς τῶν προσθέτων ὀσμῆς δύναται γόνιμον εἶναι.1 αἴτιον οὖν, φησί, τοῦ ἀνερχομένης τῆς ὀσμῆς δύνασθαι κατιέναι πρὸς τὰ ἄρθρα τὸ γόνιμον καταμήνιον, ὅτι ἡ τῆς γονῆς φύσις (λέγων γονὴν ἐνταῦθα τὸ καταμήνιον), ὁμοία ἐστὶ τῇ τοῦ ἐγκεφάλου φύσει. ὡς γὰρ ὁ ἐγκέφαλος ὑγρὸν καὶ ψυχρόν, οὕτω καὶ τὸ καταμήνιον· ὑγρὸν γὰρ καὶ τοῦτο καὶ ψυχρὸν τὴν φύσιν· τὸ γὰρ θερμὸν ὅπερ ἔχει ἐπίκτητόν ἐστι. πρότερον γὰρ συναθροίζεται ἐν τῷ ὑποζώματι, ἐν ᾧ κεῖται ἡ καρδία (ταύτην γὰρ εἶπεν ἀρχὴν τῆς φύσεως) καὶ οὕτω κάτεισιν ἐν τῇ ὑστέρᾳ, κἀκεῖσε οὖν συναθροιζόμενον δέχεται τὴν θερμότητα ἐκ τῆς καρδίας ἐπίκτητον. αὕτη δὲ ἡ θερμότης ἐστὶν ἡ θρεπτικὴ καὶ αὐξητικὴ ψυχή· ἔχει γὰρ αὐτὴν καὶ τὸ καταμήνιον, ὥσπερ εἴρηκε πρότερον. ὥστε μόνῳ τῷ χρώματι διαφέρει ὁ ἐγκέφαλος τῆς γονῆς, ἤτοι τοῦ καταμηνίου· ὁ μὲν γὰρ λευκός, τὸ δὲ καταμήνιον ἐρυθρόν. γίνεται δέ ποτε καὶ λευκόν, ὥσπερ εἴρηται πρότερον, ταῖς νέαις καὶ ψυχροτέραις. τοῦτο οὖν τὸ λευκὸν καταμήνιον πάντῃ ἂν εἴη ὅμοιον τῷ ἐγκεφάλῳ, καὶ τῇ φύσει καὶ τῷ χρώματι. ἐπειδὴ οὖν, ὡς λέγομεν, τὸ καταμήνιον ὅμοιόν ἐστι τῇ τοῦ ἐγκεφάλου φύσει, ἀνάγκη αὐτὸ ἐκ τῶν ἄνωθεν τοῦ ὑποζώματος γεννᾶσθαι· εἰ δὲ τοῦτο, εἰ μέν εἰσιν ἀνεῳγμένοι οἱ τοῦ σώματος πόροι, δι’ ὧν δίεισι τὸ καταμήνιον, ἀνάγκη διιέναι τὰς κινήσεις τὰς ἐκ τῶν ὀσμῶν γινομένας πρὸς τὸν θώρακα, ἀπὸ δὲ τοῦ θώρακος γενέσθαι αἴσθησιν διὰ τῆς ἐκπνοῆς (ταύτην γὰρ εἶπεν ἀναπνοήν) ἐν ταῖς ῥισίν. ὥστε τῶν ὀσμῶν ἀνερχομένων πρὸς τὰς ῥῖνας δίοι ἂν καὶ τὸ καταμήνιον κάτωθεν.
“而原因在于,受孕质的本性与大脑的本性相似。” 这并不是要确立唾液是如何被染色的——对于不考察随后引出的结论的人来说似乎是如此——而是要确立当内置物的气味从下方的关节[外阴]向上升到鼻孔时,她如何能够具有生育能力。因此他说,气味上升时受孕经血之所以能够下行到关节,其原因在于受孕质的本性(在此他将经血称为受孕质)与大脑的本性相似。因为正如大脑是湿且冷的,经血也是如此;因为经血在本性上也是湿且冷的;而它所具有的热是后天的。因为它预先聚集在横膈膜中,心脏正处于其中(因为他曾称心脏为本性的始基),并且就这样下行到子宫,因此聚集在那里〔横膈膜〕时便从心脏接受了后天的热。而这种热就是滋养与生长的灵魂;因为正如他前面所说,经血也具有它。因此,大脑与受孕质即经血仅在颜色上有所不同;因为大脑是白色的,而经血是红色的。但正如前面所说,在年轻且较冷的女性身上,它有时也会变白。于是这种白色的经血在各个方面都会与大脑相似,无论在自然本性上还是在颜色上。因此,正如我们所说,既然经血与大脑的本性相似,它就必然产生自横膈膜以上的部位;而如果是这样,倘若经血所通过的身体通道是畅通的,那么由气味产生的运动就必然穿透到胸廓,并且从胸廓通过呼气(因为他曾将呼气称为吸气[呼吸])在鼻孔中产生感觉。因此,当气味上升到鼻孔时,经血也能够向下通行。
"Λέγουσι γὰρ ἐπὶ πάντων ὁμοίως τὴν ἀπόδειξιν τῶν παρὰ τὴν συγγένειαν συνδυαζομένων." Τοῦτο ἴσον ἐστὶ τῷ ἔδει οὖν τὰς ἀποδείξεις, ἃς λέγουσι περὶ τῶν γεννωμένων ἐκ τῆς τῶν ἀνομοίων μίξεως, μὴ ἐφαρμόζειν μόνοις τοῖς ἡμιόνοις, ἀλλ’ ἁπλῶς πᾶσι τοῖς ἐξ ἀνομοίων τικτομένοις. ὁ μὲν οὖν Δημόκριτος, φησί, τῆς τῶν ἡμιόνων ἀτεκνίας τὰς αἰτίας πειρώμενος λέγειν, τοιαῦτα ἐξετραγῴδησεν· οἱ τῶν ἡμιόνων καὶ τῶν ἀρρένων καὶ τῶν θηλειῶν σπόροι (λέγων σπόρους τὰ ἀμφοτέρων σπέρματα), οἱ δὴ σπόροι, φησί, τούτων ἐν τῇ ἐξ ἀρχῆς συστάσει καὶ διαπλάσει τῶν τοιούτων ζῴων διὰ τὸ μὴ ἐκ συγγενῶν γενέσθαι ἀλλ’ ἐξ ἀνομοειδῶν τοιαύτης ἔτυχον φύσεως,2 ὥστε διεφθάρθαι, τουτέστιν ὥστε τὸ μὲν τοῦ ἄρρενος ἐν ᾗ ἂν εἰσέλθῃ θηλείᾳ φθείρειν τὸ καταμήνιον αὐτῆς καὶ ἄγονον ποιεῖν, ὁμοίως καὶ ἡ θήλεια οἵου ἂν ἄρρενος δέξηται γονήν, φθείρειν καὶ ἄγονον ἀπεργάζεσθαι. ἐνίσταται οὖν πρὸς ταύτην τὴν δόξαν καί φησιν ‘εἰ τοῦτ’ ἦν αἴτιον τῆς τῶν ἡμιόνων ἀτεκνίας, ἔδει πάντα τὰ ἐξ ἀνομοιοειδῶν τικτόμενα ἄγονα εἶναι· νῦν δὲ πάμπολλα ἐξ ἀνομοιοειδῶν γεγονότα γεννῶσιν αὐτὰ ἕτερα, ὥσπερ εἴρηται τὰ ἐκ λύκου καὶ κυνὸς καὶ πέρδικος καὶ ἀλεκτρυόνος καὶ ἄλλα πλεῖστα’.
“因为他们对于所有违背亲缘而交配的动物,都同样地陈述其证明。” 这等同于说:“因此,他们关于由不同种属混合而产生之物所作的证明,不应当仅仅适用于骡子,而应当毫无例外地适用于所有由不同种属所生之物。”他说,德谟克利特试图说明骡子不育的原因,大肆铺陈了如下的高论:雄性与雌性骡子的种子(他称二者的精液为种子)——这些动物的种子,他说,在这种动物最初的构成与塑形中,由于不是出自同族而是出自不同种属,因而获得了这样一种本性,以至于受到了损坏;这就是说,雄性的种子无论进入哪一只雌性体内,都会损坏其经血并使其不育,同样雌性无论接受哪一种雄性的精液,都会损坏它并使其不育。因此他反对这一观点并说:“如果这是骡子不育的原因,那么所有由不同种属所生之物就都应当是不育的;但事实上,许多由不同种属所生之物自己也能生育后代,正如已经提到的狼与狗、石鸡与公鸡所生之物,以及其他极多之物。”
- 2.42Τοῦτο οὐκ ἔστι κατασκευαστικόν... τοῦ πῶς χρώννυται τὸ πτύελον, ἀλλὰ τοῦ πῶς... δύναται γόνιμον εἶναι
形容词 κατασκευαστικόν(用于确立/证明的)支配属格从句 τοῦ πῶς... 作为宾格性属格补足语。通过 οὐκ... ἀλλά 的对比,明确指出了该引文并非论证前文眼睑染色测试的机理,而是论证下部塞剂测试的原理。
- 2.43οἱ τῶν ἡμιόνων καὶ τῶν ἀρρένων καὶ τῶν θηλειῶν σπόροι (λέγων σπόρους τὰ ἀμφοτέρων σπέρματα), οἱ δὴ σπόροι, φησί, τούτων... ἔτυχον φύσεως
句首主语 οἱ... σπόροι 在被括号性质的说明(λέγων σπόρους...)打断后,通过带有语气词 δή 的 οἱ δὴ σπόροι... τούτων 予以重提(重述/复指),进而与主干动词 ἔτυχον 形成呼应。
