- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:120.27-121.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者根据亚里士多德747a3的论述,阐述了古代用于检验生育能力的诸种方法:针对男性精液的水中检验,以及针对女性的使用芳香物和眼部颜料的渗透测试,并解释了其生理学依据。
" Διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι." Τῶν παλαιῶν ἐπειδάν τις ἤμελλε1 νυμφίον ἀγαγέσθαι εἰς τὴν ἑαυτοῦ θυγατέρα ἢ νύμφην εἰς τὸν υἱόν, εἰ μὲν ἦν γόνιμος, ἤγετο, εἰ δ’ ἄγονος, οὐδαμῶς· διὰ παιδοποιίαν γὰρ τότε ἀλλ’ οὐ πλούτου ἕνεκεν ἤγοντο τοὺς νυμφίους ἢ τὰς νύμφας. εὕρισκον δὲ καὶ ἐθήρων, εἴτε ἄγονός ἐστιν εἴτε μή, τρόπῳ καὶ πείρᾳ τοιᾳδί· λαβόντες τὸ σπέρμα τὸ τοῦ ἄρρενος ἐνέβαλλον εἰς ὕδωρ ψυχρόν, καὶ εἰ μὲν ἦν ἄγονος, εὐθὺς διελύετο καὶ ταχὺ διεχεῖτο καὶ ἔπλει ἐν τῷ ὕδατι ὥσπερ ἔλαιον ἢ ὥσπερ ἡ νεφέλη ἡ ἐν τοῖς οὔροις τῶν νοσούντων, εἰ δὲ ἦν γόνιμος, ἐπυκνοῦτο καὶ ἐχώρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου, ἐν ᾧ ἦν τὸ ὕδωρ. καὶ τοὺς μὲν ἄνδρας οὕτως ἐβασάνιζον, τὰς δὲ γυναῖκας ὡδί· σπόγγους ἢ ἔρια ἢ ἐκ λίνων ὑφάσματα ἔβρεχον τῷ ἐκ ῥόδων γενομένῳ νάματι ἢ ἄλλῳ τινὶ εὐώδει ἢ δυσώδει ὑγρῷ καὶ ἐνέβαλλον εἰς τὰ τῶν γυναικῶν ἄρθρα, αὐτά φημι τὰ αἰδοῖα, καὶ εἰ μὲν ἀνῆλθε διὰ τοῦ θώρακος εἰς τὰς ῥῖνας ἡ ὀσμή (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πρὸς τὸ πνεῦμα τὸ θύραθεν κάτωθεν ἄνω) ἀπεφαίνοντο γονίμους αὐτὰς εἶναι (σημεῖον γὰρ τοῦτο τοῦ ἀνεῳγμένους εἶναι τοὺς πόρους δι’ ὧν ἂν ἐκ τῶν ἄνω πρὸς τὴν ὑστέραν κατέλθῃ τὸ γόνιμον καταμήνιον), εἰ δὲ μὴ ἀνῆλθεν ἡ ὀσμή, ἀπέφασκον αὐτῆς τὸ γόνιμον· κεκλεισμένοι γάρ εἰσιν, ἔλεγον, οἱ πόροι καὶ ἐπὶ τούτῳ οὐκ ἀνῆλθεν ἡ ὀσμή, κεκλεισμένων δ’ ὄντων οὐκ ἂν δυνηθείη χωρῆσαι δι’ αὐτῶν ἄνωθεν κάτω πρὸς τὴν ὑστέραν τὸ καταμήνιον· ἀλλὰ κἂν διέλθοι, δῆλον ὡς οὐ συνεστηκὸς καὶ γόνιμόν ἐστιν, ἀλλ’ ὑδατῶδες καὶ λεπτὸν καὶ ἄγονον καὶ πρὸς τούτοις ὀλίγον ἢ ὥστε ἐξ αὐτοῦ δύνασθαι ζῷον συστῆναι.2 τούτοις τε οὖν τοῖς προσθέτοις ἐβασάνιζον αὐτὰς καὶ τοῖς ἐγχρίστοις χρώμασιν. ἔγχριστα δὲ χρώματα λέγει ἅπερ ἐναλείφουσιν αἱ ἑταῖραι ταῖς σφῶν βλεφαρίσι καὶ ταῖς ὀφρύσι πρὸς τὸ μέλανας αὐτὰς ποιῆσαι. τούτοις οὖν τοῖς ἐγχρίστοις χρώμασιν ἐναλειφομένης τῆς μελλούσης νυμφευθῆναι τοὺς ὀφθαλμούς,3 ἤτοι τὰς βλεφαρίδας καὶ τὰ τῶν βλεφάρων ἄκρα, ἐν οἷς αὗται ἐρρίζωνται, εἰ μὲν ἐχρώννυτο καὶ μέλαν ἐγίνετο τὸ ἐν τῷ στόματι τῆς νυμφευθησομένης πτύελον, γόνιμον εἶναι αὐτὴν ἐπίστευον, εἰ δ’ οὐκ ἐχρώννυτο, ἄγονον. σπερματικώτατος γὰρ ὢν τῶν περὶ τὴν κεφαλὴν ὁ περὶ τοὺς ὀφθαλμοὺς τόπος, εἰ μὲν διήρχετο τὸ χρῶμα καὶ ἐχρώννυ τὸ πτύελον, ἀνεῳγμένους εἶναι ἅπαντας τοὺς τοῦ σώματος ἐνόμιζον πόρους καὶ πίστιν ἤδη εἶχον ἀναμφισβήτητον ὡς διίοι ἂν καὶ τὸ γόνιμον καταμήνιον, εἰ δὲ μὴ διήρχετο, κεκλεισμένους εἶναι καὶ συμμεμυκότας. ὅτι δὲ ἐν τῷ συνδυασμῷ μετασχηματίζονται ἐπιδήλως οἱ ὀφθαλμοὶ καὶ οὐκ εἰσιν ὁποῖοι ἦσαν πρὸ τῆς ὁμιλίας, ἡ πεῖρα παρέσχε τοῖς φιλοῦσι τὴν τῶν φυσικῶν πραγματείαν ἀκριβῆ κατάληψιν.
“因此,男性的[精气]是否不育,在水中通过检验来审查是合情合理的。” 在古人中,每当有人要为自己的女儿招婿或为儿子迎娶新妇时,如果[该人]有生育能力,便被接纳;但如果不育,则绝不接纳;因为当时他们招婿或娶妇是为了生育子女,而不是为了财富。他们通过如下的方法和检验来发现并查明某人是否不育:取来男性的精液,投入冷水中,如果不育,它立刻化解并迅速散开,像油一样或像病人尿中的云翳一样漂浮在水面上;但如果具有生育能力,它便凝结并下沉到盛水容器的底部。他们用这种方法检验男性,而用如下方法检验女性:他们将海绵、羊毛或亚麻织物浸泡在用玫瑰制成的香液中,或浸泡在某种其他芳香或恶臭的液体中,塞入女性的关节部位,我指的是外阴本身;如果气味通过胸廓上升到鼻孔(因为他用“针对来自外部的呼吸自下而上”这一表述指明了这一点),他们便断定她们是有生育能力的(因为这是通道开放的标志,受孕的经血正可以通过这些通道从上方下行到子宫);但如果气味没有上升,他们就否定她的生育能力;他们说,因为通道是闭塞的,正因如此气味才没有上升,而在闭塞的情况下,经血不可能通过它们自上而下行至子宫;但即使能通过,显然它也不是浓稠且能受孕的,而是水样、稀薄且不育的,并且此外还少到不足以从中形成动物。因此,他们既通过这些内置物来检验她们,也通过涂抹的颜料来检验。他所谓的涂抹颜料,是指艺妓涂抹在睫毛和眉毛上以使其变黑的那些东西。因此,当将要结婚的女子用这些涂抹颜料涂抹眼睛,即睫毛以及睫毛生根的眼睑边缘时,如果这名待嫁女子口中的唾液被染色并变黑,他们便相信她具有生育能力;但如果未被染色,则[相信她是]不育的。因为眼部周围在头部周围的部位中是最具有精质特征的,如果颜料穿透过去并使唾液染色,他们就认为身体的所有通道都是通畅的,并且已经毫无疑问地确信受孕的经血也能通过;但如果未能穿透,则[认为通道]闭合且紧闭。而在交配中眼睛会明显改变形态,不再如交合前那般,对此,检验已为热爱自然研究的人们提供了准确的认知。
- 2.41Τῶν παλαιῶν ἐπειδάν τις ἤμελλε
Τῶν παλαιῶν 是修饰主语 τις 的部分属格,被前置于句首作为主题化成分。
- 2.41ὀλίγον ἢ ὥστε ἐξ αὐτοῦ δύνασθαι ζῷον συστῆναι
ὀλίγον ἢ ὥστε 是表示“太少以至于不能……”的比较结构。形容词 ὀλίγον 后接 ἤ ὥστε 和不定词,构成表达程度不足以产生某结果的习惯句式。
- 2.41ἐναλειφομένης τῆς μελλούσης νυμφευθῆναι τοὺς ὀφθαλμούς
属格独立结构,被动分词(或表示使自身眼部受涂抹的中动语态)ἐναλειφομένης 结合了表示受影响部位的关系宾格(限制宾格)τοὺς ὀφθαλμούς。
