← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§120.1-120.26

个体不育的原因与骡子的普遍不育

注疏者解释了亚里士多德在《动物生成论》746b16中关于雌雄不育原因的问题,区分了在人类或绵羊等动物身上的个别不育(由先天生殖器萎缩、后天疾病、过热过寒或两性特征引起)与在骡子身上的普遍不育。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.40

" Ἔστι δὲ τὸ πρόβλημα καθόλου μέν, διὰ τίνα αἰτίαν ἄγονον ἢ θῆλυ ἢ ἄρρεν ἐστίν." Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστι· τὸ παρὸν πρόβλημά ἐστι καὶ καθόλου καὶ ἐπὶ μέρους, ἐπὶ μὲν ἀνθρώπων καὶ προβάτων καὶ τῶν τοιούτων ἐπὶ μέρους, ἐπὶ δὲ τῶν ἡμιόνων καθόλου. καὶ αἱ μὲν αἰτίαι, δι’ ἃς ἄνθρωποί τινες καὶ βόες καὶ πρόβατα ἄγονά ἐστι, πλείους εἰσί· καὶ γὰρ ἐκ γενετῆς, ἂν πηρωθῶσι τοὺς τόπους1 τοὺς πρὸς τὴν μῖξιν χρησίμους, οὗτοι δ’ εἰσὶν ὄρχεις, ὑστέραι, αἰδοῖα. εἰ γὰρ ἔτι ἐν τῇ μήτρᾳ ὄντος τοῦ ἐμβρύου διά τινα νόσον καταμαρανθῇ ἡ ὑστέρα, εἰ θῆλυ ὂν τὸ ἔμβρυον τυγχάνει, ἢ τὸ αἰδοῖον ἢ οἱ ὄρχεις, εἰ ἄρρεν, ἀνάγκη ἄγονα διὰ τέλους εἶναι τὰ τοιαῦτα ζῷα· καὶ αἱ μὲν γυναῖκες, φησίν, ὧν ἂν αἱ ὑστέραι καταμαρανθεῖεν, οὐχ ἡβῶσι, τουτέστιν οὐ τριχοῦνται τὴν ἥβην, οἱ δὲ ἄρρενες οὐ γενειῶσιν, ἀλλ’ εὐνουχίαι διατελοῦσιν,2 τουτέστιν ἀτρίχωτον ἔχουσι τὴν γένυν ὥσπερ οἱ εὐνοῦχοι. τὰ μὲν οὖν διὰ ταῦτα οὐ γεννῶσι, τοῖς δὲ προϊούσης τῆς ἡλικίας τὸ αὐτὸ συμβαίνει πάσχειν, λέγων τὸ αὐτὸ τὸ μὴ γεννᾶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἄλλοι δὲ ἐκ γενετῆς οὐδέν τι τοιοῦτον πάσχουσι, συμβαίνει δ’ αὐτοῖς τὸ μὴ γεννᾶν προϊούσης τῆς ἡλικίας, καίτοι ὑγιέσι γεννηθεῖσι, διά τινα νόσον. ὥσπερ γὰρ οἱ γεννῶντες τόποι πηροῦνται καὶ ἐν τῇ μήτρᾳ ὄντων τῶν ἐμβρύων, οὕτω καὶ μετὰ τὸ γεννηθῆναι καὶ αὐξηθῆναι διά τινας νόσους· καὶ τὰ μὲν ἐκ γενετῆς εἰσιν ἀνίατα πάντα, τῶν δὲ μετὰ τὴν γένεσιν τὰ μέν εἰσιν ἰατὰ καὶ ἰῶνται, τὰ δ’ οὔ. ἀρρενωποὺς δὲ λέγει γυναῖκας τὰς θερμοτάτας, γίνονται δ’ αὗται ἄγονοι διὰ τὸ μὴ ἔχειν περίττωμα διὰ τὴν πολλὴν θερμότητα· τὸ γὰρ περίττωμα διὰ ψυχρότητα γίνεται. θηλυκοὺς δὲ λέγει τοὺς ψυχροτάτους· λέγοι δ’ ἂν ἴσως καὶ θηλυκοὺς τοὺς ἔχοντας οἷον αἰδοῖον θήλεος καὶ ἀρρενωποὺς τὰς οἷον ἄρρενος· ὤφθησαν γὰρ πολλοὶ τοιοῦτοι.

“而这个问题是普遍的,即出于何种原因不论雌性还是雄性是不育的。” 他实际上所指的是这样的:当前的问题既是普遍的,也是特殊的——在人、绵羊以及此类动物的情形中是特殊的,但在骡子的情形中则是普遍的。而某些人、牛和绵羊之所以不育的原因是多种多样的;因为也有从出生起就[不育的],只要它们在适于交配的部位受到了残害,这些部位就是睾丸、子宫和外阴。因为如果在胚胎尚在子宫中时,由于某种疾病,子宫萎缩了(如果胚胎恰好是雌性),或者外阴或睾丸萎缩了(如果是雄性),那么此类动物终生不育是必然的。他说,子宫萎缩了的女性不会发育成熟,也就是说阴部不会长毛,而雄性则不长胡须,而是始终如同阉人,也就是说像阉人一样下巴没有毛发。因此,有些动物是由于这些原因而不育的,但对另一些动物来说,随着年龄的增长也会遭遇同样的情况,他所谓的“同样的情况”是指不生育。而他的意思是:其他人从出生起并未遭受任何此类情况,尽管生来健全,但由于某种疾病,随着年龄的增长也会遭遇不生育的情况。因为正如生殖器官在胚胎处于子宫中时也会受损一样,在出生之后且长大之后由于某些疾病也是如此;而且先天受损者全都无法医治,而后天受损者有些是可以医治并能治愈的,有些则不能。他所谓的“男性化的”女性是指最热的女性,她们由于极度的热量而没有残余物,因而变得不育;因为残余物是由于寒冷而产生的。而他所谓的“女性化的”[男性]是指最冷的男性;不过也许他也用“女性化的”指称具有类似于雌性外阴的人,用“男性化的”指称具有类似于雄性[器官]的人;因为许多这样的人曾被目击到。

语法注2 条
  1. 2.40ἂν πηρωθῶσι τοὺς τόπους

    被动语态动词 πηρωθῶσι 所统辖的宾格 τοὺς τόπους 是表示受损身体部位的关系宾格(限定宾格)。此外,在包含该条件从句的 καὶ γὰρ ἐκ γενετῆς... 句中,承接前文的主句谓语动词(如 ἄγονά ἐστι)被省略了。

  2. 2.40ἀλλ’ εὐνουχίαι διατελοῦσιν

    εὐνουχίαι 在此作为主格补语与动词 διατελοῦσιν(保持/始终处于……状态)连用,作主格阳性复数,与 εὐνοῦχοι 同义。紧随其后的 τουτέστιν... ὥσπερ οἱ εὐνοῦχοι 对该词的含义作出了释义与补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:120.1-120.26