- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:118.26-119.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物之生成》746a12–746a19,菲洛波庞解释了无子叶小体动物中单胎与多胎胚胎同母体血管的联结结构,驳斥了胎儿伸出舌状肉片摄取营养的假说,并引出异种交配与骡子不育的论题。
" Ἐπεὶ δὲ τὰ μὲν μονοτόκα τὰ δὲ πολυτόκα τῶν τοιούτων ζῴων ἐστίν." Τοιαῦτα ζῷα λέγει τὰ μὴ ἔχοντα κοτυληδόνας. ἐπεὶ οὖν, φησί, τῶν ζῴων τῶν μὴ ἐχόντων κοτυληδόνας τὰ μέν ἐστι μονοτόκα τὰ δὲ πολυτόκα, καὶ τὰ πλείω τῶν ἐμβρύων τὸν αὐτὸν 〈τρόπον〉 ἔχει τῷ ἑνί, τουτέστιν ὥσπερ τὸ ἓν ἔμβρυον ἐρρίζωται καὶ προσπέφυκε τῷ ὀμφαλῷ (εἰ γὰρ ὁ ὀμφαλὸς προσπέφυκε τῷ ἐμβρύῳ, δῆλον ὅτι καὶ τὸ ἔμβρυον τῷ ὀμφαλῷ) ὥσπερ οὖν καὶ ἐπὶ τῶν μονοτόκων τὸ ἔμβρυον ἐρρίζωται ἐν τῷ ὀμφαλῷ, ὁ δ’ ὀμφαλὸς ἐν τῇ μεγάλῃ φλεβὶ τῇ ἀναλογούσῃ τῇ κοτυληδόνι, οὕτω καὶ ἐπὶ τῶν πολυτόκων ἕκαστον μὲν τῶν ἐμβρύων συμπέφυκε καὶ ἐρρίζωται ἐν τῷ οἰκείῳ ὀμφαλῷ, ἕκαστος δὲ τῶν ὀμφαλῶν ἐφεξῆς ἀλλήλοις ἐν τῇ εἰρημένῃ φλεβί. ἔστι δὲ τὸ τῆς λέξεως συνεχὲς ‘καὶ τὰ πλείω τῶν ἐμβρύων τὸν αὐτὸν τρόπον ἔχει τῷ ἑνί·1 πεφύκασι γὰρ τὰ ζῷα ἐκ τοῦ ὀμφαλοῦ’. τὰ δ’ ἄλλα μεταξὺ εἴρηται.
“既然在此类动物中,有些是单胎的,有些是多胎的。” 他所谓的“此类动物”是指不具有子叶小体的动物。他说,既然在不具有子叶小体的动物中,有些是单胎的,有些是多胎的,多数胚胎也与单个胚胎处于相同的[方式],也就是说,正如单个胚胎植根并附着于脐带(因为如果脐带附着于胚胎,显然胚胎也附着于脐带)——正如在单胎动物中,胚胎植根于脐带,而脐带植根于相当于子叶小体的巨大血管中,同样在多胎动物中,每一个胚胎也都长合并植根于各自的脐带中,而每一条脐带又相继植根于上述血管中。本文的承接脉络是:“多数胚胎也与单个胚胎处于相同的方式;因为动物自然由脐带生出”;其余的话语则是插在中间说的。
"Οἱ δὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκίδιόν τι βάλλειν2 οὐκ ὀρθῶς λέγουσιν." Ἦσαν οἱ λέγοντες τὰ ἔμβρυα μὴ τρέφεσθαι διὰ τοῦ ὀμφαλοῦ, ἀλλὰ σάρκα τινὰ ὁμοίαν γλώσσῃ βάλλοντα ἐν ταῖς ὑστέραις ἕλκειν δι’ αὐτῆς τὴν τροφήν. λέγει οὖν μὴ καλῶς τοῦτο λέγειν αὐτούς· εἰ γὰρ ἦν τι τοιοῦτον γλωσσίδιον ἐν τοῖς ἀνθρώποις, ἦν ἂν καὶ ἐν τοῖς ἄλλοις ζῴοις, οὐ φαίνεται δ’ οὐδὲν πλὴν τοῦ ὀμφαλοῦ. ἄλλως τε, φησίν, ἐπειδὴ πάντα τὰ ἔμβρυα καὶ τὰ πλωτὰ καὶ τὰ πτηνὰ καὶ τὰ τῶν πεζῶν περιέχουσι λεπτοὶ ὑμένες, χωρίζοντες αὐτὰ ἀπὸ τῆς ὑστέρας, πῶς οἷόν τε ἦν ἐξέρχεσθαι δι’ αὐτῶν σαρκίδιόν τι; εἰ γὰρ καὶ συγχωρήσει τις εἶναι τοιοῦτόν τι σαρκίδιον, ὅμως ἀνάγκη κωλύεσθαι τοῖς ὑμέσι καὶ μὴ ἐᾶσθαι ἐξέρχεσθαι. ἀλλὰ μὴν οὐδ’ ἐν αὐτοῖς τοῖς ὑμέσιν ἐστι τοιοῦτον σαρκίον· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἐν οἷς οὐδ’ αὐτοῖς ἐστι τοιοῦτον οὐδέν.3 οὔτε οὖν ἐν τοῖς ὑμέσιν ἐστὶ τοιοῦτον σαρκίον οὔτε διὰ τούτων, ἤγουν τῶν ὑμένων, οὐδενὸς ἐνδέχεται ποιεῖσθαι τὴν ἀπόλαυσιν καὶ τὴν λῆψιν τῆς τροφῆς. λείπεται ἄρα διὰ τοῦ ὀμφαλοῦ. τὰ δὲ ᾠοτοκούμενα, φησίν, ὅτι ἔξω αὔξονται, φανερόν, καὶ γίνεται τὸ μὲν τοῦ ᾠοῦ νεοττός, τὸ δὲ τροφή· εἰ δὲ τοῦτο, πῶς οἷόν τε ἐπὶ τούτων σαρκίδια λέγειν; Οὐκ ἀδιάφορα δὲ τῷ εἴδει λέγει τὰ ἑτεροειδῆ· εἰ γὰρ ἀδιάφορος Σωκράτης Πλάτωνος τῷ εἴδει, ἤγουν ὁμοειδής, τὰ οὐκ ἀδιάφορα δῆλον ὡς ἑτεροειδῆ. ἐπαναλαμβάνει δὲ πάλιν ταῦτα, ἵνα τούτοις συνάψῃ τὰ περὶ τῶν ἡμιόνων. λέγει δὲ μίγνυσθαι ἐν τῇ Λιβύῃ καὶ τὰ μὴ ὁμοειδῆ διὰ τὴν σπάνιν τοῦ ὕδατος· συναθροιζόμενα γὰρ πάντα εἰς τοὺς ἔχοντας νάματα τόπους (ὀλίγοι δὲ πάμπαν οἱ τοιοῦτοι τόποι) μίγνυνται καὶ τὰ μὴ ὁμογενῆ. καὶ τὰ γενόμενα ἐκ τῆς τῶν ἀνομοειδῶν ὁμιλίας καὶ τοῦ συνδυασμοῦ πάλιν μίγνυνται καὶ γεννῶσι· τὰ γὰρ γεννηθέντα ἄρρενα καὶ θήλεα ἐκ λύκου καὶ κυνὸς πάλιν αὐτὰ γεννῶσιν ἕτερα· μόνοι δὲ οἱ ὀρεῖς (λέγων ὀρεῖς τὸν ἄρρενα ἡμίονον καὶ τὴν θήλειαν) ἐξ ἀνομοειδῶν γενόμενοι οὐ γεννῶσι συνδυασθέντες, ἀλλὰ κἂν συμβαίῃ ποτὲ συλλαβέσθαι τὴν θήλειαν ἡμίονον, οὐ τελειοῖ τὸ συλληφθέν, ἀλλ’ ἀτελὲς καὶ νεκρὸν ἐκρίπτει αὐτό.
“至于那些说胎儿在子宫中是通过伸出某块小肉片来汲取滋养的人,其说法并不正确。” 曾有人说胚胎不是通过脐带得到滋养,而是通过在子宫中伸出一块类似于舌头的小肉片,借由它汲取营养。因此他说他们这样说是不妥的;因为如果人类身上有某种这样的小舌状物,那么在其他动物身上也应该有,但除了脐带之外别无所见。此外,他说,既然不论是游水的、飞行的还是陆生动物的一切胚胎都被薄膜包裹着,将其与子宫隔开,那么某种小肉片又如何可能穿透它们伸出去呢?因为即使有人承认存在某种这样的小肉片,它也必然会受到薄膜的阻碍而不被允许伸出。而且,在薄膜本身之中也不存在这样的小肉片;因为短语“在它们自身之中也没有任何此类之物”指明的就是这些情况。因此,既不是在薄膜之中存在这样的小肉片,也不可能穿透这些薄膜——即薄膜中的任何一层——来享受和摄取营养。由此剩下的必然是[通过]脐带。他说,卵生动物在外部生长是显而易见的,并且卵的一部分变成雏鸟,另一部分变成营养;如果是这样,在它们身上又怎么可能谈论小肉片呢? 他所谓的“在种上并非无差别的”是指“异种的”;因为如果苏格拉底与柏拉图在种上是无差别的,即属于同一种,那么显然“并非无差别的”就是异种的。他再次重提这些,是为了将关于骡子的内容与这些衔接起来。他说,在利比亚,由于水源匮乏,甚至非同种的动物也会交配;因为所有动物都聚集在有泉水的地方(而此类地方极其稀少),甚至非同属的动物也交配。而由不同种动物的交往与交配所产生者,自身又会交配并繁育;因为由狼和狗所生出的雌雄后代,自身又会生出其他的后代;唯独骡子(他用“骡子”兼指雄骡与雌骡)虽然产生于不同种,交配时却不能繁育,而且即便有时碰巧雌骡受孕,它也不能使所怀之胎成熟,而是将其不完全且死掉地排出体外。
- 2.38τὸν αὐτὸν 〈τρόπον〉 ἔχει τῷ ἑνί
与格 τῷ ἑνί 与 τὸν αὐτόν(“相同的”)连用,作伴随/关联与格,表示比较或对应基准,意为“与单个[胚胎]处于相同的方式”。
- 2.39διὰ τοῦ σαρκίδιόν τι βάλλειν
冠词不定词 τοῦ βάλλειν 跟在介词 διά 之后表示手段。动词 βάλλειν 带直接宾语 σαρκίδιόν τι,作及物动词使用,意为“伸出某块小肉片”(正如菲洛波诺斯在后文正文中以分词短语 σάρκα ... βάλλοντα 所转述的那样)。
- 2.39τὸ ἐν οἷς οὐδ’ αὐτοῖς ἐστι τοιοῦτον οὐδέν
中性单数定冠词 τὸ 将引自亚里士多德原文的分句 ἐν οἷς οὐδ’ αὐτοῖς ἐστι τοιοῦτον οὐδέν 整个名词化,作系动词句的主语,后接表语 δηλωτικόν,意为“‘在它们自身之中也没有任何此类之物’这句话”。
