← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§117.22-118.25

牙齿生长时期与子叶小体对胚胎的营养供给

注疏者解释了亚里士多德《动物生成论》卷二关于牙齿萌出时间与骨骼具备“数目”(被解释为坚硬或完满)的关系,进而阐述了非两颌有齿动物与两颌有齿动物中子叶小体(胎盘结构)的存在、变化及其通过脐带对胚胎进行营养供给的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37#2

τὴν δὲ αἰτίαν τοῦ διὰ τί ἐκπεσόντες πάλιν φύουσιν ἐρεῖ ἐν τῷ τέλει τοῦ πέμπτου βιβλίου τῆς παρούσης πραγματείας. πάλιν δὲ τὸ διὸ τὴν αὐτὴν ἔχουσι φύσιν ταὐτόν ἐστι τῷ ἐκ τῆς αὐτῆς τροφῆς ἀφ’ ἧς τρέφονται τὰ ὀστᾶ, τρέφονταί τε καὶ φύουσιν οἱ ὀδόντες. καὶ τότε, φησί, φύουσι καὶ ἀναβλαστάνουσιν οἱ ὀδόντες, ὅτε τὰ ὀστᾶ ἤδη ἔχει τὸν ἀριθμὸν τὸν αὐτῶν, λέγων ἀριθμὸν τὴν σκληρότητα καὶ τὸ τέλος·1 μετὰ γὰρ τὸ πάντα τὰ ὀστᾶ τὴν τελείαν σκληρότητα δέξασθαι, ἥπερ ἐστὶ τελειότης αὐτῶν (μαλακὰ γὰρ ἐστι πρότερον καὶ διὰ τοῦτο καὶ ἀτελῆ), μετὰ τοῦτο δὴ φύονται οἱ ὀδόντες. δύναταί τις τὸν ἀριθμὸν ἀκούειν καὶ τὸ ποσόν· ἔστι γὰρ τὸ καλούμενον βρέγμα ἐκ τοῦ ἀριθμοῦ καὶ τῆς ποσότητος τῶν ὀστῶν, καὶ τότε λέγεται τὸ ζῷον ὁ ἄνθρωπος ἔχειν τὸν ἅπαντα ἀριθμὸν τῶν ὀστῶν αὐτοῦ, ὅταν τὸ βρέγμα συστῇ, καὶ ἀπολήψεται τὴν αὑτοῦ φύσιν· καθολικωτέρα δὲ ἡ πρώτη ἐπιβολή. ὥστε ἐπειδὴ μετὰ τὸ συστῆναι τὸ βρέγμα καὶ πάντα τὰ ὀστᾶ ἀπαρτισθῆναι καὶ τὴν τελείαν σύμπηξιν λαβεῖν καὶ σκληρότητα τότε οἱ ὀδόντες φύονται, δῆλον ὅτι τὴν αὐτὴν αὐτοῖς τρέφονται τροφήν. καὶ τὰ μὲν ἄλλα ζῷα γεννᾶται ἔχοντα ὀδόντας, ὁ δ’ ἄνθρωπος μὴ ἔχων· εἰ δὲ συμβῇ γεννηθέντα ἔχειν, παρὰ φύσιν ἔχει τοῦτο. λέγει δὲ ὅτι τὰ μὴ ἀμφώδοντα πάντα ἔχει ἐν ταῖς ὑστέραις τὰς καλουμένας κοτυληδόνας· εἰσὶ δὲ αἱ κοτυληδόνες σαρκία, σχῆμα ἔχουσαι ποτηρίου, ἐν αἷς ὥσπερ εἰς ἀγγεῖα εἰσέρχεται τὸ αἷμα, ὃ λαμβάνει ὁ ὀμφαλός. πάντα μὲν οὖν τὰ μὴ ἀμφώδοντα ἔχει τὰς κοτυληδόνας· τῶν δὲ ἀμφωδόντων ὅσων μὲν αἱ ὑστέραι πρὸς ταῖς ἄλλαις φλεψὶ ταῖς πυκναῖς καὶ πολλαῖς ἔχουσι καὶ μίαν τινὰ μεγάλην φλέβα διατείνουσαν, ταῦτα οὐκ ἔχουσι κοτυληδόνας διὰ τὸ ἐκπληροῦν τὴν τῶν κοτυληδόνων χρείαν τὴν μεγάλην φλέβα· ὅσα δὲ τὰς μὲν πολλὰς καὶ πυκνὰς ἔχει, μεγάλην δ’ οὐκ ἔχει, ταῦτα ἔχει κοτυληδόνας. ἕκαστον δὲ τῶν ἐχόντων αὐτὰς ἀνὰ μίαν ἔχει·2 οὐδὲν γὰρ ἔχει δύο κοτυληδόνας. καὶ τὸ μὲν χόριόν ἐστιν ἐκτὸς πάντων, οἱ δὲ λοιποὶ δύο ὑμένες ἐντὸς τοῦ χορίου. εὐλόγως δὲ καὶ αἱ κοτυληδόνες πρῶτον μέν εἰσι μεγάλαι, κατὰ βραχὺ δὲ σμικρύνονται καὶ τέλος ἀφανίζονται. πρῶτον μὲν γὰρ ἐλάττονος ὄντος τοῦ ἐμβρύου καὶ ὀλίγην λαμβάνοντος τροφὴν ἀνάγκη τὴν κοτυληδόνα μεγάλην εἶναι, ἵνα δέχηται καὶ χωρῇ τὸ αἷμα, ὕστερον δὲ αὐξομένου καὶ πολλὴν λαμβάνοντος τροφὴν μειοῦσθαι διὰ τὸ καὶ τὴν εἰσερχομένην ἐν αὐτῇ τροφὴν ἐλάσσονα εἶναι τῆς πρότερον εἰσερχομένης. φλεγμασίαν δὲ λέγει τὴν φλεγμονὴν καὶ τὸ οἴδημα τὸ γινόμενον ἐν τοῖς μέλεσιν ἡμῶν διά τινα νόσον ἢ πρόσπταισμα. ἔστι γάρ, φησίν, ἐξάνθημα καὶ φλεγμονὴ ἡ κοτυληδών· ὥσπερ γὰρ τὸ ἐξάνθημα καὶ ἡ φλεγμονὴ κατὰ βραχὺ συνίσταται καὶ παύεται, οὕτω καὶ ἡ κοτυληδών. τὰ δὲ πολλὰ τῶν κολοβῶν ζῴων, ὁμοίως δὲ καὶ τῶν ἀμφωδόντων κοτυληδόνα μὲν οὐκ ἔχει, ἔχει δ’ ἀντ’ αὐτῆς μεγάλην φλέβα, ἐν ᾗ ἐρριζωμένος ὢν ὁ ὀμφαλὸς ἕλκει τὴν τροφὴν ἀπ’ αὐτῆς ὥσπερ καὶ ἀπὸ τῶν κοτυληδόνων.

至于为什么它们在脱落后会再次生长的原因,他将在本著作第五卷的末尾进行说明。而“因此它们具有相同的本性”,等同于:牙齿由滋养骨骼的同一种营养得到滋养并生长。他说,牙齿正是在骨骼已经具备其自身的数目时才生长并发芽的;他将“数目”指称为坚硬与完满;因为在所有的骨骼获得其完全的坚硬(这正是它们的完满状态;因为此前它们是柔软的,且因此也是未完满的)之后,牙齿正是紧随此后生长的。人们也可以将“数目”理解为数量;因为所谓的颅顶骨属于骨骼的数目与数量,当颅顶骨凝固并恢复其自身的本性时,人这种动物才被称为具有其骨骼的全部数目;然而第一种理解更为普遍。因此,既然牙齿是在颅顶骨凝固、所有骨骼完备并获得其完全的凝固与坚硬之后才生长的,那么显而易见,它们由与它们〔骨骼〕相同的营养得到滋养。 其他动物出生时带有牙齿,而人出生时不带牙齿;如果碰巧出生时带有牙齿,这也是反常的。他还说,凡非两颌有齿的动物在子宫中都具有所谓的子叶小体。子叶小体是一些小肉块,呈杯状,血液宛如流入容器般流入其中,并由脐带接收。因此,所有非两颌有齿的动物都具有子叶小体;而在两颌有齿的动物中,凡其子宫除了其他稠密而众多的血管外还具有一条延伸的巨大血管者,这些动物就不具有子叶小体,因为巨大血管满足了子叶小体的功用;而凡具有众多且稠密的血管而没有巨大血管者,则具有子叶小体。凡具有它们者,每一个都各自拥有一个;因为没有任何生物具有两个子叶小体。绒毛膜位于一切之外,而其余两层膜位于绒毛膜之内。子叶小体起初很大,随后逐渐变小并最终消失,也是合乎情理的;因为起初胎儿较小且摄取较少营养时,子叶小体必须较大,以便接收并容纳血液;但在后来胎儿长大并摄取大量营养时,子叶小体必然缩小,因为进入其中的营养也比此前进入的要少。他所谓的“炎症”指的是肿胀,以及由于某种疾病或碰撞而在我们肢体中发生的浮肿;因为他说,子叶小体就是疹块和炎症;因为正如疹块和炎症逐渐形成而后止息一样,子叶小体也是如此。多数残缺的动物,以及同样多数两颌有齿的动物,并不具有子叶小体,而是具有一条巨大血管来代替它;脐带植根于其中,像从子叶小体中一样从中汲取营养。

语法注2 条
  1. 2.37λέγων ἀριθμὸν τὴν σκληρότητα καὶ τὸ τέλος

    属于双重宾格结构,其中 ἀριθμόν 为直接宾语,τὴν σκληρότητα καὶ τὸ τέλος 为谓词性宾格。注疏者在此将亚里士多德原文中“骨骼具备数目”的“数目(ἀριθμός)”解释为“坚硬与完满(τελειότης)”,而非单纯的骨骼数量。

  2. 2.37ἕκαστον δὲ τῶν ἐχόντων αὐτὰς ἀνὰ μίαν ἔχει

    介词短语 ἀνὰ μίαν 支配数词宾格,表示分配(distributive),意为“各自各有一个”。这与后文的 οὐδὲν γὰρ ἔχει δύο κοτυληδόνας(没有任何个体具有两个子叶小体)相呼应,说明每个胎儿或个体对应一个子叶小体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:117.22-118.25