← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§116.17-117.22

牙齿的营养性质及其脱落再生的原因

注解亚里士多德《动物之生成》745a18,论证了牙齿与骨骼享用相同营养(通过与皮肤颜色是否同化来证明)、贪食动物牙齿的磨损破碎、老年时牙齿脱落的目的论原因,以及关于牙齿脱落与再生机制的文本读法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37#1

" Περὶ δὲ ὀδόντων ἀπορήσειεν ἄν τις. εἰσὶ γὰρ τὴν φύσιν τὴν αὐτὴν ἔχοντες τοῖς ὀστοῖς." Ὅτι μὲν οἱ ὀδόντες οὔκ εἰσιν ὀστᾶ, καὶ αὐτὸς προϊὼν ἐρεῖ· λέγει δὲ τὴν αὐτὴν ἔχειν φύσιν τοῖς ὀστοῖς διὰ τὸ ἐκ τῆς αὐτῆς τροφῆς τρέφεσθαι ἀφ’ ἧς καὶ τὰ ὀστᾶ. ὥστε τὸ καὶ γίνονται ἐκ τῶν ὀστῶν ταὐτόν ἐστι τῷ καὶ τρέφονται ἐκ τῆς αὐτῶν τροφῆς, τοῦτο δὲ ταὐτόν ἐστι τῷ καὶ τρέφονται ἐκ τῆς τροφῆς, ἐξ ἧς καὶ τὰ ὀστᾶ, ὥσπερ αὖ ὄνυχες ὁπλαί τε καὶ τὰ ὅμοια τρέφονται ἐξ ἧς καὶ τὸ δέρμα. σημεῖον δὲ τούτου παρέθετο τὸ συμμεταβάλλειν τὰς χρόας. εἰ γὰρ ἐστι τὸ δέρμα μέλαν, καὶ οἱ ὄνυχες μέλανές εἰσι καὶ τὰ κέρατα· τῶν γὰρ Αἰθιόπων οἱ ὄνυχες μέλανες. ἐπεὶ οὖν οἱ μὲν ὄνυχες συμμεταβάλλουσι τῷ δέρματι τὰς χρόας, οἱ δὲ ὀδόντες οὐ συμμεταβάλλουσι (λευκοὶ γὰρ οἱ τῶν Αἰθιόπων) οὐκ ἐκ τῆς αὐτῆς τρέφονται τροφῆς, ἐξ ἧς τὸ δέρμα, ἀλλ’ ἐξ ἧς τὰ ὀστᾶ. τὸ δὲ ἓν γὰρ τῶν ὀστῶν ἐστιν, ὅσα ἔχει ὀδόντας καὶ ὀστᾶ, ἴσον ἐστὶ τῷ οἱ γὰρ ὀδόντες ἕν τι γένος τῶν ὀστῶν εἰσι, τουτέστιν ἐκ τῆς αὐτῆς τρέφονται ἀφ’ ἧς καὶ τὰ ὀστᾶ τροφῆς, καὶ ἐπὶ τούτῳ οὐ συμμεταβάλλουσι τῷ δέρματι. βρωτικὰ δὲ καὶ μεγάλους μὴ ἔχοντα ὀδόντας λέγει τὰ ἀδηφάγα τῶν ζῴων. τούτων γὰρ καταθραύονται οἱ ὀδόντες διὰ τὴν βραχύτητα· βραχεῖς γὰρ ὄντες οὐ δύνανται στέγειν πρὸς οὕτω συνεχῆ καὶ διόλου γινομένην λειτουργίαν.1 καὶ ἐπεὶ τοὺς μὲν πρὸς τὸ τέμνειν, τοὺς δὲ πρὸς τὸ λεαίνειν τὴν τροφὴν πεποίηκε τῶν ὀδόντων ἡ φύσις, εὐλόγως τὴν ὑπόλειψιν αὐτῶν πρὸς τῷ γήρει μεμηχάνηται· ὅταν γὰρ ἤδη μέλλῃ θνήσκειν φυσικῶς τὸ ζῷον, τότε ὡς μηκέτι χρείαν ἔχουσα τῶν ὀδόντων ἐᾷ αὐτοὺς πίπτειν, καὶ διὰ τοῦτο οἱ πλείους τῶν ἀνθρώπων ἐν γήρει ὀλίγους ἔχουσι τοὺς ὀδόντας. τὸ γὰρ συνάγει γὰρ εἰς τὸ γῆρας καὶ τὴν τελευτήν (λέγει τελευτὴν τὸν θάνατον) τὴν ὑπόλειψιν τῶν ὀδόντων ἴσον ἐστὶ τῷ ἐᾷ τοὺς ὀδόντας ἡ φύσις πίπτειν καὶ ὑπολείπειν ἤδη ἐγγὺς τοῦ θανάτου γινομένων ἡμῶν. τὸ δὲ καὶ γὰρ ἂν συνεχῆ τὴν αὔξησιν εἶχον, ὅμως ἂν ἄχρηστοι λεαινόμενοι πρὸς τὴν ἐργασίαν ἦσαν κατασκευαστικόν ἐστι τοῦ καὶ φύεσθαι πολλάκις.2 εἰ γὰρ καὶ συνεχῆ τὴν αὔξησιν εἶχον, ἀλλ’ ὅμως προστριβομένων ἀνάγκη ἦν λεαίνεσθαι αὐτοὺς καὶ ἀμβλύνεσθαι καὶ ἀχρήστους γίνεσθαι πρὸς τὴν τῆς τροφῆς ἐργασίαν· λεαινομένων δὲ καὶ ἀχρήστων γινομένων ἑπόμενον ἦν πίπτειν, φύεσθαι δὲ ἄλλους ὀξεῖς καὶ μένειν ἄχρις ἂν ἀμβλυνθῶσιν, εἶτα πίπτειν καὶ πάλιν ἄλλους φύεσθαι. τὸ δὲ διὸ καὶ πάλιν δύνανται φύεσθαι ἐκπεσόντες οὕτω ἀναγνωστέον ‘διὸ καὶ φύσαντες ἐκπίπτουσι’·3 τὸ γὰρ ἅπτεσθαι τῶν ὀστῶν καὶ μὴ συμπεφυκέναι αὐτοῖς οὐκ ἔστιν αἴτιον τοῦ φύεσθαι ἐκπεσόντας, ἀλλὰ τοῦ φύσαντας ἐκπίπτειν. εἰ μὲν γὰρ ἦσαν συνεχεῖς καὶ συμπεφυκότες τοῖς ὀστοῖς, οὐκ ἂν ἐξέπιπτον· νῦν δὲ ἐπειδὴ ἅπτονται, ἐκπίπτουσι.

“关于牙齿,人们可能会提出疑问;因为它们具有与骨骼相同的本性。” 牙齿并不是骨骼,他自己在下文中也会说明;但他之所以说它们与骨骼具有相同的本性,是因为它们与骨骼同样由相同的营养得到滋养。因此,“且它们由骨骼生成”就等同于“且它们由其营养得到滋养”,而这又等同于“且它们由滋养骨骼的同一种营养得到滋养”,正如指甲、蹄及类似部分由滋养皮肤的同一种营养得到滋养一样。作为这一点的证据,他引证了体色的共同变化;因为如果皮肤是黑色的,指甲也是黑色的,角也是[黑色的];因为埃塞俄比亚人的指甲是黑色的。因此,既然指甲与皮肤共同改变颜色,而牙齿不共同改变(因为埃塞俄比亚人的牙齿是白的),那么它们就不是由滋养皮肤的同一种营养滋养的,而是由滋养骨骼的同一种营养滋养的。而“因为凡具有牙齿和骨骼者,[牙齿]是骨骼之一”,等同于“因为牙齿是骨骼的一个属,也就是说,它们由滋养骨骼的同一种营养滋养,因此它们不与皮肤共同改变[颜色]”。所谓“善食而没有大牙齿者”,他指的是动物中贪食者;因为这些动物的牙齿因其短小而破碎;因为牙齿短小,它们无法承受如此持续且贯穿始终的作用。既然自然造就了牙齿中的一部分用于切断,另一部分用于磨碎食物,那么自然安排它们在衰老时脱落就是合乎情理的;因为当动物正要自然死亡时,自然便视作不再需要牙齿而任由它们脱落,正因如此,大多数人在老年时牙齿很少。因为“它将牙齿的断绝汇集于衰老与终结(他将死亡称为终结)”,就等同于:当我们已经临近死亡时,自然任由牙齿脱落和断绝。而“因为即使它们具有持续的增长,然而在被磨平之后,对于其功用仍将是无用的”,是对它们多次生长的论证。因为即使它们具有持续的增长,然而当相互摩擦时,它们必然会被磨损变钝,并对食物的加工变成无用之物;而在被磨损变钝且变成无用之时,其必然结果便是它们脱落,而其他锋利的牙齿生长出来并保持到变钝为止,然后脱落,进而再次长出其他的牙齿。而“因此它们在脱落之后也能再次生长”,应当这样读作:“因此它们在长出之后便会脱落”;因为触及骨骼而未与骨骼合生,并不是脱落之后生长的原因,而是长出之后脱落的原因。因为如果它们与骨骼是连续且合生的,它们就不会脱落;但事实是,既然它们只是触及[骨骼],它们就会脱落。

语法注3 条
  1. 2.37οὐ δύνανται στέγειν πρὸς οὕτω συνεχῆ καὶ διόλου γινομένην λειτουργίαν

    此处动词 στέγω 为不及物或绝对用法,后接介词短语 πρὸς ...,表示“承受住……”或“抵御……”。其中 λειτουργία 指咀嚼的作用或功用。

  2. 2.37κατασκευαστικόν ἐστι τοῦ καὶ φύεσθαι πολλάκις

    表语形容词 κατασκευαστικός 与带冠词不定词属格 τοῦ ... φύεσθαι 搭配,构成注疏文献中常见的论理程式,意为“用于论证/确立……”。此处指前面的反事实条件句论证了牙齿多次生长的必要性。

  3. 2.37οὕτω ἀναγνωστέον ‘διὸ καὶ φύσαντες ἐκπίπτουσι’

    由动形容词 ἀναγνωστέον 构成的无人称句(“应当读作……”),用以引出注解者针对传抄文本所提出的校订或修正读法。下文(τὸ γὰρ ἅπτεσθαι...)解释了为何此处应作主动不定过去分词 φύσαντες(“长出之后脱落”)而非 ἐκπεσόντες(“脱落之后生长”)的逻辑理据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:116.17-117.22