- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:115.15-116.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者根据亚里士多德使用复数等字句,论证了营养的残余物具有双重性,并阐释了骨骼、毛发和爪等部分的梯次营养供应,以及老年脱发和患病时毛发生长的原因。
ὅτι δὲ διττὸν τὸ περίττωμα, τὸ μὲν τῆς πρώτης τροφῆς, τὸ δὲ τῆς δευτέρας, ἐδήλωσε καὶ αὐτὸς πληθυντικῶς εἰπὼν ἐκ δὲ τῶν περιττωμάτων, ἀλλ’ οὐχ ἑνικῶς ἐκ δὲ τοῦ περιττώματος. ἐκ τούτου τε ἐδήλωσε τὸ διττὸν τοῦ περιττώματος καὶ ἐκ τοῦ συγκεχυμένως εἰπεῖν ὀστᾶ καὶ νεῦρα καὶ τρίχας· καίτοι οὐκ ἐκ τῆς αὐτῆς τροφῆς τρέφονται αἱ τρίχες, ἀφ’ ἧς τὰ ὀστᾶ, ἀλλ’ ὥσπερ ἐπὶ ταῖς οἰκονομίαις τὸ μὲν λέγεται σεμίδαλις, τὸ δὲ περίττωμα τῆς σεμιδάλεως ἄλευρον, τὸ δὲ περίττωμα τῶν ἀλεύρων πίτυρον, οὕτω καὶ ἐν τῇ φύσει τὸ τρίτον, ὑφ’ οὗ τρέφονται αἱ τρίχες, τὰ ῥύγχη, τὰ ὅμοια, περίττωμα λέγεται περιττώματος· καὶ ὥσπερ ἐν ταῖς οἰκονομίαις ἐσχάτως ἀποκρίνεται τὸ πίτυρον, οὕτως ἐν τῇ φύσει ἡ τῶν ὁπλῶν καὶ τριχῶν καὶ ὀνύχων τροφή. καὶ εἰσὶ τὰ μὲν αἰσθητήρια καὶ πάντα τὰ τιμιώτερα ὥσπερ δεσπότης καὶ ἐλεύθερος, τὰ δ’ ὀστᾶ καὶ πάντα τὰ ὀργανικὰ δοῦλοι, τρίχες δὲ καὶ ὄνυχες καὶ τὰ τούτων συγγενῆ συντρεφόμενα. σπερματικὴν δὲ περίττωσιν λέγει τὸ καταμήνιον, ἐν ᾧ πρώτως ἐσκιαγράφησε καὶ διέγραψεν ἡ ἐν τῇ καρδίᾳ ψυχὴ πάντα τὰ μόρια. εἰπὼν δὲ ὅτι ἐν τῇ πρώτῃ συστάσει γίνεται (τὸ γίνεσθαι ἐνταῦθα ἀντὶ τοῦ διαγράφεσθαι καὶ σκιαγραφεῖσθαι λαβὼν) τὰ ὀστᾶ, τρέφεται δὲ καὶ τελειοῦται ἐξ ἧς καὶ τὰ ἀναγκαῖα μόρια, ἐπήγαγε ταύτης μέντοι αὐτῆς τὰ ὑπολείμματα, λέγων ταύτην τὴν πρώτην τροφήν.1 τὸ δὲ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν οὐχ ἁπλῶς λέγομεν τὰ ὀστᾶ τρέφεσθαι ἐκ τῆς πρώτης τροφῆς, ἀλλ’ ἐκ τῶν ὑπολειμμάτων καὶ περιττωμάτων τῆς πρώτης’. ὥσπερ γὰρ ἐν παντί, τουτέστιν ἐν πᾶσι τοῖς τοῦ ζῴου μέρεσι, τὸ μὲν γίνεται καὶ ἔστι πρότερον καὶ τιμιώτερον, οὕτω καὶ ἐπὶ τῆς τροφῆς. ὅτι δὲ τὰ ῥύγχη καὶ αἱ ὁπλαὶ καὶ τὰ τοιαῦτα, ὅτε ἐξέλθῃ τὸ ζῷον, οἷον ὕδωρ εἰσί, μᾶλλον δὲ μυξώδη, ὕστερον δὲ καὶ συνίστανται καὶ στερεὰ καὶ τέλεια γίνονται, δῆλον τῇ αἰσθήσει. εἰπὼν δὲ ὅτι διὰ τοῦτο τὰ μὲν ὀστᾶ οὐκ ἀεὶ λαμβάνει αὔξησιν καὶ εἰπὼν ὅτι διὰ τὸν ὅρον τοῦ τῶν ζῴων μεγέθους (ὅσον γάρ ἐστι τὸ τῶν ὀστῶν μῆκος καὶ ὁ ὄγκος, τοσοῦτόν ἐστι καὶ ἕκαστον τῶν ζῴων), ἐπειδὴ μὴ πᾶσαν τὴν αἰτίαν ἐπήγαγε τοῦ τίνος χάριν οὐκ ἀεὶ αὔξεται τὰ ὀστᾶ, ἀλλὰ μέρος τι τῆς ὅλης αἰτίας, ἐπηγγείλατο ὕστερον εἰπεῖν περὶ αὐτοῦ.2 ὑπολείπει δὲ ἡ τῶν τριχῶν τροφὴ ἐν τῷ πάμπαν ἐσχάτῳ γήρει εὐλόγως· ἐπειδὴ γὰρ περίττωμά ἐστιν ἡ τοιαύτη τροφὴ τῆς κατειργασμένης τροφῆς, ὅταν μὴ δύνηται τὴν πρώτην τροφὴν ἀλλοιῶσαι καὶ κατεργάσασθαι, δῆλον ὡς οὐδὲν περίττωμα ἔσται, ἐξ οὗ αἱ τρίχες τραφήσονται· εἰ δὲ τοῦτο, ἀνάγκη πίπτειν αὐτάς. ἐν ταῖς νόσοις δὲ αἱ τρίχες αὔξονται, τὰ δ’ ὀστᾶ μᾶλλον φθίνει, ὅτι συμφθίνει τῷ σώματι.
而残余物是双重的,一种属于第一种营养,另一种属于第二种营养,他自己也通过用复数说“而由残余物”,而不是用单数说“而由残余物”表明了这一点。无论是从这一点,还是从混杂地提及骨骼、筋腱和毛发,他都表明了残余物的双重性;尽管毛发并非由滋养骨骼的同一种营养所滋养,而是正如在家政中一种被称为精白面粉,精白面粉的残余物被称为粗面粉,粗面粉的残余物被称为麸皮,同样在自然中,毛发、喙及类似部分借以得到滋养的第三种东西也被称为残余物的残余物;正如在家政中麸皮是最后被分离出来的,在自然中蹄、毛发和爪的营养也是如此[最后被分离出来]。感觉器官和所有较尊贵的部分就像主人和自由人,骨骼和所有工具性的部分就像奴隶,而毛发、爪以及与它们同类的部分就像共同抚养的生物。他所说的“精液性残余物”是指经血,心脏中的灵魂最初在其中草绘并勾勒出了所有的部分。在说明了骨骼在最初的构成中生成(在此将“生成”理解为“被勾勒轮廓和被草绘”),且与必要的各部分同样由该营养得到滋养和完成之后,他补充说:“然而正是这一东西的剩余物”,以“这一东西”指代第一种营养。而所述的话是这样被补充的,好似他在说:“我们并非简单地说骨骼是由第一种营养滋养的,而是由第一种营养的剩余物和残余物滋养的。”因为正如在整体中,即在动物的所有部分中,某个部分先于他者并更尊贵地生成且存在,对于营养而言也是如此。至于喙、蹄和此类部分在动物出生时如水一般,或者更确切地说是粘液状的,后来凝固并变得坚硬而完备,这对感觉而言是显而易见的。在说明了骨骼正是因为这个原因并非总是在增长,并且说明了是因为动物体型大小的限制(因为骨骼的长度和体积有多大,每只动物也就有多大)之后,由于他并未补充说明骨骼为何不总是增长的全部原因,而只是补充了整个原因的某一部分,因此他许诺稍后再谈论此事。而毛发的营养在极其衰老时断绝是合乎情理的;因为既然这种营养是经过消化的营养的残余物,当[身体]无法改变和消化第一种营养时,显然就不会有毛发赖以滋养的残余物;如果这样,毛发必然会脱落。但在疾病中,毛发会生长,而骨骼反而趋于衰竭,因为[骨骼]是与身体一同衰竭的。
- 2.36ἐπήγαγε ταύτης μέντοι αὐτῆς τὰ ὑπολείμματα, λέγων ταύτην τὴν πρώτην τροφήν
引用短语 ταύτης μέντοι αὐτῆς τὰ ὑπολείμματα 作为动词 ἐπήγαγε(补充)的直接宾语。随后的分词短语 λέγων ταύτην τὴν πρώτην τροφήν 采用了双重宾格结构,意为“以‘这一东西’(ταύτην)指代第一种营养(τὴν πρώτην τροφήν)”。
- 2.36εἰπὼν δὲ ὅτι διὰ τοῦτο... ἐπειδὴ μὴ πᾶσαν τὴν αἰτίαν ἐπήγαγε... ἐπηγγείλατο ὕστερον εἰπεῖν περὶ αὐτοῦ
整个句子的骨干结构是:由两个前置的分词短语 εἰπὼν ὅτι... 以及原因从句 ἐπειδὴ μὴ... 在前作铺垫,最终收拢于主句动词 ἐπηγγείλατο(许诺)及其不定式补足语 ὕστερον εἰπεῖν περὶ αὐτοῦ(稍后再谈论此事)。
