- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:114.12-115.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《动物生成论》744b11的注解。菲洛波庞借用管家根据谷物品质分别分发给自由人、奴隶和家畜的比喻,解释自然如何利用三级不同纯度的营养,依次生成肌肉与感觉器官、工具性部分以及毛发和角等结构。
" Τῶν δ’ ἄλλων γίνεται μορίων ἕκαστον ἐκ τῆς τροφῆς." Εἰπών, τίσιν ὀργάνοις χρωμένη ἡ φύσις καὶ τρόποις ποίοις ποιεῖ τὸ χόριον, τὸ δέρμα, τοὺς ὀφθαλμούς, νῦν προτίθεται εἰπεῖν καὶ περὶ τῶν ἄλλων, οἷον σαρκὸς καὶ τῶν λοιπῶν αἰσθητηρίων, ὀστῶν τε καὶ ὀδόντων καὶ νεύρων. πρὸ δὲ τῆς τῶν λεγομένων σαφηνείας ἄξιον ὑπομνησθῆναι καὶ ῥηθῆναι τὰ πολλάκις εἰρημένα, ὅτι ἡ ἐν τῷ σπέρματι ψυχὴ πρῶτον μὲν διαγράφει, εἶθ’ οὕτω τελειοῖ τὴν καρδίαν, καὶ ἐν αὐτῇ ἐγκατοικήσασα πρῶτον μὲν διαγράφει καὶ οἱονεὶ σκιαγραφεῖ ἅπαντα ὁμοῦ τὰ μόρια ἐκ τῆς ὕλης, ἐξ ἧς καὶ τῆς γονῆς συνέστη τὸ κύημα, εἶτ’ ἐκ τῆς ὑστέρας λαμβάνουσα τὴν τροφὴν διὰ τοῦ ὀμφαλοῦ αὔξει καὶ τελειοῖ τὰ μὲν ἐπιτηδειότερα καὶ τιμιώτερα πρῶτον (ταῦτα δὲ ἦσαν τὰ ἄνωθεν τοῦ ὑποζώματος), καὶ τούτων πάλιν τὰ μὲν πρότερον, τὰ δ’ ὕστερον, ὕστερον δὲ πάντων τελειοῖ τὰ ὀργανικά, οἷον πόδας, τὰ ὅμοια. τούτων οὕτως ὑπομνησθέντων τὰ λεγόμενά εἰσι τοιαῦτα· ὥσπερ γάρ, φησίν, ὁ ἀγαθὸς οἰκονόμος τοῦ ἀληλεσμένου σίτου τὸ μὲν καθαρώτερον καὶ βέλτιον, οἷον τὸ σταῖς, ἀπεργάζεται ἄρτον τοῖς ἐλευθέροις καὶ τοῖς δεσπόταις, τὸ δὲ χεῖρον τοῖς δούλοις, τὸ δ’ ἔτι χεῖρον, οἷον τὰ πίτυρα, χοίροις καὶ ἀλεκτρυόσι καὶ τοῖς ὁμοίοις (ταῦτα γὰρ εἶπε συντρεφόμενα), οὕτω καὶ ἡ φύσις· τὰ μὲν γὰρ τιμιώτατα καὶ μετειληφότα τῆς κυριωτάτης ἀρχῆς, οἷον σάρκες καὶ τὰ λοιπὰ αἰσθητήρια, γίνονται ἤτοι τρέφονται καὶ τελειοῦνται ὑπὸ τῆς φύσεως διὰ τοῦ καθαρωτάτου καὶ πεπεμμένου καὶ λόγον ἔχοντος τῆς σεμιδάλεως ἧς τροφῆς καθαρωτάτης ἐκ τῆς ὑστέρας λαμβάνει·1 ἐκ δὲ τοῦ ἧττον πεπεμμένου καὶ περιττώματος καὶ τῇ τῶν δούλων τροφῇ ἀναλογοῦντος τὰ ὀργανικά, οἷον πόδες, ἔντερα, κοιλία, τὰ ὅμοια· ἐκ δὲ τοῦ περιττώματος ταύτης πάλιν καὶ πιτύροις ἀναλογοῦντος τρίχες ὁπλαί, ὄνυχες κέρατα, τὰ ὅμοια. ὥσπερ γὰρ τῆς πρώτης καὶ καθαρωτάτης τροφῆς, ἀφ’ ἧς τρέφονται τὰ τιμιώτατα, ἦν τι περίττωμα καὶ ὑπόλειμμα, ὑφ’ οὗ περιττώματος λέγομεν τρέφεσθαι τὰ ἀναγκαῖα μόρια, οἷον τὰ ὀργανικά, οὕτως ἐστὶ τρίτον, ὅπερ ἐστὶν ὑπόλειμμα καὶ περίττωμα τῆς δευτέρας τροφῆς, ὑφ’ οὗ τρίτου τρέφονται ὄνυχες ῥύγχη κέρατα, τὰ ὅμοια. ἐπὶ τούτῳ γὰρ ἔσχατα ταῦτα πάντων γίνεται καὶ τελειοῦται, ὅτι καὶ ἡ τοιαύτη περίττωσις ἐσχάτως ἀναφαίνεται· δεῖ γὰρ τὰ τιμιώτατα πρῶτον λαβεῖν τὴν πρώτην, ἵνα ταύτης ληφθείσης ἐαθῇ τὸ περίττωμα αὐτῆς, εἶτα τὰ ἀναγκαῖα λαβεῖν τὸ καθαρώτατον τοῦ περιττώματος τούτου, καὶ οὕτως ἀναφανήσεται ἡ ἐσχάτη ἡ πιτύροις ἀνάλογος. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια εἴρηται· τὰ δὲ κατὰ τὴν λέξιν θεωρητέον. θύραθεν οὖν λέγει νοῦν ἢ τὸν ἀγαθὸν οἰκονόμον ἢ τὸν δημιουργοῦντα τοὺς ἄρτους.2
“而其它各部分则每一个都由营养生成。” 在说明了自然使用何种工具并以何种方式制造绒毛膜、皮肤和眼睛之后,现在他打算也谈论其余的部分,如肌肉和其余的感觉器官、骨骼、牙齿和筋腱。但在阐明所述内容之前,值得回忆并重述经常说过的事情:精液中的灵魂首先勾勒出轮廓,然后由此完成心脏,并且定居于其中之后,首先从质料——胎儿正是由该质料和精液构成的——中同时勾勒出所有部分的轮廓,好似打下草图,然后通过脐带从子宫吸取营养,首先使更适合、更尊贵的部分生长并完成(这些是横膈膜以上的部分),而在这些部分之中,又先完成某些部分,后完成另一些部分,而在所有部分中最后完成工具性的各部分,如脚及类似的部分。在这样回忆了这些之后,所述的内容如下:因为他说,正如优秀的管家把碾磨过的谷物中较纯净和较优良的部分(例如生面团)制作成面包分给自由人和主人们,把较差的部分分给奴隶,把更差的部分(例如麸皮)分给猪、公鸡和类似的禽畜(因为他把这些称为“共同抚养的生物”),自然也是如此。因为最尊贵且分有最主导始原的部分(如肌肉和其余的感觉器官),乃是由自然借助其从子宫所接收的最纯净营养中那最纯净、经过消化且相当于精白面粉的部分而生成,即得以滋养并完成;而由消化程度较差的、属于残余物且相当于奴隶食物的部分,[生成]工具性的各部分,如脚、肠、胃及类似的部分;再由这部分的残余物(相当于麸皮)[生成]毛发、蹄、爪、角及类似的部分。因为正如最尊贵的部分借以得到滋养的第一种且最纯净的营养,存在某种残余物和剩余物,我们说必要的各部分(如工具性部分)正是由这种残余物滋养的;同样地,也存在第三种东西,它是第二种营养的剩余物和残余物,爪、喙、角及类似的部分正是由这第三种东西滋养的。因为正是出于这个原因,这些部分才在所有部分中最后生成并完成,即此类残余物也是最后才显现出来的;因为最尊贵的部分必须首先吸取第一种[营养],以便在此被吸取之后留下其残余物,然后必要的各部分吸取这残余物中最纯净的部分,这样,相当于麸皮的最后一部分才会显现出来。所述内容的含义至此已阐明;但我们必须依字句进行考察。因此,他说“来自外部的心灵”,是指优秀的管家,或者是制作面包的工匠。
- 2.36ἧς τροφῆς καθαρωτάτης ἐκ τῆς ὑστέρας λαμβάνει
此处为先行词融入关系从句并发生格吸引(antecedent incorporation and attraction)的构文:先行词 τροφῆς καθαρωτάτης 被同化为属格,与关系代词 ἧς 一致。在句法上,它相当于 ἐκείνης τῆς καθαρωτάτης τροφῆς, ἣν ἐκ τῆς ὑστέρας λαμβάνει(“从其从子宫所吸取的最纯净营养中”),作为由 διά 所支配的中性形容词与分词短语(διὰ τοῦ καθαρωτάτου...)的部分属格。
- 2.36θύραθεν οὖν λέγει νοῦν ἢ τὸν ἀγαθὸν οἰκονόμον ἢ τὸν δημιουργοῦντα τοὺς ἄρτους
动词 λέγει 带双宾格(直接宾语与谓词性宾语),意为“将‘外部的心灵’[亚里士多德原句中的短语]解释为优秀的管家或制作面包的工匠”。其中 θύραθεν νοῦν 是被解释的引述词句(直接宾语),而带定冠词的 ἢ τὸν ἀγαθὸν οἰκονόμον ἢ τὸν δημιουργοῦντα 是对其进行解释的谓词性宾语。
