- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:113.5-114.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯补足了亚里士多德原文中关于嗅觉与听觉感觉器官的省略句,解释了视觉小静脉止于脑膜以及心脏之热的纯度,进而阐明婴儿眼睑和四肢运动因远离运动始原而较晚成形、这与眼睛完全形成的对应关系。
ἐν δὲ τῇ λέξει τῇ ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ πόροι λείποι ἄν, οἶμαι, τὸ εἰσὶ δὲ τὰ τούτων αἰσθητήρια’, ἵνα ᾖ τὸ πλῆρες ‘ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοή, εἰσὶ δὲ τὰ τῆς ὀσφρήσεως καὶ ἀκοῆς αἰσθητήρια πόροι συνάπτοντες πρὸς τὸν ἀέρα τὸν θύραθεν’. καὶ εἴη ἂν τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον· ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ γίνονται ἀπὸ τῆς καρδίας, εἰσὶ δὲ αὐτῶν τὰ αἰσθητήρια πόροι (λέγων πόρους τὰ ὦτα καὶ τοὺς μυκτῆρας), οἵτινες πόροι ἅπτονται μὲν τοῦ θύραθεν ἀέρος διὰ τὸ μὴ εἶναι κενόν, πεπληρωμένοι δ’ εἰσὶ συμφυοῦς πνεύματος. ἔστι γὰρ ἐν αὐτοῖς, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται καὶ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἐγκατῳκοδομημένον πνεῦμα, ὅπερ σύμφυτον πνεῦμα περαίνει πρὸς τὰ φλεβία τὰ περὶ τὸν ἐγκέφαλον· ἄχρι γὰρ τούτων ἐστὶ τὸ πνεῦμα, περαιτέρω δ’ οὐ προβαίνει. ἐν δὲ τῇ λέξει τῇ οἳ φέρονται ἀπ’ αὐτῶν πρὸς τὴν μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον, ἀπ’ αὐτῶν μὲν λέγει τῶν ὀφθαλμῶν, μήνιγγα δὲ τὸν ὑμένα τὸν περιέχοντα τὸν ἐγκέφαλον· ἐν τούτῳ γὰρ [τῷ μήνιγγι] περαιοῦνται τὰ φλεβία, ἀλλ’ οὐχ ὥσπερ φασί τινες ἐν τῷ βάθει τοῦ ἐγκεφάλου. ἐν δὲ τῇ τούτου δὲ τεκμήριον τούτου λέγει τοῦ ἀποκρίνεσθαι ἀπὸ τῆς τοῦ ἐγκεφάλου ὑγρότητος τὸ καθαρώτατον. τὸ δὲ ὅτι καὶ τὴν ἐν τῇ καρδίᾳ θερμότητα καθαρωτάτην ἀντὶ τοῦ θερμοτάτην εἴληπται, ἥτις εὐκρατοῦται ὑπὸ τοῦ ἐγκεφάλου· σημεῖον δὲ τοῦ μᾶλλον εὐκρατοῦσθαι ἡ διάνοια. ἐν δὲ τῇ ὁμοίως δὲ καὶ τῶν μορίων ὅσα δεῖ κινεῖν μόρια λέγει χεῖρας πόδας βλέφαρα· οὐδὲ ταῦτα γὰρ δύνανται τὰ παιδία ἐξ ἀρχῆς κρατεῖν καὶ οἷ βούλονται φέρειν· ἥπτοντο γὰρ ἂν καὶ ἐβάδιζον. οὐ κρατεῖ δέ, διότι ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶν ἡ καρδία ἢ ἡ ἐν τῇ καρδίᾳ ψυχή, ὀψὲ καὶ βραδέως κρατεῖ τῶν ἄνωθεν, ὕστερον δὲ πάντων κρατεῖ τῶν μορίων ἐκείνων, ὅσα μὴ συνῆρται πρὸς αὐτήν. τὰ γὰρ βλέφαρα ἀπηρτημένα εἰσὶν αὐτῆς καὶ σχεδὸν καθ’ ἑαυτά, ὁμοίως καὶ τὰ κῶλα, οἷον πόδες. ἐπεὶ οὖν οὐδὲν ποιεῖ περίεργον ἡ φύσις, οὔτε πρὸ τοῦ δύνασθαι κινεῖν τὰ βλέφαρα τὸ ζῷον ποιεῖ τοὺς ὀφθαλμοὺς οὔθ’ ὕστερον. εἰ γὰρ ἐποίησε, τουτέστι παντελῶς ἐτελείωσε τοὺς ὀφθαλμούς, οὐδὲν δὲ κινεῖν ἠδύνατο τὰ βλέφαρα, μάτην ἂν ἦσαν γεγονότες. ὥστε ἡνίκα δύναται κινεῖν καὶ διαχωρίζειν τὰ ἄνω βλέφαρα ἀπὸ τῶν κάτω, τότε καὶ οἱ ὀφθαλμοὶ τελειοῦνται. δῆλον οὖν ὅτι τὰ παιδία, ὅτε θύραζε ἐκπεσεῖται, ἀτελεῖς ἔχει τοὺς ὀφθαλμούς. τελευταῖα δὲ τὰ βλέφαρα δύναται κινεῖν διὰ τὸ σφόδρα κρατούσης τῆς κινήσεως εἶναι τὸ κινεῖν καὶ τὰ οὕτω πόρρω τῆς ἀρχῆς,1 τουτέστιν εἰ μὴ γὰρ σφόδρα ἐπικρατὴς γένηται ἡ κινοῦσα ἀρχή, οὐ δύναται κινεῖν τὰ βλέφαρα καὶ τὰ ἄλλα, ὅσα οὕτω πόρρω εἰσὶν αὐτῆς· ὀψὲ δὲ γίνεται ἐπικρατεστάτη καὶ ἰσχυρά, ὀψὲ ἄρα ἀνάγκη κινεῖν καὶ τὰ κῶλα καὶ τὰ βλέφαρα. δηλοῖ δὲ τὸ ὀψὲ κρατεῖν τῶν βλεφάρων τὸ καίτοι πάμπαν ὀλίγον ἔχοντα βάρος καὶ ἐπὶ τούτῳ κοῦφα σχεδὸν ὄντα τὴν φύσιν μὴ δύνασθαι κινεῖν αὐτὰ ἐξ ἀρχῆς2 ἀλλ’ ὕστερον, ὥστε βραδέως κρατεῖν ἡ φύσις καὶ κινεῖν αὐτὰ δύναται.
另一方面,在“而嗅觉与听觉是管道”这句文句中,依我看,大约省略了“而它们的感觉器官是……”这一短语,以便使完整的句子成为:“至于嗅觉与听觉,嗅觉与听觉的感觉器官是与外部空气相连的管道”。而文句连贯的意思应是这样:“嗅觉与听觉来自心脏,它们的感觉器官是管道(称耳朵和鼻孔为‘管道’),这些管道一方面由于没有虚空而接触外部空气,另一方面又充满了同生精气”。因为在它们之中,正如在《论灵魂》和《论感觉及其对象》中所说的那样,存在着构建在其中的精气,这一同生精气一直通向脑周围的小静脉;因为精气只到达这些小静脉,并不进一步前行。而在“从它们通向脑周围的膜的〔管道〕”这句文句中,他说“从它们”是指从眼睛,“膜”是指包裹着脑的薄膜;因为小静脉终结于此[膜]中,而不是像某些人所说的那样终结于脑的深处。而在“这的证据”一句中,他说“这”是指从脑的湿气中分泌出最纯净的部分。而“心脏中的热也是最纯净的”,是被用来代替“最热的”,这种热受到脑的良好调和;而得到更好调和的标志则是思维能力。而在“对于必须移动的各部分同样如此”这句文句中,他所谓的“部分”是指手、脚和眼睑;因为婴儿在一开始甚至无法控制这些部分,也不能将它们移动到自己想要的地方;否则他们早就去抓握和行走了。而无法控制,是因为运动的始原——即心脏或心脏中的灵魂——对上方各部分的控制来得既迟又缓,并且在所有部分中最后才控制那些不与它直接相连的部分。因为眼睑与心脏脱节,几乎是各自独立的,肢体(例如脚)也是如此。因此,既然自然不做多余之事,它既不会在动物能够移动眼睑之前制造眼睛,也不会在其后。因为如果自然制造了——即完全完成了——眼睛,而动物根本无法移动眼睑,眼睛的生成便成了徒劳。因此,何时能够移动并将上眼睑与下眼睑分开,那时眼睛也完全形成了。显然,婴儿在坠地降生时,其眼睛是未完成的。而最后才能移动眼睑,是因为移动距离始原如此遥远的部分,唯有运动占据极强主导地位时才可能;这就是说,除非运动始原变得极有优势,否则便无法移动眼睑以及其它距离它如此遥远的部分;而它变得最具优势和强健是很迟的,因此移动肢体和眼睑必然也是迟缓的。眼睑受到控制较迟这一事实,由下述情况得以表明:尽管眼睑重量极轻,且因此在性质上几乎是轻飘的,但最初却无法移动它们,而只能在后来才行,从而自然只能缓慢地控制并移动它们。
- 2.35διὰ τὸ σφόδρα κρατούσης τῆς κινήσεως εἶναι τὸ κινεῖν καὶ τὰ οὕτω πόρρω τῆς ἀρχῆς
在介词结构 διὰ τὸ ... εἶναι 内部,带冠词不定式 τὸ κινεῖν 作主语,而属格短语 σφόδρα κρατούσης τῆς κινήσεως 作表语属性属格(表示“属于……的特征/能力”)。紧接其后的解释性小句(τουτέστιν εἰ μὴ γὰρ σφόδρα ἐπικρατὴς γένηται...)也印证了这一解构,即唯有运动始原占据强势时才能驱动远处部位。
- 2.35δηλοῖ δὲ τὸ ὀψὲ κρατεῖν τῶν βλεφάρων τὸ καίτοι πάμπαν ὀλίγον ἔχοντα βάρος ... μὴ δύνασθαι κινεῖν αὐτὰ ἐξ ἀρχῆς
动词 δηλοῖ 的主语和宾语均是由中性冠词 τό 引导的不定式短语。按倒装结构,前置的短语 τὸ ὀψὲ κρατεῖν τῶν βλεφάρων 是宾语(被揭示的内容:“对眼睑的控制较迟”),而后附的长句 τὸ ... μὴ δύνασθαι κινεῖν αὐτὰ ἐξ ἀρχῆς 是真正的主语(作为证据的事实:“起初无法移动它们这一事实”)。
