← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§112.3-113.5

眼睛最初最大却最后成型的原因

本段基于亚里士多德《动物生成论》743b32,讨论了为何眼睛在发育初期最大却最后完全形成这一难题。菲洛波诺斯解释道,视觉的真正感觉器官(水晶样物)是由脑的湿气分泌而后形成的,并随着脑的凝结成熟而逐渐缩小。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35#1

" Ἔχει δ’ ἀπορίαν τὸ περὶ τοὺς ὀφθαλμοὺς συμβαῖνον τῶν ζῴων. μέγιστοι μὲν γὰρ ἐξ ἀρχῆς φαίνονται καὶ πεζοῖς καὶ πλωτοῖς, τελευταῖοι δὲ γίνονται." Τὸ γίνονται ἀντὶ τοῦ τὴν προσήκουσαν αὐτοῖς τελειότητα λαμβάνουσι. μεταξὺ δὲ χρόνον λέγει καθ’ ὃν γίνεται τὰ ἄλλα μέρη· ἐπειδὴ γὰρ πρῶτον πάντων ἡ καρδία τελειοῦται, ὕστερον δὲ πάντων οἱ ὀφθαλμοί, ἔστιν ἄρα μεταξύ τις χρόνος καθ’ ὃν ἐτελειώθησαν τὰ λοιπά. τὸ δὲ συμπίπτουσιν ἴσον ἐστὶ τῷ βραχύτεροι γίνονται. τὸ δὲ ἀπορούμενον τοιοῦτόν ἐστι, διὰ τί οἱ ὀφθαλμοὶ ἐξ ἀρχῆς, ὅτε καὶ αὐτοὶ ἀδιάρθρωτοί εἰσιν ἔτι καὶ ἀτελεῖς καὶ τὰ λοιπὰ ὁμοίως μέρη πλὴν τῆς καρδίας, μέγιστοι φαίνονται, ἐν δὲ τῷ μεταξὺ χρόνῳ κατὰ βραχὺ σμικρύνονται, τέλος δὲ τελειωθέντες ὑποπολλαπλάσιοι αὐτοὶ ἑαυτῶν γίνονται.1 ἀπορήσας οὖν λύει λέγων αἴτιον δὲ τοῦ συμβαίνοντος ὅτι τὸ τῶν ὀφθαλμῶν αἰσθητήριον (λέγων αἰσθητήριον τὸ κρυσταλλοειδές· ἐν αὐτῷ γὰρ ἡ ὀπτικὴ δύναμις· ὀφθαλμοὺς δὲ τοὺς περιέχοντας αὐτὸ χιτῶνας) ἔστι μὲν ἐπὶ πόρων, τουτέστι κεῖται μὲν εἰς τέλος καὶ πλήρωμα φλεβῶν· ταύτας γὰρ εἶπε πόρους· αἴτιον οὖν τοῦ συμβαίνοντος ὅτι τὸ κρυσταλλοειδές ἐστι καὶ κεῖται εἰς τέλος καὶ πλήρωμα φλεβῶν, ἐστὶ δὲ τὸ κρυσταλλοειδὲς ἴδιον καὶ ἕτερον τῶν ἄλλων αἰσθητηρίων. καὶ πῶς ἕτερόν ἐστιν ἐκείνων κατασκευάζων ἐπήγαγε καὶ οὐ προυπάρχον ἐν τῷ τόπῳ. οὐ γὰρ ὥσπερ τὰ τῶν ἄλλων αἰσθήσεων αἰσθητήρια, οἷον οἱ πόροι ἢ αἱ σάρκες, εὐθὺς προϋπάρχουσι περιγεγραμμένα καὶ δυνάμει ὄντα τόδε τι, ὥσπερ καὶ τὸ ἐν τοῖς τοίχοις σκιαγραφηθὲν ὑπὸ τοῦ ζωγράφου δυνάμει ἐστὶ τόδε τι· οὐ δὴ ὥσπερ τὰ τῶν ἄλλων αἰσθητήρια προϋπάρχει, οὕτω καὶ τὸ κρυσταλλοειδὲς προϋπάρχει δυνάμει, εἶθ’ ὕστερον ἐνεργείᾳ γίνεται, ἀλλ’ ἀπὸ τῆς τοῦ ἐγκεφάλου ὑγρότητος τελειωθέντος καὶ ἐνεργείᾳ γενομένου2 ἀποκρίνεται τὸ καθαρώτατον καὶ φέρεται διὰ τῶν φλεβίων εἰς τοὺς χιτῶνας. ὥστε ἐπειδὴ ὁ ἐγκέφαλος τὸ πρῶτον πολύς ἐστι καὶ ὑγρός, ἀνάγκη καὶ τὸ τοιοῦτον κρυσταλλοειδὲς πολὺ εἶναι καὶ μέγεθος ἔχειν καὶ ὄγκον, καὶ δι’ αὐτὸ καὶ τοὺς χιτῶνας ἐν οἷς ἐστιν, ὕστερον δὲ συμπίπτειν καὶ βραχύτερον καὶ αὐτὸ καὶ τοὺς χιτῶνας γίνεσθαι διὰ τὸ καὶ τὸν ἐγκέφαλον ὕστερον συνίστασθαι καὶ τελειοῦσθαι. τέλειος μὲν γάρ ἐστι καὶ ὅτε τὸ ἔμβρυον ἅπαν τελειωθῇ, ἀλλὰ πάντῃ τελειοῦται, ὅταν τὸ καλούμενον βρέγμα ἀποστρακωθῇ. ἡ μὲν οὖν διάνοια αὕτη, τὰ δὲ κατὰ τὰς λέξεις τοιαῦτα· τὸ μὲν τῆς ἁφῆς, φησί, καὶ γεύσεως αἰσθητήριον ἢ σῶμά ἐστιν ἢ τι τοῦ σώματος, πρόσκειται δὲ τὸ ἢ τι τοῦ σώματος, ὅτι οὐ βούλεται οὕτω τὴν σάρκα ἢ τὸ ἀνάλογον εἶναι τὸ αἰσθητήριον, ἀλλὰ τὸ ἐγκατῳκοδομημένον ἐν πάσῃ τῇ σαρκὶ πνεῦμα.

“关于动物眼睛所发生的事包含着疑难;因为从一开始,在陆行和游水动物身上眼睛都显得最大,但它们却是最后生成的。” “生成”代替“获得属于它们自身的完全状态”。而他说“中间的时间”,是指其它各部分在此期间生成的时间;因为既然心在一切之前被完全形成,而眼睛在一切之后,因此就存在着其余部分被完全形成的某个中间时间。而“塌缩”等于“变小”。所怀疑的问题是这样的:为什么眼睛在一开始,当它们自身也还未分化且未完成、其余部分除了心之外同样未完成时,显得最大,而在中间的时间里逐渐缩小,最后在完全形成后变得只有它们自身的几分之一大?于是在提出疑难之后,他通过说明下述原因来解决:即所发生之事的原因在于眼睛的感觉器官(称水晶样物为感觉器官,因为视觉能力存在于其中;而称包围它的各层膜为眼睛)位于管道之上,也就是说,它处在静脉的末端和饱满之处——因为他把这些静脉称为“管道”;因此所发生之事的原因在于水晶样物处于并位于静脉的末端和饱满之处,而且水晶样物是独特的、有别于其它感觉器官的。为了确立它如何有别于那些器官,他又补充道“且并非预先存在于该处”。因为并不是像其它感觉的感觉器官那样——例如各管道或肉——立刻被勾勒出轮廓且作为潜能上的“这个”而预先存在,正如被画家勾画在墙上的草图潜能上是某个“这个”一样;并不像其它感觉器官预先存在那样,水晶样物也以潜能状态预先存在而后在现实中生成,而是当脑完全形成并成为现实态时,从脑的湿气中分泌出最纯净的部分,并通过小静脉被输送到各层膜中。因此,既然脑起初是充盈而湿润的,这种水晶样物必然也是充盈的,并具有相当的体积与体量,由于它的缘故,它所在的各层膜也是如此;而后来,由于脑后来凝结并完全形成,它自身和各层膜也都塌缩并变得更小。因为当整个胚胎完全形成时,脑虽已被完全形成,但只有当所谓的前顶骨骨化时,它才彻底完成。其含义便是如此,而关于字句的解释如下:“触觉和味觉的感觉器官,”他说,“要么是物体,要么是物体的某种东西。”而加上“要么是物体的某种东西”,是因为他并不认为肉或其对应物本身就是感觉器官,而是指构建在全部肉之中的精气。

语法注2 条
  1. 2.35ὑποπολλαπλάσιοι αὐτοὶ ἑαυτῶν γίνονται

    此为数学术语 ὑποπολλαπλάσιος(几分之一、约数)与反身代词属格 ἑαυτῶν 连用的比例比较结构,意为“变得只有它们原先大小的几分之一”,即体积大幅缩小。

  2. 2.35τοῦ ἐγκεφάλου ὑγρότητος τελειωθέντος καὶ ἐνεργείᾳ γενομένου

    阳性单数属格分词 τελειωθέντος καὶ ἐνεργείᾳ γενομένου 在语法上修饰阳性名词 ἐγκεφάλου,而非其前面的阴性中心词 ὑγρότητος,意即“从那完全形成并进入现实态的脑的湿气中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:112.3-113.5