- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:111.2-112.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了自然如何像烹饪中的火候一样适度地运用热与冷作为工具来塑造各个部分,阐明了粘质物的不同属性生成皮肤或外壳的机制,并说明了作为感觉本原的心脏及其冷却器官脑的发育顺序与形态变化。
αὕτη δὲ ἡ φύσις ἡ δημιουργοῦσα πάντα τὰ μόρια ὀργάνοις χρωμένη τῷ θερμῷ καὶ ψυχρῷ οὐ τὸ τυχὸν ὑφ’ ἑκατέρου τούτων οὐδ’ ἀπὸ τῆς τυχούσης ὕλης δημιουργεῖ, ἀλλὰ τὸ πεφυκὸς καὶ ᾗ καὶ ὅτε πέφυκεν. ἡ δὲ θερμότης ἡ ἐν τῷ σπέρματι, φησί, παραπλήσιον ἀποτελεῖ τοῖς ἔξω συνισταμένοις, λέγων ἔξω συνιστάμενα τὰ ὑπὸ τῶν μαγείρων πυρὶ ἑψόμενα κρέη, χέδροπα, ἰχθύας, τὰ ὅμοια· ὡς γὰρ ἐπὶ τούτων συμμέτρου ὄντος τοῦ πυρὸς καλῶς ἕψεται τὸ κατασκευαζόμενον ὑπὸ τοῦ μαγείρου, εἰ δὲ πλεονάζει, φθείρεται καὶ κατακαίεται, εἰ δὲ ἐλλείπει, μεμολυσμένον γίνεται, τοιοῦτόν τι συμβαίνει καὶ ὑπὸ τοῦ ἐν τῷ σπέρματι θερμοῦ. τοῖς δ’ αὐτομάτως, φησί, συνισταμένοις, οἷον σκώληξι καὶ τοῖς τοιούτοις, αἰτία τῆς τούτων γενέσεώς ἐστιν ἡ τῆς ὥρας κίνησις καὶ θερμότης. ἡ δὲ ψῦξίς ἐστι στέρησις θερμότητος, καὶ χρῆται ἀμφοτέραις τῇ τε ψύξει καὶ τῇ θερμότητι ἡ φύσις· ἕνεκεν γάρ τινος τὰ μὲν ποιοῦσα σκληρὰ τὰ δὲ μαλακὰ χρῆται τούτοις ὡς ὀργάνοις πρὸς ταῦτα. λέγει δὲ τὸ δέρμα γίνεσθαι ξηραινομένης ὑπὸ τῆς ψύξεως τῆς σαρκός, οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλὰ καὶ διὰ τὸ τὴν διαπιδύουσαν τροφὴν μετ’ αὐτῆς συνεξάγειν γλισχρότητα· τῆς γὰρ ὑγρότητος, μεθ’ ἧς συνεξέρχεται, ἀπατμιζούσης, αὐτῆς δὲ τῆς γλισχρότητος ἐναπομενούσης ἐν τῇ σαρκί (οὐ γὰρ δύναται ἀπατμίζειν) καὶ ξηραινομένης γίνεται δέρμα. ἐν ὅσοις μὲν οὖν ἐστιν ἡ τοιαύτη γλισχρότης αὐχμηρὰ καὶ λίαν γεώδης, ξηραινομένη γίνεται ὄστρακον, ὥσπερ τῶν ὀστρέων, ἐν ὅσοις δὲ λιπαρωτάτη ὥσπερ ἐν τοῖς ἐναίμοις καὶ ὀλίγον τὸ γεῶδες ἔχουσα, δέρμα. σημεῖον δὲ τοῦ λιπαρὰν αὐτὴν εἶναι·1 καὶ γὰρ ἐν τοῖς μὴ λίαν γεώδεσιν ὑποκάτω τοῦ δέρματος ἀθροίζεται πιμελῶδες, ὡς οὔσης λιπαρᾶς τῆς γλισχρότητος. ὅτι δὲ ὑπὸ τὸ δέρμα ἀθροίζεται πιμελῶδες, δῆλον ἐπὶ τῶν χοίρων. καὶ ταῦτα μὲν οὕτως. ἡ δὲ καρδία γίνεται παντὸς τοῦ ζῴου πρῶτον, ὅτι ἀρχή ἐστι τῶν αἰσθήσεων· ἐν αὐτῇ γὰρ ἡ αἰσθητικὴ ψυχή. διὰ τὸ δεῖν δὲ καταψύχεσθαι καὶ εἰς συμμετρίαν ἄγεσθαι τὴν θερμότητα αὐτῆς, ἄνω ᾗ τελευτῶσιν αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες, συνίστησιν ἡ φύσις τὸ ψυχρόν, τουτέστι τὸν ἐγκέφαλον, αἵτινες φλέβες τὴν ἀπ’ αὐτοῦ ψυχρότητα διακομίζουσι πρὸς τὴν καρδίαν.2 διὸ καὶ εὐθὺς μετὰ τὴν καρδίαν τελειοῦται τὰ περὶ τὴν κεφαλήν, ἵνα ψύχῃ τὴν καρδίαν. ἔστι δὲ ὁ ἐγκέφαλος ἐξ ἀρχῆς, ὅτε ἕκαστον τῶν τοῦ ζῴου μορίων διαπλάττεται καὶ τελειοῦται, πολὺς καὶ ὑγρός, καὶ διὰ τοῦτο ἡ χώρα αὐτοῦ ἡ κεφαλὴ μεγάλη· ὕστερον δὲ τελειωθέντος τοῦ ζῴου πέττεται, καὶ γίνεται αὐτός τε ὀλίγος καὶ ἡ κεφαλὴ βραχυτέρα.
而这使用热与冷作为工具制作所有部分的自然,并不是借由这两者中任何一者制作任意之物,也不是由任意的质料来制作,而是制作本性适宜之物,并在其本性适宜的方式与时间中制作。他说,精液中的热所产生的效果,类似于外部凝成之物,他所谓“外部凝成之物”,是指厨师用火烹煮的肉、豆类、鱼及类似之物。因为正如在这些事物上,当火适度时,厨师所烹调之物就会烹煮得很好;如果过多,就会损坏并烧焦;如果不足,就会变成夹生的;通过精液中的热所发生的也正是类似的事情。他说,对于自发生长凝成之物,如蠕虫及此类事物,它们生成的原因是季节的运动与热。而冷却则是热的缺乏,并且自然同时使用冷却与热这两者;因为自然为着某种目的,使某些事物坚硬,使某些事物柔软,便将这两者作为工具用于这些目的。他说,随着肉受到冷却而干燥,皮肤便生成,但不仅是由于这一点,而且还由于渗出的营养伴随着自身一同带出粘质物;因为〔粘质物〕随之一同出来的水分蒸发了,而粘质物本身则留存在肉中(因为它无法蒸发),并在干燥后生成皮肤。因此,在那些此类粘质物干燥且极具土性的动物中,它干燥后便成为壳,正如贝类一样;但在那些粘质物极其富含油脂、正如在有血动物中那样且仅含有少量土性的动物中,则成为皮肤。而这是它富含油脂的征象:因为在那些并非极具土性的动物中,由于粘质物是富含油脂的,在皮肤下方聚集了脂肪质。至于在皮肤下方聚集脂肪质这一点,在猪身上是显而易见的。这些事情就说到这里。然而,在整个动物中,心脏是最先生成的,因为它是各种感觉的本原;因为感觉灵魂就在其中。但由于心脏的热需要被冷却并被引导至适度,因此在从它萌生出的血管所终结的上方,自然凝成了寒冷之物,也就是脑,这些血管将来自脑的寒凉运送到心脏。所以紧接着心脏之后,头部周围的部分便得以完成,以便冷却心脏。在最初动物的各个部分正在成型和完成时,脑是大量且湿润的,正因如此容纳它的处所即头部也是巨大的;但后来在动物完成之后,〔脑〕受到成熟消化,自身便变少了,头部也变得更小了。
- 2.34σημεῖον δὲ τοῦ λιπαρὰν αὐτὴν εἶναι
注疏体中常见的省略程式。系动词 ἐστί 被省略(即 σημεῖον δέ [ἐστι]),带冠词的不定式属格 τοῦ λιπαρὰν αὐτὴν εἶναι 依附于名词 σημεῖον,充当说明性或宾格性属格,用以指出被证明的命题内容。随后由 καὶ γάρ 引导的分句则给出具体的经验证据(征象)。
- 2.34διὰ τὸ δεῖν δὲ καταψύχεσθαι καὶ εἰς συμμετρίαν ἄγεσθαι τὴν θερμότητα αὐτῆς, ἄνω ᾗ τελευτῶσιν αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες, συνίστησιν ἡ φύσις τὸ ψυχρόν, τουτέστι τὸν ἐγκέφαλον, αἵτινες φλέβες τὴν ἀπ’ αὐτοῦ ψυχρότητα διακομίζουσι πρὸς τὴν καρδίαν
该长句包含多重从属节,其句法结构如下:(1) 在表示原因的介词短语 διὰ τὸ δεῖν 下,宾格主语 τὴν θερμότητα αὐτῆς 统摄两个被动不定式 καταψύχεσθαι 与 ἄγεσθαι。(2) ἄνω ᾗ... 为地点关系从句,修饰主句动作发生的方位。(3) 主句的核心框架为 συνίστησιν ἡ φύσις τὸ ψυχρόν,τουτέστι τὸν ἐγκέφαλον 为同位语。(4) 末尾的 αἵτινες φλέβες... 则是将先行词(αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες)在关系从句内部加以重复的关系从句。
