← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§110.1-111.2

冷热作用下血液凝结与同质部分的生成

菲洛波庞注疏亚里士多德《动物之生成》743a3,解释肉、指甲、角、骨等同质部分如何通过冷热造成的凝固与干燥,从血管渗出的血液中生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34#1

" Ἡ δὲ γένεσίς ἐστιν ἐκ τῶν ὁμοιομερῶν ὑπὸ ψύξεως καὶ θερμότητος." Ἐντεῦθεν τοὺς τρόπους ἐκτίθεται, καθ’ ἕκαστον τῶν ὁμοιομερῶν γίνεται, καὶ πρὸς τούτοις λέγει καὶ τὰ ποιητικὰ τούτων αἴτια, τίνα εἰσίν. ὑπὸ θερμότητος δὲ λέγει αὐτὰ γίνεσθαι καὶ ψύξεως· συνίσταται γὰρ καὶ πήγνυται τὰ μὲν θερμῷ, τὰ δὲ ψυχρῷ. διαπιδύουσα γάρ, φησί, τουτέστιν ὥσπερ ἱδρὼς ἐξερχομένη (τὸ γὰρ διαπιδύειν δηλωτικόν ἐστι τοῦ ἱδρῶσαι) διαπιδύουσα οὖν, φησίν, ἡ τροφή, τουτέστι τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα διὰ τῶν ἀπείρων σχεδὸν ἐν ἑκάστῃ φλεβὶ ἀδήλων πόρων (καθάπερ καὶ τὸ κεραμεοῦν ἀγγεῖον τὸ μὴ καλῶς ὀπτηθέν· καὶ γὰρ καὶ τοῦτο ἱδροῖ ἐμβληθέντος ἐν αὐτῷ ὕδατος) καὶ προσκρινόμενον τῇ ἐνούσῃ ἡμῖν ἐνεργείᾳ σαρκὶ γίνονται σάρκες.1 οὐδὲν γὰρ ἄλλο φησὶν εἶναι τὸ τῶν σαρκῶν ὑλικὸν αἴτιον ἢ τὸν τῶν φλεβῶν ἱδρῶτα, ὅστις πάλιν ἱδρὼς οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λεπτότατον καὶ καθαρώτατον τοῦ ἐν ταῖς φλεψὶν αἵματος. καὶ πῶς ἡ διαπιδύουσα καὶ ὥσπερ ἱδρὼς ἐξερχομένη τροφὴ σάρκες γίνονται, ἐπήγαγε τὸ ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι. θερμότατος γὰρ ὢν ὁ πόρος τῆς φλεβός, ἐν ᾧ τυγχάνει ὂν τὸ αἷμα, ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας (λέγω δὲ ἐκτὸς ἅπαντα τὸ ὅλον πάχος τῆς σαρκός) ἐμπεσοῦσα εἰς τοῦτον ἡ τροφὴ ὑγρὰ καὶ θερμὴ οὖσα πήγνυται2 ὑπὸ τῆς φύσεως ὡς δι’ ὀργάνου τοῦ ψυχροῦ καὶ γίνεται σάρξ. καὶ ἐπὶ τούτῳ τήκονται θερμῷ· ὅσα γὰρ πήγνυται ψυχρῷ, τήκεται θερμῷ, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων μεμαθήκαμεν. ὅσα μὲν οὖν ὑγρὰ καὶ θερμὰ τῶν ἀνατελλόντων ἤτοι διεξερχομένων ὥσπερ ἱδρὼς ἀπὸ τῶν φλεβῶν, σάρκες γίνονται· ὅσα δὲ ἂν ἀνατείλῃ καὶ ἐξέλθῃ λίαν γεηρὰ καὶ πάνυ ὀλίγην ἔχοντα θερμότητα καὶ ὑγρότητα, ταῦτα ψυχόμενα ἐξατμιζομένου τοῦ ὑγροῦ μετὰ τοῦ θερμοῦ ὑπὸ τῆς ψύξεως ὄνυχες γίνονται καὶ ὁπλαὶ καὶ κέρατα. διὸ καὶ μαλάττονται τῷ πυρί· οὐ γὰρ τήκεται· πᾶν γὰρ τὸ τηκόμενον, ὡς ἐν τῷ προειρημένῳ τῶν Μετεώρων μεμαθήκαμεν, ὑγρότητα ἔχει, ὄνυχες δὲ καὶ τὰ τοιαῦτα οὐκ ἔχουσι διὰ τὸ ἐξατμισθῆναι μετὰ τοῦ θερμοῦ. οὐδὲν οὖν τῶν γεηρῶν πυρὶ τήκεται, ἀλλὰ μᾶλλον ἔνια τῶν τοιούτων μαλάττεται τοῖς ὑγροῖς. εἰ γὰρ κέλυφος ᾠοῦ ἐμβληθὲν εἰς ὕδωρ ποιήσει ἐν αὐτῷ ἡμέρας ἱκανάς, ἐκβληθὲν μαλάττεται ὥσπερ κηρὸς σχεδόν. τὰ δὲ νεῦρα, φησί, καὶ τὰ ὀστᾶ συνίσταται ὑπὸ τῆς ἐντὸς θερμότητος ξηραινομένης τῆς ὑγρότητος· ξηρὸν γὰρ καὶ τὸ νεῦρον τὴν φύσιν, ὥσπερ ὁρῶμεν τὰ τῶν τεθνηκότων βοῶν καὶ ἄλλων πολλῶν.

“而来自同质部分的产生是通过冷却与热。” 从此开始,他阐明了每一个同质部分借以产生的各种方式,并且此外还指明了它们的作因是什么。他说它们是通过热与冷却产生的;因为有些部分是由热凝聚并凝固的,有些则是由冷。因为他说,通过渗出,也就是说像汗一样渗出来(因为“渗出”表示“出汗”之意)——因此他说,通过营养、即最精细最纯净的血液,穿过每个血管中近乎无数的隐蔽细孔(正如未曾烧制好的陶器一样;因为往其中注入水时它也会出汗)渗出,并增附于在我们身上实际存在的肉上,便生成了肉。因为他说,肉的质料因无非就是血管的汗,而这种汗又无非就是血管中血液的最精细最纯净的部分。而关于渗出且像汗一样出来的营养如何生成肉,他补充道“借由冷而凝聚”。因为既然血液所在的血管细孔最热,而外部的全体(我所谓的外部全体是指肉的整个厚度)更为寒冷,那么落入其中的营养既是湿的又是热的,便被自然借由冷作为工具而凝固,并生成了肉。因此,[肉]因热而融化;因为凡是因冷而凝固之物,都因热而融化,正如我们在《气象学》第四卷中所学到的那样。因此,在那些从血管中像汗一样升腾、即穿行而出的东西中,凡是湿且热的,就生成肉;但凡是升腾并出来时极其带有土性、仅含有极少量热与湿的东西,随着湿在冷却的作用下连同热一同蒸发,经冷却便生成指甲、蹄与角。所以它们也会被火软化;因为它们并不融化;因为正如我们在上述《气象学》中所学到的,凡融化之物都含有湿,但指甲及此类事物却不含有,这是由于湿已连同热一同蒸发了。因此,土性的事物没有一个会被火融化,相反,此类事物中的某些反倒会被湿物软化。因为如果蛋壳被投入水中,并在其中停留足够多的天数,取出来时就会软化得几乎像蜡一样。但他又说,筋和骨则是在湿被干燥的情况下由内部的热凝聚而成的;因为筋在本性上也是干燥的,正如我们在死牛和许多其他动物身上所看到的那样。

语法注2 条
  1. 2.34διαπιδύουσα οὖν, φησίν, ἡ τροφή, τουτέστι τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα ... καὶ προσκρινόμενον τῇ ἐνούσῃ ἡμῖν ἐνεργείᾳ σαρκὶ γίνονται σάρκες

    此处出现变格构文(anacoluthon):起初的主语是阴性单数主格的分词与名词“διαπιδύουσα ... ἡ τροφή”,随后分词“προσκρινόμενον”受同位语短语“τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα”吸引而变为中性单数主格,最后主动词“γίνονται”则受表语主格复数名词“σάρκες”吸引而采取复数形式。句子核心结构表达的是“营养(通过增附于肉)生成为肉”。

  2. 2.34θερμότατος γὰρ ὢν ὁ πόρος τῆς φλεβός ... ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας ... ἐμπεσοῦσα εἰς τοῦτον ἡ τροφὴ ... πήγνυται

    短语“θερμότατος γὰρ ὢν ὁ πόρος ... ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας”构成了主格独立结构(nominative absolute)而非预期的属格独立结构,用来为后文主句的主语“ἡ τροφή”与动词“πήγνυται”提供原因和背景条件。短语“εἰς τοῦτον”中的代词指代前文阳性单数名词短语“ὁ ἐκτὸς ἅπας”(外部的全体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:110.1-111.2