← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§109.1-109.33

动力因心脏的在先性与各部分生成顺序

本节注解了为何心脏作为作因始基在生成中先于工具性部分形成、胚胎上部为何先于下部完成、四因的不同运作方式,并解释了亚里士多德以壁画中的蓄水池与水流来比喻心脏与血管网络关系的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33#2

καὶ τρίτον καὶ τελευταῖον γίνονται τὰ ὀργανικά, οἷον πόδες, ἔντερα καὶ τὰ ὅμοια. ἀρχὴν δὲ καὶ τέλος εἶπε τὴν καρδίαν, διότι ἐν τῇ γεννήσει πρῶτον αὕτη γίνεται, ἐν δὲ τῇ φθορᾷ φθείρεται ἐσχάτη καὶ ὕστερον πάντων. ὥστε τῶν μορίων τῶν ὀργανικῶν ὅσα ἐστὶ γεννητικὰ τὴν φύσιν, τουτέστι ποιητικά (ταῦτα δέ ἐστιν ἥ τε καρδία καὶ τὸ ἀνάλογον) ἀεὶ δεῖ πρότερον ὑπάρχειν αὐτά.1 τὸ γὰρ ἄλλου τινὸς ἕνεκεν ὄν, μὴ ὡς ὄργανον δέ, ἀλλ’ ὡς ἀρχὴ καὶ ὡς ποιοῦν, ἀνάγκη προυπάρχειν τῶν ὑπ’ αὐτοῦ γενησομένων· ὅσα δὲ μὴ τοιαῦτα τῶν ἄλλου ἕνεκεν, ὕστερον, τουτέστιν ὅσα δὲ ἀπὸ τῶν ἄλλου ἕνεκα μὴ ἔστι τοιαῦτα, ἤτοι ποιητικά, ἀνάγκη ὕστερον γίνεσθαι. ἐπεὶ οὖν, ὡς εἴρηται, διττόν ἐστι τὸ τούτου ἕνεκεν, οὐ ῥᾴδιον διελεῖν καὶ ἁπλῶς εἰπεῖν ὅτι τῶν τούτου ἕνεκεν πρότερόν ἐστι τὸ οὗ ἕνεκεν, ἢ ἀνάπαλιν· παρεμπίπτοντα γὰρ καὶ ἐμφαινόμενα τοῖς ὀργάνοις τὰ ποιητικὰ καὶ κινητικὰ τῶν μορίων οὐκ ἐᾷ ἁπλῶς ἀποφαίνεσθαι περὶ αὐτῶν, ἀλλ’ ἀνάγκη λέγειν ὅτι τῶν τούτου ἕνεκεν τὰ μέν εἰσι πρότερα οἷον τὰ ποιητικά, τὰ δὲ ὕστερα, οἷον τὰ ὀργανικά. διὸ πρῶτον μὲν γίνεται ἡ καρδία ὡς ποιητικὴ τῶν ἄλλων, εἶτ’ εὐθὺς τὸ ἄνω κύτος. γινομένου δὲ καὶ τελειουμένου πρῶτον2 ἀνάγκη τὰ ἄνω φαίνεσθαι μέγιστα τοῖς ἐμβρύοις, τὰ περὶ τὴν κεφαλὴν καὶ τὰς χώρας, ἐν αἷς εἰσιν οἱ ὀφθαλμοί· τελειωθέντων γὰρ τῶν ἄνω, ἀτελῶν δὲ ἔτι ὄντων τῶν κάτω καὶ μόνῃ διαγραφῇ τὸ εἶναι ἐχόντων ἀνάγκη μείζω φαίνεσθαι τὰ ἄνω. ἐν τῇ λέξει δὲ τῇ ἀρχὴ δὲ ἐν μὲν τοῖς ἀκινήτοις τὸ τί ἐστιν ἀκίνητα τὰ μαθήματα λέγει·3 ἐν τούτοις γὰρ ἀρχαὶ οἱ ὅροι εἰσίν. ἐν δὲ τοῖς ἄλλοις, φησίν, ἤδη πλείους· τέτταρες γάρ, ὕλη εἶδος ποιητικὸν τέλος· οὐ πᾶσαι δὲ τὸν αὐτὸν τρόπον εἰσὶν αἰτίαι, ἀλλὰ τὸ μὲν ὑλικὸν ὡς συνόν, ὁμοίως καὶ τὸ εἰδικόν, τὸ δὲ ποιητικὸν ὡς περιτιθὲν τὸ τοιονδὶ εἶδος περὶ τὴν τοιαύτην ὕλην, καὶ τὸ τελικὸν ἄλλως. γίνεται οὖν, φησίν, ἡ καρδία πρώτως, ἐκ δὲ ταύτης αἱ φλέβες διατεταμέναι, καθάπερ οἱ τοὺς κανάβους γράφοντες ἐν τοῖς τοίχοις. κάναβος δέ ἐστιν ἡ δεξαμενή, ἣν κινστέρναν ἡ Ῥωμαίων οἶδε γλῶσσα καλεῖν. ὥσπερ γὰρ οἱ ζωγράφοι ἐν τοῖς τοίχοις ζῷα παντοδαπὰ γράφουσιν, οὕτω καὶ κανάβους καὶ ὕδατα, τὸ μὲν δῆθεν ἐξερχόμενον ἐκ τοῦ μέρους τοῦδε τοῦ κανάβου, τὸ δὲ ἐξ ἄλλου. ὡς οὖν τὰ πολλὰ ταῦτα γεγραμμένα ὕδατα ἀρχὴν μίαν ἔχει τὸν γεγραμμένον κάναβον, οὕτω, φησί, καὶ αἱ φλέβες πᾶσαι τὴν καρδίαν· τὰ γὰρ μέρη, ἤτοι αἱ φλέβες, περὶ ταύτας ἤτοι τὰς καρδίας εἰσίν.

第三且最后产生的是工具性的部分,例如足、肠以及类似之物。他之所以称心脏为始基与目的,是因为在生成中心脏最先生长出来,而在毁灭中它则最后且在一切之后毁灭。因此,在工具性部分中,凡是在本性上是生成的、也就是制造性的部分(这些就是心脏及其类似物),它们自身必定总是预先存在。因为为了其他某物而存在、但并非作为工具而是作为始基和制造者的事物,必然先于由它所生成的事物而预先存在;而在为了他物的事物中,凡非此类者则在后产生,也就是说,在为了他物的事物中凡不属于此类者,即非制造性的部分,必然在后产生。因此,正如所说过的,“为了此者”既然具有双重含义,便不容易加以区分并简单地说目的先于“为了此者”,或者反过来;因为插入工具性部分中且在其中显现的各制造性和推动性的部分,不容许人们对它们做出简单的断定,而是必然要说,在“为了此者”的事物中,有些是在先的(例如制造性的部分),有些则是在后的(例如工具性的部分)。因此,首先产生的是作为其他各部分之制造者的心脏,紧接着便是上方的空腔。随着[上方空腔]最先产生并完成,在胚胎中必然显得最大的乃是上部,即头部以及眼睛所在区域的周围;因为既然上部已经完成,而下部仍然不完全且仅在轮廓上具有存在,上部就必然显得更大。而在“在不动之物中始基即是本质”这句文句中,他所说的不动之物乃是指数学对象;因为在这些对象中,定义便是始基。但在其他事物中,他说,[始基]就已经更多了:因为有四种,即质料、形式、作因与目的。但它们并非以相同的方式作为原因,质料因乃是作为共存者[而为原因],形式因亦同样如此,而作因则是作为将特定的形式赋予特定的质料者,目的因则以另一种方式[为原因]。因此他说,最先产生的是心脏,从心脏延伸出血管,正如那些在墙上绘制蓄水池的人一样。所谓的 κάναβος 就是蓄水池,罗马人的语言惯于将其称为 cisterna。因为正如画家在墙上绘制各种动物一样,他们也绘制蓄水池与流水,某股水似乎从蓄水池的这一部分流出,而另一股水则从另一部分流出。因此,正如这些绘制出的众多流水以所绘制的蓄水池为单一始基一样,他说,所有的血管同样以心脏[为始基];因为各部分,即血管,乃是环绕着这些,即环绕着心脏的。

语法注3 条
  1. 2.33ὥστε τῶν μορίων τῶν ὀργανικῶν ὅσα ἐστὶ γεννητικὰ τὴν φύσιν, τουτέστι ποιητικά (ταῦτα δέ ἐστιν ἥ τε καρδία καὶ τὸ ἀνάλογον) ἀεὶ δεῖ πρότερον ὑπάρχειν αὐτά.

    部分属格短语 τῶν μορίων τῶν ὀργανικῶν 受关系从句 ὅσα ἐστὶ... 的修饰,随后的宾格代词 αὐτά 作为无人称动词 δεῖ 所支配的不定词 ὑπάρχειν 的逻辑主语起复指作用。开头的属格短语构成了前置的主题化结构。

  2. 2.33γινομένου δὲ καὶ τελειουμένου πρῶτον

    中性单数的属格独立结构。句中未明确写出逻辑主语,但应承接前文句末的 τὸ ἄνω κύτος(上方空腔),解作“随着[上方空腔]最先产生并完成”。

  3. 2.33ἐν τῇ λέξει δὲ τῇ ἀρχὴ δὲ ἐν μὲν τοῖς ἀκινήτοις τὸ τί ἐστιν ἀκίνητα τὰ μαθήματα λέγει

    该句结构为:介词 ἐν 的宾语 τῇ λέξει 受由阴性定冠词 τῇ 引导的引文 ἀρχὴ δὲ ἐν μὲν τοῖς ἀκινήτοις τὸ τί ἐστιν 修饰;主节包含带双重宾格的动词 λέγει,其中 τὰ μαθήματα 为直接宾语,ἀκίνητα 为宾语补足语(即“他称数学对象为‘不动之物’”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:109.1-109.33