- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:108.1-108.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《动物发生论》742a16中对古代自然哲学家关于各部分产生顺序观点的批判,注解者阐明了“为了此者”的双重含义(区分制造者与工具),并论证了作为动因的心脏为何必然首先产生。
" Τῶν δ’ ἀρχαίων τινὲς φυσιολόγων τί μετὰ τί γίνεται τῶν μορίων ἐπειράθησαν λέγειν." Κακίζει τοὺς φυσικοὺς διὰ τὰς αἰτίας ἃς ἀπεδίδουν τοῦ πρῶτον μὲν γίνεσθαι τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον, δεύτερον δὲ τόδε καὶ τρίτον τόδε καὶ ἐφεξῆς τὰ λοιπά. ἔλεγον οὖν ὅτι ὅπερ ἔχει τὸν οὗ ἕνεκα λόγον, τοῦτο γίνεται πρῶτον, ὃ δὲ τὸν τούτου ἕνεκα, ὕστερον, καὶ πιστοῦσθαι τὸν οἰκεῖον ἐπειρῶντο λόγον ἐκ τῶν τεχνῶν λέγοντες· ὥσπερ γὰρ ἐπὶ τῆς αὐλητικῆς οὗ μὲν ἕνεκα ὁ αὐλητής ἐστι, τούτου δὲ ἕνεκα ὁ αὐλός, καὶ πρῶτον μὲν γίνεται ὁ αὐλητής, εἶθ’ οὕτως οἱ αὐλοί (μάτην γὰρ ἂν ἦσαν οἱ αὐλοὶ τοῦ δυναμένου χρῆσθαι μὴ ὄντος), οὕτως ἔλεγον καὶ ἐπὶ τῶν φυσικῶν πρῶτον μὲν ἀναγκαῖον γίνεσθαι τὸ οὗ ἕνεκα καὶ οὕτως τὸ τούτου ἕνεκα. ἐγκαλεῖ γοῦν αὐτοῖς λέγων, εἰ χρὴ οὕτως ἀποδιδόναι, συμβήσεται τὸ αὐτὸ καὶ ἓν τοῦ αὐτοῦ καὶ ἑνὸς ἅμα εἶναι καὶ πρότερον καὶ ὕστερον,1 ὅπερ ἀδύνατον· ὁ γὰρ διδάσκαλος, ᾗ διδάσκαλος, ἕνεκεν τοῦ μαθητοῦ ἐστιν, ὥστε ἔσται πρότερον ὁ μαθητὴς ὡς οὗ ἕνεκεν, ὕστερον δὲ ὁ διδάσκαλος ὡς τούτου ἕνεκα. ἀλλὰ μὴν ἔστιν ὁ διδάσκαλος, ᾗ διδάσκαλος, καὶ πρότερος τοῦ μαθητοῦ· ὁ διδάσκαλος ἄρα καὶ πρότερος καὶ ὕστερος τοῦ μαθητοῦ, ᾗ ὁ μὲν διδάσκαλος ὁ δὲ μαθητής, ὅπερ ἀδύνατον. λέγει οὖν ἠπατῆσθαι αὐτοὺς διὰ τὸ διττὸν καὶ ὁμώνυμον εἶναι τὸ τούτου ἕνεκεν. λέγεται γὰρ τούτου ἕνεκεν καὶ τὸ κινοῦν καὶ ποιοῦν, οἷον ὁ διδάσκαλος, λέγεται δὲ τούτου ἕνεκεν καὶ τὸ ὄργανον· καὶ γὰρ ὁ διδάσκων τὴν αὐλητικὴν καὶ οἱ αὐλοὶ ἕνεκεν τοῦ μανθάνοντος τὴν αὐλητικήν εἰσι. γεννητικὸν γὰρ εἶπε τὸ ποιοῦν, οἷον τὸν διδάσκαλον, ὀργανικὸν δὲ τὸ ὄργανον, οἷον τοὺς αὐλούς. λέγει οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν τούτου ἕνεκα τὸ μὲν ὡς ὄργανον ἐνδέχεται ὕστερον γεγενῆσθαι τοῦ οὗ ἕνεκεν, τὸ δὲ ποιοῦν ἀδύνατον. τριῶν οὖν ὄντων, ἑνὸς μὲν τοῦ οὗ ἕνεκα καὶ τοῦ τέλους, δευτέρου δὲ τοῦ τούτου ἕνεκα (καὶ τοῦτό ἐστιν ἡ κινητικὴ ἀρχὴ καὶ γεννητική· ἐκ παραλλήλου γὰρ κεῖται τὸ τῆς ἀρχῆς τῆς γεννητικῆς καὶ κινητικῆς)2 καὶ τρίτου τοῦ χρησίμου, οἷον τοῦ ὀργάνου ᾧ χρῆται τὸ τέλος (ὁ γὰρ μαθητής, ὃς ἦν τὸ τέλος, χρῆται τῷ αὐλῷ), πρῶτον ἀναγκαῖον ὑπάρχειν τὸ ποιοῦν, οἷον ἡ καρδία· καὶ γὰρ εὐθὺς τοῦτο τὸ μόριον ἐστιν ἓν καὶ κυριώτατον τοῦ τέλους, τουτέστι καὶ γὰρ εὐθὺς ἐν τῇ συστάσει ἀπὸ τῶν μερῶν τοῦ τέλους3 (λέγων τέλος τὸ ὅλον ζῷον) τοῦτο τὸ κινητικὸν καὶ κυριώτατον πρῶτον γέγονε καὶ ἔστιν. εἶτα γίνεται τὸ ὅλον καὶ τὸ τέλος, λέγων ὅλον καὶ τέλος τὰ ἄνωθεν τοῦ διαζώματος· ὅλον γὰρ κυρίως καὶ τέλος καὶ ζῷον τὰ ἄνωθεν τοῦ διαζώματός εἰσι.
“在古代自然哲学家中,有些人曾试图说明各部分中何者在何者之后产生。” 他因自然哲学家们就首先产生心脏或脑、其次是这个、再次是这个并且其余部分依次产生所指明的原因而指责他们。他们说,具有“为了何者”之定义的事物首先产生,而具有“为了此者”之定义的事物则在后产生;他们试图从技艺中引据来确证他们自己的论说,说道:正如在长笛吹奏技艺中,吹笛者是“为了何者”,而长笛是“为了此者”,并且首先产生的是吹笛者,然后才如此产生长笛(因为如果不存在能够使用的人,长笛就将是徒劳的),他们说在自然事物中同样如此,必然首先产生“为了何者”,然后才产生“为了此者”。因此他责难他们说,如果必须这样指明原因,就将导致同一个事物同时先于且后于同一个事物,这是不可能的。因为教师就其作为教师而言是因学生而存在的,从而作为“为了何者”的学生将在先,而作为“为了此者”的教师将在后。然而,教师就其作为教师而言又先于学生;因此,教师就一方是教师而另一方是学生而言,既先于学生又后于学生,这是不可能的。于是他说,他们之所以受蒙骗,是因为“为了此者”具有双重含义且是同名异义的。因为推动且制造者(例如教师)被称为“为了此者”,工具也被称为“为了此者”;因为教授长笛技艺的人与长笛两者,都是为了学习长笛技艺的人[而存在]。他将制造者(例如教师)称为“生成的”,而将工具(例如长笛)称为“工具性的”。因此亚里士多德说,在“为了此者”的事物中,作为工具的事物固然可能在“为了何者”之后产生,但制造者则不可能。因此,在存在三者的情况下——其一为“为了何者”与目的;其二为“为了此者”(这便是动因的和生成的本原;因为“生成的本原”与“动因的本原”是作为同义并列而使用的);其三为有用之物,例如目的所使用的工具(因为作为目的的学生使用长笛)——必然首先存在制造者,例如心脏。因为这一部分直接就是目的的一个且最核心的部分,也就是说,直接在构建之初在目的之各个部分中(他将整个动物称为目的),这推动且最核心的部分首先产生并存在。随后才产生整体与目的,他所说的整体与目的乃是横膈膜以上的部分;因为严格意义上的整体、目的与动物,正是横膈膜以上的部分。
- 2.33συμβήσεται τὸ αὐτὸ καὶ ἓν τοῦ αὐτοῦ καὶ ἑνὸς ἅμα εἶναι καὶ πρότερον καὶ ὕστερον
τοῦ αὐτοῦ καὶ ἑνός 是由比较级 πρότερον καὶ ὕστερον 所统辖的比较属格,与不定式的逻辑主语(宾格)τὸ αὐτὸ καὶ ἕν 相对置。该句式清晰地表达了归谬结论,即“同一且单个的事物同时先于且后于同一且单个的事物”。
- 2.33ἐκ παραλλήλου γὰρ κεῖται τὸ τῆς ἀρχῆς τῆς γεννητικῆς καὶ κινητικῆς
ἐκ παραλλήλου 是一惯用短语,意为“并列地”或“作为同义词并置”。带冠词的主语短语 τὸ τῆς ἀρχῆς τῆς γεννητικῆς καὶ κινητικῆς 指“关于生成的与动因的本原之语词”,说明亚里士多德在此将这两个表述作为同义并列来使用。
- 2.33εὐθὺς ἐν τῇ συστάσει ἀπὸ τῶν μερῶν τοῦ τέλους
介词短语 ἀπὸ τῶν μερῶν 起部分用法的作用(相当于部分属格),意为“在目的的各个部分之中”。它作为前文 ἓν καὶ κυριώτατον τοῦ τέλους 的解释与补充,表明“直接在构建之初,在目的(完整动物)的各部分之中,这推动的部分最先产生”。
