- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:107.1-107.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德指出胚胎各部分的区分并非由呼吸的气息所致这一段落(741b37),约安·斐洛庞努斯通过重排词序阐明这是对自然哲学家呼吸说的反驳,并以体外的鸟卵和幼犬眼睑的发育为例,论证区分各部分的并非气息,而是起塑造作用的本性。
" Διορίζεται δὲ τὰ μέρη τῶν ζῴων πνεύματι, οὐ μέντοι οὔτε τῷ τῆς γεννώσης οὔτε τῷ αὐτοῦ.1" Τὸ μὲν τῆς λέξεως τοιοῦτον· διορίζεται δὲ τὰ μέρη τῶν ζῴων, οὔτε μέντοι τῷ τῆς γεννώσης πνεύματι οὔτε τῷ ἑαυτοῦ, καθάπερ τινὲς τῶν φυσικῶν φασιν. εἰ γὰρ μὴ οὕτω τὴν λέξιν μετατάξομεν, ἀδιανόητος καὶ ὅλως ἐναντία τοῖς ἐπαχθεῖσι φαίνεται. ὃ δὲ λέγει, δῆλον ἔσται πρότερον ἐκθεμένοις τὴν δόξαν, πρὸς ἣν αὕτη ἡ λέξις ἐνίσταται. ἐπειδὴ καὶ ὁ πνεύμων καὶ τὸ ἧπαρ ἐσχισμένα φαίνεται καὶ οἱονεὶ ἕκαστον τούτων διπλοῦν, ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ κεχωρισμένοι ἀπ’ ἀλλήλων καὶ τὰ ὦτα καὶ αἱ χεῖρες καὶ τὰ λοιπὰ πάνθ’ ὁμοίως, τὴν αἰτίαν τοῦ διορισμοῦ καὶ χωρισμοῦ ἀποδιδόναι τινὲς πειρώμενοι ἔλεγον ὅτι τὸ πνεῦμα, ὅπερ ἀναπνεῖ ἡ μήτηρ καὶ τὸ ἐν τῇ γαστρὶ αὐτῆς ἔμβρυον (ἀναπνεῖ γὰρ καὶ τοῦτο ἐν τῇ ὑστέρᾳ ὄν) τὸ δὴ πνεῦμα ἀμφοτέρων, φασίν, διιὸν διακρίνει καὶ διαχωρίζει ταῦτα ἀπ’ ἀλλήλων, ὥσπερ ἔλεγον καὶ οἱ Πυθαγόρειοι ὅτι τὸ κενὸν καὶ τὸ πνεῦμα τὸ ἀναπνεόμενον ὑπὸ τοῦ οὐρανοῦ χωρίζει τὰ ζῷα ἀπὸ τῶν δένδρων καὶ Σωκράτην ἀπὸ Πλάτωνος καὶ ὅλως πάντα ἀπὸ πάντων. πρὸς τὴν δόξαν οὖν ταύτην τὴν λέγουσαν ὅτι τὸ ἀναπνεόμενον ὑπό τε τῆς μητρὸς ὑπό τε τοῦ ἐμβρύου πνεῦμα διαχωρίζει τὰ τοῦ ἐμβρύου μόρια ἀπ’ ἀλλήλων ἐνιστάμενος λέγει ὅτι κεχωρισμένα μέν εἰσιν ἀληθῶς ταῦτα, ἀλλ’ οὐ τῷ ἀναπνεομένῳ ἢ ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ ἐμβρύου πνεύματι, ἀλλ’ ὑπὸ τῆς δημιουργούσης αὐτὰ φύσεως. ἐλέγχει δὲ τὴν δόξαν πρὸς ἄλλοις καὶ ἀπὸ τῶν νεοττῶν· οὗτοι γὰρ ἐξ ᾠῶν γίνονται ἐκτὸς ὄντων τῆς τεκούσης αὐτὰ ὄρνιθος. εἰ μὲν γὰρ ἐντὸς τῶν ᾠῶν ὄντων ἐν τῇ ὑστέρᾳ μετέβαλλον εἰς ζῷα, ἦν ἂν λέγειν ὅτι τὸ ἀναπνεόμενον πνεῦμα ὑπὸ τῆς ὄρνιθος διορίζει αὐτά· ἐκτὸς δ’ ὄντων τί ἂν εἴποιμεν; καὶ τοῦ κυνὸς δὲ τὰ βλέφαρα διὰ τί οὐκ ἐν τῇ μήτρᾳ διίσταται ἀναπνέοντος καὶ αὐτοῦ καὶ τῆς κυνός, ἀλλὰ γεννᾶται τυφλὸς ἔχων τὰ βλέφαρα συμπεφυκότα, ὕστερον δὲ μετὰ εἴκοσιν ἡμέρας διίσταται καὶ ὁρᾷ; πνεῦμα μὲν οὖν, φησίν, ἀναγκαῖον εἶναι ἐν πάσῃ τῇ σαρκὶ ἐγκατῳκοδομημένον καὶ τοῖς ἄλλοις ἅπασι μέρεσιν· ὑγροῦ γὰρ ὄντος τοῦ πνεύματος καὶ τοιωσδὶ πεττομένου2 ἀνάγκη σὺν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις γενέσθαι πνεῦμα· ὅμως τοῦτο οὐκ ἔστι τὸ διαιροῦν ταῦτα ἀπ’ ἀλλήλων, ἀλλ’ ἡ φύσις, ὥσπερ εἴρηται.
“动物的部分由气息加以区分,然而既不是由产生者的气息,也不是由其自身的气息。” 文句的意思如下:动物的部分得以区分,然而并不是由产生者的气息,也不是由其自身的气息[所区分],并非如某些自然哲学家所说的那样。因为如果我们不这样重排字句的顺序,它就会显得无法理解,并且与随后的论述完全相悖。只要我们先陈述这句文词所反对的观点,他所说的话就会变得清楚。既然肺和肝脏看起来都分成了两半,且它们中的每一者都仿佛是双重的,而且双眼、双耳、双手以及其余所有部分同样彼此分离,于是某些试图为这种区分和分离指明原因的人便说:母亲以及她腹中的胚胎所呼吸的气息(因为胚胎在子宫中时也进行呼吸),正是两者所有的这种气息,在穿行其间时将这些部分彼此区分并分隔开来;正如毕达哥拉斯学派的人也曾说过,虚空以及被天空所吸入的气息将动物与树木隔开,将苏格拉底与柏拉图隔开,并且总括而言将一切事物与一切事物隔开。因此,针对这种主张母亲和胚胎所呼吸的气息将胚胎的各个部分彼此分隔开来的观点,他提出反驳说:这些部分确实真正被分开了,但不是由母亲或胚胎所吸入的气息[分开的],而是由塑造它们的本性[分开的]。在其他论据之外,他还依据雏鸟反驳了这一观点;因为雏鸟是从处于产下它们的母鸟体外的卵中产生出来的。如果卵是在子宫内部时转变为动物的,本可以说母鸟所呼吸的气息区分了它们;但既然它们在体外,我们又能说什么呢?此外,既然母狗和幼犬自身都在呼吸,为何幼犬的眼睑在子宫中没有裂开,反而是带着愈合的双睑盲目降生,直到二十天后才裂开并得以看见?因此他说,在所有的肉以及所有其他部分内部建构有气息,这是必然的;因为既然气息是湿润的,且如此这般地被消化熟化,那么与肉及其他部分一同产生出气息便是必然的;然而将这些部分彼此分隔开来的并不是这个气息,而是本性,正如已经说过的那样。
- 2.32Διορίζεται δὲ τὰ μέρη τῶν ζῴων πνεύματι, οὐ μέντοι οὔτε τῷ τῆς γεννώσης οὔτε τῷ αὐτοῦ
若严格按原文字面顺序阅读,可能会显得前后矛盾或暗示存在第三种气息。斐洛庞努斯指出应当调整语序(μετατάξομεν)来理解:即将 πνεύματι 移入后半的否定分句(οὔτε μέντοι τῷ τῆς γεννώσης πνεύματι...),意为各部分得以区分,但并不是像某些自然哲学家所说的那样由母亲的或胚胎自身的气息所区分的。
- 2.32ὑγροῦ γὰρ ὄντος τοῦ πνεύματος καὶ τοιωσδὶ πεττομένου
此处为属格独立结构:“由于气息是湿润的,并且如此这般地被消化熟化”。在生理学语境中,这指体内的湿分在受热消化熟化的过程中,必然与肌肉等其他组织一同产生出气息。
