- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:105.22-106.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《动物生成论》741a32及以下内容的注解中,作者探讨了在没有雄性的情况下雌性孤雌生殖的可能性、器官分节成形的顺序,并通过素描轮廓与颜色往返赛跑的比喻阐明了心脏为何最先产生且最后毁灭。
" Εἰ δὲ ἔστι τι γένος ὃ θῆλυ μὲν ἐστιν, ἄρρεν δὲ μὴ ἔστι κεχωρισμένον." Εἰπὼν ὅτι τοῦ ἄρρενος ἡ οὐσία καὶ τὸ εἶναί ἐστιν ἐν τῷ μόνον αὐτὸ δύνασθαι τὴν αἰσθητικὴν διδόναι ψυχήν, ἐπήγαγεν εἰ δ’ ἔστι τι γένος ὃ θῆλυ μέν ἐστιν, ἄρρεν δὲ μὴ ἔστιν, ἐν τούτῳ δοίη ἂν τὸ θῆλυ καὶ τὴν αἰσθητικὴν ψυχὴν καὶ γεννήσει ἐξ ἑαυτοῦ. σαφῆ δὲ τὰ περὶ τῶν ὀρνίθων· λέγει δὲ εἶναι καὶ ἐν τῷ τῶν ἰχθύων γένει ζῷα οὔτε θήλεα οὔτε ἄρρενα, οἷον αἱ ἐγχέλυες· ἐκ σηπομένης γὰρ καὶ αὗται γίνονται ὕλης ὥσπερ καὶ οἱ καλούμενοι γῆς ἔντερα σκώληκες· οὗτοι γάρ, ὡς ἐρεῖ, μεταβάλλουσιν εἰς ἐγχελύων φύσιν. τὸ δὲ συνείρεται τὸ ἐφεξῆς ἴσον ἐστὶ τῷ τόδε μετὰ τόδε γίνεται, οἷον μετὰ τὴν καρδίαν φλέβες καὶ μετὰ τὰς φλέβας ἄλλο, καὶ οὕτως ἐφεξῆς τὰ λοιπά. καὶ ὅ, φησί, βούλονται λέγειν τινὲς τῶν φυσικῶν, ὅτι φέρεται τὸ ὅμοιον πρὸς τὸ ὅμοιον, οὐχ οὕτω δεῖ νομίζειν ὡς τόπον ἐκ τόπου μεταβάλλουσιν, ἀλλ’ ὅτι ἑκάστου τῶν μορίων περιγραφὴ μαλακότητα ἢ σκληρότητα δεχομένη γίνεται ἐνεργείᾳ, ὃ ἦν δυνάμει. ὡς γὰρ τὸ σκιαγραφηθὲν ὅμοιον ἦν τῇ δυνάμει τῷ ὕστερον διὰ τῶν χρωμάτων τελειωθέντι ζῴῳ, οὕτω καὶ αἱ τῶν μορίων ἑκάστου διαγραφαί. εἰσὶ μὲν οὖν πάντα τὰ τοῦ ζῴου μέρη διαγεγραμμένα· ὃ δ’ ἐστὶν ἐπιτηδειότερον καὶ μᾶλλον ἐγγίζον τῇ ἐνεργείᾳ, τοῦτο καὶ τελειοῦται πρῶτον. ὅτι δὲ ἡ καρδία πρώτη τῶν ἄλλων γίνεται, δῆλον καὶ ἀπὸ τοῦ τελευταίου. τὸ γὰρ πρῶτον πάντων γεγονὸς ὕστερον πάντων φθείρεται· ὕστερον δὲ πάντων φθείρεται ἡ καρδία, αὕτη ἄρα πρώτη τῶν ἄλλων γίνεται. ὃ γάρ ἐστιν ἀναγκαιότατον καὶ οὗ ἄνευ τὰ ἄλλα εἶναι οὐ δύναται, τοῦτο πρῶτον ποιεῖ, καὶ τοῦτο σκέπει καὶ μάλιστα τῶν ἄλλων περιέπει. τὸ δὲ διαυλοδρομεῖν δῆλον ἔσται ἐπὶ χρώματος τὸν λόγον ποιησαμένοις.1 γίνεται μὲν οὖν πρῶτον ἐκ τοῦ λευκοῦ τὸ ἐρυθρόν, εἶτα τὸ ἁλουργόν, εἶτα τὸ πράσινον, εἶτα τὸ φαιόν, εἶτα ἔστω γε τὸ μέλαν· εἰ οὖν μέλλει ἡ φύσις παλινδρομῆσαι καὶ οἷον δίαυλον δραμεῖν, φθείρεται πρῶτον τὸ μέλαν, ὃ ὕστερον πάντων γέγονεν, εἶτα τὸ φαιὸν καὶ ἑξῆς τὸ πράσινον καὶ μετὰ τοῦτο τὸ ἁλουργὸν καὶ ὕστερον πάντων τὸ ἐρυθρόν, ὅπερ πρῶτον πάντων γέγονεν· ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν ζῴων. φαίνεσθαι δὲ λέγει πρότερον τὰ μείζονα διὰ τὸ μέγεθος, καίτοι πλὴν τῆς καρδίας ἅμα πάντων διαγραφέντων·2 αὕτη γὰρ μόνη πάντων πρώτη διαγράφεται καὶ τελειοῦται, εἶθ’ οὕτως ἡ ἐν αὐτῇ ψυχὴ διαγράφει ὁμοῦ τὰ ἄλλα πάντα. ἐν δὲ τῇ λέξει τῇ οὐδ’ ἔνια γινόμενα πρότερον τὸ γινόμενα ἀντὶ τοῦ διαγραφέντα εἴληπται. οὐ γὰρ πρότερον φέρε εἰπεῖν διεγράφη ἡ κεφαλή, εἶτα ἐτελειώθη, καὶ οὕτως αἱ χεῖρες, ἀλλ’ ἅμα πάντα διεγράφη· τελειοῦται δὲ πρότερον τὸ ἐπιτηδειότερον καὶ ἀναγκαιότερον. ὅσα γὰρ τῶν κυημάτων διά τινα νόσον διὰ εἴκοσιν ἡμερῶν τῆς συλλήψεως ἢ ἐλαττόνων τῶν εἴκοσιν ἢ καὶ πλειόνων θύραζε ἐπεπτώκει, πάντα ὡράθη ἔχοντα ἅπαντα τὰ μέρη τοῦ ζῴου διαγεγραμμένα. λέγει δὲ πρῶτον διαρθροῦσθαι τὰ ἐντός, καὶ τῶν ἐντὸς τὰ ἄνω τοῦ ὑποζώματος, οἷον πνεύμονα καὶ τὰ ἄλλα· ἡ γὰρ καρδία, ὡς πολλάκις εἴρηται, πρώτη τῶν ἄλλων διαρθροῦται. ἐπὶ δὲ τῶν ἐντόμων τοὐναντίον συμβαίνει· ὕστερον γάρ, φησίν, ἐπὶ τούτοις αὔξεται τὰ ἄνω.
“然而,如果存在某个属,它固然是雌性,却没有分离存在的雄性。” 在说明了雄性的实体与所是就在于唯有它自身能够赋予感觉灵魂之后,他接着写道:“然而,如果存在某个属,它固然是雌性,却没有雄性”,在这一属中,雌性也会赋予感觉灵魂,并由自身进行生殖。关于鸟类的事是清楚的;他又说,在鱼类这一属中也有既非雌性亦非雄性的动物,例如鳗鱼。因为它们也是从腐败的质料中产生的,正如被称为“地肠”的蚯蚓一样;因为正如他将要说的那样,它们会转变为鳗鱼的本性。而“顺次相连”等同于“这个在那个之后产生”,例如心之后是血管,血管之后是其他部分,其余部分也依此类推。至于某些自然哲学家意图主张的“同类向同类运动”,他说,不应当理解为它们从一处变换到另一处,而应当理解为每个部分的轮廓在接受了柔软或坚硬之后,便现实地成为其先前潜能上所是的东西。因为正如素描出的轮廓在潜能上类似于后来通过色彩而得以完满的动物一样,每个部分的轮廓勾画亦是如此。因此,动物的所有部分虽然都被勾画了轮廓,但凡是更为适应、更为接近现实的部分,便最先得以完成。而心先于其他部分最先产生,从结局来看也是显然的。因为在万物中最先产生的,在万物中最后毁灭;而心在万物中最后毁灭,因此它先于其他部分最先产生。因为凡是最为必然、且没有它其他部分便不能存在的东西,[自然]最先制造它,庇护它,并且比其他任何部分都更加悉心照料它。至于“跑往返程”,对于在颜色上进行探讨的人而言将是清楚的。首先,由白产生红,然后是紫红,然后是绿,然后是灰,然后再设为黑。因此,如果自然要原路返回并仿佛跑往返程一样,那么最后产生出来的黑便最先毁灭,然后是灰,按顺序是绿,在此之后是紫红,而在万物中最先产生的红则在万物中最后毁灭;因此,在这些事物上如何,在动物上亦是如此。他说,较大的部分由于其体积而显得较早出现,尽管除了心之外所有部分都是同时被勾画出轮廓的;因为唯有心在万物中最先被勾画出轮廓并得以完成,然后其内部的灵魂才以这种方式同时勾画出所有其他部分。而在“某些部分亦非较早产生”这一词句中,“产生”是用来替代“被勾画出轮廓”的。因为并不是比方说头部先被勾画出轮廓然后完成,随后手部亦是如此,而是所有部分都是同时被勾画出轮廓的;只是更为适应、更为必然的部分较早完成而已。事实上,凡是在受孕后二十天、少于二十天或多于二十天内由于某种疾病而坠出体外的胚胎,都被观察到具有动物所有已被勾画出轮廓的部分。他又说,内部的部分最先分节成形,而在内部部分中,膈膜之上的部分(例如肺及其他部分)[最先成形];因为正如屡次言及的那样,心先于其他部分最先分节成形。但在昆虫身上情况则相反;他说,因为在它们身上,上部是后来才增长的。
- 2.31ἐπὶ χρώματος τὸν λόγον ποιησαμένοις
该分词短语修饰无人称表达 δῆλον ἔσται,表示判断的主体(判断与格 dativus iudicantis,“对在颜色上进行探讨的人而言将是清楚的”),亦可理解为带有条件意味(“若在颜色上展开论述”)。
- 2.31καίτοι πλὴν τῆς καρδίας ἅμα πάντων διαγραφέντων
连词 καίτοι 引导了一个属格独立结构(πάντων διαγραφέντων),相对于主句“较大的部分由于其体积而显得较早出现”表示让步(“尽管除了心之外所有部分都是同时被勾画出轮廓的”)。
