- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:104.18-105.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德所提出的疑难——即雌性若拥有营养灵魂为何不能独立生殖,注疏者阐明其解答在于唯有雄性能够提供构成动物本质的感觉灵魂,并探讨了风卵的生命状态及相关文句的训诂。
" Καίτοι τις ἀπορήσειε1 διὰ τίν’ αἰτίαν, εἴπερ ἔχει τὸ θῆλυ τὴν ψυχήν." Τὸ καίτοι τις ἀπορήσειεν ἴσον ἐστὶ τῷ ἀπορήσειεν δ’ ἄν τις. εἰπὼν δὲ ὅτι ἡ ἑκάστου φύσις ἡ θρεπτική ἐστιν, ἥτις ἅμα καὶ γεννητική, ἀπορεῖ πάνυ εὔλογον ἀπορίαν. ἀπορήσειε δ’ ἄν τις λέγων, εἰ ἡ ἑκάστου φύσις ἡ θρεπτική ἐστι ψυχή, δῆλον ὅτι τὸ τοῦ ἄρρενος σπέρμα οὐδὲν ἄλλο εἰσάγει ἢ ταύτην· εἴπερ οὖν ἔχει ταύτην καὶ τὸ θῆλυ, πρὸς δὲ τῷ ἔχειν αὐτὴν ἔχει καὶ τὴν ὕλην τὸ περίττωμα, τί προσδεῖται τοῦ ἄρρενος, ἀλλ’ οὐκ αὐτὸ ἐξ ἑαυτοῦ γεννᾷ καὶ χωρὶς τοῦ ἄρρενος; τὴν γὰρ ψυχὴν καὶ φύσιν, ἣν εἰσάγει τὸ ἄρρεν, ταύτην ἔχει ἐν ἑαυτῷ. λύει οὖν τὴν ἀπορίαν λέγων ‘αἴτιον δὲ καίπερ ἔχον τὸ θῆλυ ἐν ἑαυτῷ τὴν τοιαύτην ψυχὴν τοῦ μὴ γεννᾶν, ὅτι2 τὸ ζῷον τοῦ φυτοῦ διαφέρει κατὰ τὴν αἴσθησιν, τὴν δὲ αἰσθητικὴν ψυχὴν μόνον τὸ ἄρρεν παρέχειν δύναται’. εἰ γὰρ ἠδύνατο τὸ θῆλυ πρὸς τῇ θρεπτικῇ ψυχῇ διδόναι καὶ τὴν αἰσθητικήν, μάτην ἂν ἦν τὸ ἄρρεν· οὐδὲν δὲ μάτην ἡ φύσις οὐδ’ ὁ θεὸς ποιεῖ. ἐπεὶ οὖν τῷ ζῴῳ τὸ εἶναί ἐστι τῷ αἴσθησιν ἔχειν, ταύτην δὲ τὸ ἄρρεν μόνον δύναται διδόναι, ἀναγκαίως ἄρ’ οὐκ ἐξ ἑαυτῶν τίκτει τὰ ζῳοτόκα, ἀλλὰ πλησιάσαντα τῷ ἄρρενι. ὅτι δέ, φησί, δίδωσι καὶ τὸ θῆλυ χωρὶς τοῦ ἄρρενος τὴν θρεπτικὴν ψυχήν, δῆλον ἐκ τῶν ὑπηνεμίων ᾠῶν· τρέφεται γάρ, φησί, καὶ αὔξεται. ὑπὲρ ὧν, φησί, καὶ ἀπορήσειεν ἄν τις, πῶς ζῶσιν. ὅτι μὲν γὰρ ζῶσι τὰ ὑπηνέμια δῆλον· τρέφονται γὰρ καὶ αὔξονται, πᾶν δὲ τὸ τρεφόμενον καὶ αὐξόμενον ζῇ. ποίαν οὖν ζῶσι ζωήν; οὔτε γὰρ ὡς τὰ γόνιμα ζῶσιν οὔτε παντελῶς εἰσιν ἄψυχα, ὥσπερ ὁ λίθος. μαρτύριον δὲ τοῦ ζῆν αὐτὰ ἐπήγαγε τὸ ἔστι γὰρ καὶ τούτων φθορά τις καὶ θάνατος· ὅταν γὰρ οὔρια γένηται, ἐφθάρθαι φαμὲν αὐτά. ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ. ζητήσας οὖν, ποίαν τὰ ᾠὰ ταῦτα ζῇ ζωήν, λέγει ὅτι τὴν θρεπτικὴν μόνην καὶ ἐπὶ τούτῳ οὐκ ἀποτελεῖται ζῷον ἐξ αὐτοῦ· δεῖται γὰρ καὶ τῆς αἰσθητικῆς. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη· τὰ δὲ κατὰ τὰς λέξεις καὶ πρῶτον τὴν μὴ ἐνούσης αἰσθητικῆς ψυχῆς ἢ ἐνεργείᾳ ἢ δυνάμει, καὶ ἢ πῇ ἢ ἁπλῶς, δυνάμει μέν ἐστιν ἐν πᾶσι τοῖς μέρεσι τῶν ζῴων ἡ αἰσθητικὴ ψυχὴ ἐν ὕπνοις, ἐνεργείᾳ δὲ ἐγρηγορόσι, καὶ ἁπλῶς μὲν ἐν τῷ νεύρῳ ἅπαντι καὶ τῇ σαρκὶ ἁπάσῃ καὶ τοῖς τοιούτοις, πῇ δὲ ἐν τοῖς δακτύλοις, ἐν τῇ κεφαλῇ· οἱ γὰρ ὄνυχες καὶ αἱ τρίχες ἐπιεικῶς ἀναίσθητοι. τὸ δὲ τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι ταὐτόν ἐστι3 τῷ τῷ γὰρ ἄρρενι τὸ εἶναι οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἰρημένον, τοῦτο δὲ ἦν τὸ τοῦτο μόνον δύνασθαι διδόναι τὴν αἰσθητικὴν ψυχήν. ἐν δὲ τῷ πῶς τις αὐτῶν τὰ ᾠὰ φήσει ζῆν τὸ αὐτῶν περὶ τῶν ὀρνίθων εἴρηται· πῶς οὖν φήσειέ τις αὐτῶν τῶν τὰ ὑπηνέμια τικτόντων ὀρνίθων τὰ ᾠὰ ζῆν;
“然而人们也许会疑难究竟由于何种原因,如果雌性确实具有那灵魂的话。” “然而人们也许会疑难”等同于“而有人可以提出疑难”。在说明了各物的本性就是营养性的、且同时也是生殖性的之后,他提出了一个非常合情理的疑难。有人可以这样说来提出疑难:如果各物的本性是营养灵魂,显然雄性的精液所带入的无非就是它;那么,如果雌性也具有它,并且除了具有它之外还拥有排泄物作为质料,为什么它还需要雄性,而不是凭自身且脱离雄性来进行生殖呢?因为雄性所带入的灵魂与本性,它自身内部便已拥有。因此他通过这样说来解决这一疑难:“雌性尽管自身内部具有这样的灵魂却并不生殖的原因在于,动物凭借感觉而有别于植物,而感觉灵魂只有雄性能够提供”。因为如果雌性除了营养灵魂之外还能赋予感觉灵魂,雄性就成了徒劳的了;但自然和神都不作徒劳之事。既然对于动物而言,存在就在于具有感觉,而这种感觉只有雄性能够给予,那么胎生动物必然不是由自身产生后代,而是与雄性接近之后才产生。他又说,雌性即便没有雄性也能赋予营养灵魂,这一点从风卵[无精卵]中便很清楚;他说,因为它们受到滋养并增长。关于这些卵,他说,人们也可能会疑难它们是如何活着的。因为风卵活着是显然的;因为它们受到滋养并增长,而凡是受到滋养并增长的东西都是活着的。那么它们活着的是怎样一种生命呢?因为它们既不像有受精能力的卵那样活着,也不像石头那样完全没有灵魂。作为它们活着的证据,他接着指出“因为这些卵也存在某种毁灭和死亡”;因为当它们变成臭蛋时,我们就说它们毁灭了,正如他自己在下文中也会说的那样。因此,在探讨了这些卵究竟活着怎样一种生命之后,他说它们仅仅过着营养性的生命,正因如此并没有动物由其自身完成;因为它还需要感觉灵魂。所言之事的意旨大致如此;而关于逐字词句方面的内容,首先是“由于感觉灵魂无论在现实中还是在潜能中,无论在某种方面还是在绝对意义上都不存在”:感觉灵魂在睡眠中潜能地存在于动物的所有部分中,在清醒者中则现实地存在;绝对意义上存在于每一根腱、所有的肉以及诸如此类的东西中,在某种方面则存在于手指中、头部中;因为指甲和毛发基本上是没有感觉的。而“因为所说的事就是雄性的所是”这一句,等同于“因为对雄性而言,其所是无非就是所说的事”,而这就是唯有它能够赋予感觉灵魂。在“人们怎么会说它们的卵是活着的呢”一句中,“它们的”是关于鸟类说的:那么,人们怎么会说那些生下风卵的鸟类本身的卵是活着的呢?
- 2.30Καίτοι τις ἀπορήσειε
此处 καίτοι 与不带语气小词 ἄν 的潜能祈愿语气连用。正如注疏者本人所阐明(“等同于 ἀπορήσειεν δ’ ἄν τις”),其功能相当于雅典散文中常见的带有 ἄν 的潜能表达。
- 2.30αἴτιον δὲ καίπερ ἔχον τὸ θῆλυ ἐν ἑαυτῷ τὴν τοιαύτην ψυχὴν τοῦ μὴ γεννᾶν, ὅτι
该句的基本结构为 αἴτιον [ἐστι] τοῦ μὴ γεννᾶν, ὅτι...(“不进行生殖的原因在于……”)。带冠词的属格不定词短语 τοῦ μὴ γεννᾶν 作名词 αἴτιον 的补足语,而 ὅτι 从句引出解释内容。中间插入了由让步分词 καίπερ ἔχον(中性单数,修饰主语 τὸ θῆλυ)构成的分词短语,形成了词序的离隔。
- 2.30τὸ δὲ τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι ταὐτόν ἐστι
主语是带冠词的引用短语 τὸ δὲ 'τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι'。在引文内部,τὸ ἄρρεν εἶναι 表示本质(“雄性的所是”);注疏者通过将其改写为典型的亚里士多德式本质与格句式 τῷ ἄρρενι τὸ εἶναι(“对雄性而言其所是……”)来澄清其句法结构。
