- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:103.25-104.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《动物发生论》740b12的注疏。探讨了对恩培多克勒关于同类相趋导致胚胎器官分化与排列学说的批判,指示了文本句读断句的要点,并阐明了贯穿一生的营养灵魂与生殖灵魂实为同一种能力。
" Ἡ δὲ διάκρισις γίνεται τῶν μορίων οὐχ ὥς τινες ὑπολαμβάνουσι, διὰ τὸ πεφυκέναι φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον." Τοῦ διακριθῆναι τὰ μόρια ἀπ’ ἀλλήλων, οἷον τοὺς πόδας ἀπὸ τῆς κεφαλῆς, καὶ τὴν μὲν ἄνω γενέσθαι, τοὺς δὲ κάτω, καὶ ὅλως τοῦ πάντα τὰ ἑκάστου τῶν ζῴων μέρη κεῖσθαι ἐν ᾧ τυγχάνουσιν ὄντα αἰτίαν ἀπεδίδου Ἐμπεδοκλῆς1 τὸ φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. ἔλεγε γάρ, ἐπειδὴ τὰ μὲν κοῦφα πέφυκε φέρεσθαι ἄνω, πάντα δὲ τὰ κοῦφα ᾗ κοῦφα ὅμοια, τῶν μερῶν ὅσα μέν εἰσι κοῦφα, κατέσχε τὸν ἄνω τόπον, ὅσα δὲ βαρέα, τὸν κάτω, τὰ δὲ μεταξὺ τὸν μέσον. ἐπισκώπτει οὖν ὁ Ἀριστοτέλης λέγων ὡς εἰ τοῦτο ἦν ἀληθές, ἔδει πάντα τὰ ὀστᾶ, εἰ κοῦφα ἦσαν, ἄνω εἶναι, εἰ δὲ βαρέα, κάτω, καὶ μὴ τὰ μὲν ἄνω τὰ δὲ κάτω, ὁμοίως δὲ καὶ τὰ λοιπὰ πάντα. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ὅτι ἐν τῇ λέξει τῇ οὕτως ἡ τῆς θρεπτικῆς ψυχῆς δύναμις δεῖ ἐν τῷ δύναμις τελείαν στίξαι, εἶτα τὸ ὥσπερ καὶ ἐν αὐτοῖς τοῖς ζῴοις καὶ τοῖς φυτοῖς καὶ τὸ λοιπὸν τῆς λέξεως ὡς ἄλλο τι καθ’ αὑτὸ ἐπακτέον. ἦν δ’ ἂν σαφέστερον, εἰ προέταξε τὸν καί σύνδεσμον οὕτω, καὶ ὥσπερ ἐν αὐτοῖς τοῖς ζῴοις. ἐπεὶ δέ, φησίν, ἐκ τῆς αὐτῆς ὕλης ἄχρι τοῦ θανάτου τρέφεται, ἐξ ἧς ἀρχῆθεν συνέστη (αἷμα γὰρ ἀμφότεραι), δῆλον ὅτι καὶ ἡ ποιοῦσα δύναμις τὸ αὐτὸ τῷ ἐξ ἀρχῆς,2 τουτέστιν ἡ αὐτὴ τῇ ἐξ ἀρχῆς, πλὴν ὅτι ἐξ ἀρχῆς μὲν ἀσθενεστέρα ἦν, ὕστερον δὲ μείζων, τουτέστιν ἰσχυροτέρα. εἰπὼν δὲ ὅτι ἡ δύναμις ἡ ὕστερον ἡμῖν ἐνοῦσα παρ’ ὅλον τὸν τῆς ζωῆς χρόνον ἡ αὐτή ἐστι τῇ ἐξ ἀρχῆς, μόνῳ τούτῳ διαφέρουσα τῷ ἰσχυροτέρῳ καὶ ἀσθενεστέρῳ, σαφηνίζων τίς ἐστιν αὕτη ἡ δύναμις ἐπήγαγεν εἰ οὖν αὕτη ἐστὶν ἡ θρεπτικὴ ψυχή, αὕτη ἐστὶ καὶ ἡ γεννῶσα, τουτέστιν ἐπειδὴ ἡ ἐξ ἀρχῆς ἡμῖν ἐνοῦσα ἡ θρεπτική ἐστιν, αὕτη ἐστὶ καὶ ἡ ὕστερον ἐνοῦσα, ὑφ’ ἧς οὐ μόνον τρεφόμεθα ἀλλὰ καὶ γεννῶμεν, καὶ τοῦτ’ ἐστὶν ἡ ἑκάστου φύσις· ἡ γὰρ ἑκάστου φύσις ἐστὶ κυρίως καὶ φαίνεται ἐν τῷ γεννᾶν οἷον αὐτό· αἴσθησις δὲ καὶ λόγος διὰ τὸ εὖ σύνεισι τοῖς ἐν οἷς εἰσιν.
“而各部分的区分并非如某些人所认为的那样,是由于同类自然地趋向同类而发生的。” 关于各部分彼此区分开来——例如脚与头[区分开来],头在上方生成而脚在下方——并且总的来说,关于每种动物的所有部分都位于它们恰好所在的位置,恩培多克勒将其原因归于同类趋向同类。因为他说,既然轻物自然趋向上方,而所有轻物就其为轻物而言都是同类的,那么各部分中凡是轻的,便占据了上方的处所,凡是重的则占据下方,介于中间的则占据中间处所。因此亚里士多德嘲讽道,如果这是真实的,那么所有的骨骼如果是轻的就应当全在上方,如果是重的就应当全在下方,而不是一部分在上一部分在下,其余所有的部分也是如此。对于接下来的内容他叙述得很清楚,只是在“因此营养灵魂的能力”这一措辞中,必须在“能力”处作句号断句,然后将“正如在动物本身与植物中一样”以及该句的其余部分作为另一个独立的句子引出。而如果他把连词“并且”置于句首作“并且正如在动物本身中一样”,本会更为清晰。他说,既然直到死亡为止,它都是由最初构成它的同一种质料来滋养的(因为两者都是血液),显然起造作作用的能力也与最初的能力相同,也就是说与最初的能力同一,只不过最初它比较弱,而后来更大,也就是更强罢了。在说明了后来在整个生命时期存在于我们之中的能力与最初的能力是同一的、仅在更强与更弱这唯一一点上有所不同之后,为了阐明这种能力究竟是什么,他接着说:“那么,如果这就是营养灵魂,这也是生殖灵魂”;也就是说,既然最初存在于我们之中的是营养灵魂,这也就是后来存在的灵魂,依靠它我们不仅得到滋养而且进行生殖,而这就是各物的本性;因为各物的本性主要在于并表现在生殖与自身相似的事物之中;而感觉和理性之所以与包含它们的存在物同在,则是为了生活得更好。
- 2.29Τοῦ διακριθῆναι τὰ μόρια ἀπ’ ἀλλήλων... αἰτίαν ἀπεδίδου Ἐμπεδοκλῆς
句首带冠词的属格不定式短语(Τοῦ διακριθῆναι... καὶ ὅλως τοῦ... κεῖσθαι)是修饰后置名词 αἰτίαν(隶属于 αἰτίαν ἀπεδίδου,“将……的原因归于”)的宾格性属格。通过倒置法(hyperbaton),该属格限定成分被前置于句首,主句的骨干(Ἐμπεδοκλῆς αἰτίαν ἀπεδίδου τὸ φέρεσθαι...)随后出现。
- 2.29ἡ ποιοῦσα δύναμις τὸ αὐτὸ τῷ ἐξ ἀρχῆς, τουτέστιν ἡ αὐτὴ τῇ ἐξ ἀρχῆς
短语 τὸ αὐτὸ τῷ ἐξ ἀρχῆς 在句法上可理解为“做着与最初[能力]相同的事”,但正如注释者随后的阐释 τουτέστιν ἡ αὐτὴ τῇ ἐξ ἀρχῆς 所示,此处将中性表述转述为阴性谓词(ἡ αὐτή),旨在明确该能力本身(ἡ δύναμις)与最初的能力完全同一。
