- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:102.24-103.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在740b2提出的关于脐带形成前心脏如何摄取养分的难题,菲洛波庞借助种子中乳状物质与根部形成的类比,解释了经血的一部分如何充当心脏的形成质料与最初养分,并对原文文句的解释与句法标点作出了指引。
" Ἀπορήσειε δ’ ἄν τις, εἰ τὸ αἷμα μὲν τροφή." Ὅπερ ἀπορεῖ τοιοῦτόν ἐστιν· εἰ τὸ αἷμα τροφή ἐστιν ἑκάστῳ τῶν μερῶν, ἡ δὲ τροφὴ θύραθεν διὰ τοῦ ὀμφαλοῦ εἴσεισι, πόθεν καὶ διὰ τίνος ἡ πρώτη τροφή, ἀφ’ ἧς ἡ καρδία ἐτράφη καὶ ἐτελειώθη, εἰσῆλθεν; ὁ γὰρ ὀμφαλὸς οὔπω ἦν. λύει οὖν τὴν ἀπορίαν λέγων μὴ εἶναι ἀληθὲς τὸ πᾶσαν τροφὴν θύραθεν ἐπεισελθεῖν· ἀλλ’ ὥσπερ τῶν σπερμάτων πεσόντων εἰς τὴν γῆν καὶ ὑγρανθέντων γίνεται τι ἐν αὐτοῖς ὑπὸ τῆς φύσεως οἷον γάλα, ἔχον πάντα τὰ μόρια ὑπογεγραμμένα (καὶ δῆλον τὸ τοιοῦτον γαλακτῶδες μᾶλλον ἐπὶ τοῦ σίτου), ἐκ δὲ τοῦ τοιούτου γαλακτώδους γεγονυῖα βλάστη τις πάμπαν σμικρὰ ἀναλογοῦσα τῇ καρδίᾳ καὶ τραφεῖσα μετρίως εἶτα ἐξ αὐτοῦ πεποίηκε καὶ ῥίζαν, ἣν εἰς πολλὰ κατέτεμεν (ἀρκεῖ γὰρ τὸ τοιοῦτον γαλακτῶδες εἰς τὰ τοιαῦτα πάντα), διὰ δὲ τῆς ῥίζης ἀπὸ τῆς γῆς λαμβάνουσα τροφὴν αὐτή τε τρέφεται καὶ τὰ ἄλλα πάντα, οὕτω καὶ ἐν τοῖς ζῴοις τοῦ ἐναπολειφθέντος ἐντὸς τοῦ χορίου καταμηνίου μέρος μέν τι γίνεται αὐτοῦ ἡ καρδία καὶ ἡ τροφὴ τῆς καρδίας, ἐν δὲ τῷ λοιπῷ μέρει διαγράφονται τὰ λοιπά, καὶ οὕτως αὔξονται ὑπὸ τῆς ἑλκομένης διὰ τοῦ ὀμφαλοῦ τροφῆς. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· τὸ δὲ τῆς λέξεως τῆς οὕτω καὶ ἐν τῇ ὕλῃ τῶν ζῴων τὸ περίττωμα τῆς συστάσεως1 τροφή ἐστι ταὐτόν ἐστι τῷ ἡ σύστασις τοῦ περιττώματος καὶ τοῦ καταμηνίου τροφὴ γίνεται τῇ καρδίᾳ. ὡς γὰρ εἴρηται, εἰς δύο διαιρεθὲν τὸ καταμήνιον τὸ μὲν ἓν μέρος ἀναλίσκεται εἰς διαγραφὴν τε ἅμα καὶ τροφὴν τῆς καρδίας καὶ τοῦ εὐθὺς μετ’ αὐτὴν γινομένου ὀμφαλοῦ, τὸ δὲ λοιπὸν εἰς διαγραφὴν τῶν ἄλλων μορίων πάντων. θαυμάσαι δὲ δίκαιον τὸ τῆς φύσεως εὐμήχανον, πῶς τρόπον τινὰ ἡ καρδία τὴν καρδίαν τρέφει. ἡ μὲν γὰρ μητρικὴ καρδία γεννᾷ πᾶν τὸ αἷμα τῆς μητρός, ἀφ’ οὗ καὶ τὸ καταμήνιον, ἐκ δὲ τοῦ καταμηνίου τρέφει τε τὰ ἄλλα μόρια καὶ αὐτὴ τρέφεται ἡ τοῦ ἐμβρύου καρδία· ὥστε ἡ καρδία τρέφει τὴν καρδίαν. ἐν δὲ τῇ λέξει τῇ καὶ τοῖς ζῴοις αὐτοῖς ὅταν ἀπολυθῶσιν ἐκ τῆς ἐν αὐτοῖς τροφῆς ὑποστικτέον εἰς τὸ ἀπολυθῶσιν,2 εἶτα ἐπακτέον τὸ ἐκ τῆς ἐν αὐτοῖς τροφῆς. καὶ τὸ μὲν ἀπολυθῶσι σημαντικόν ἐστι τοῦ ὅταν χωρισθῶσιν ἀπὸ τῆς ὑστέρας καὶ ἐξέλθωσι θύραζε. ἡ δὲ πᾶσα τοῦ ῥητοῦ διάνοια τοιαύτη τις ἂν εἴη· ὥσπερ γὰρ τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν λαμβάνουσιν, ὁμοίως δὲ καὶ ἡμεῖς καὶ ἵπποι καὶ τὰ ὅμοια διὰ τῶν φλεβῶν τῶν συναπτουσῶν πρὸς τὴν ἑκάστου κοιλίαν ἀπὸ τῆς ἐν αὐτῇ τῇ κοιλίᾳ οὔσης τροφῆς (ταύτην γὰρ εἶπεν ἐν αὐτοῖς τροφήν), οὕτω καὶ ὁ ὀμφαλὸς ἀπὸ τῆς ὑστέρας λαμβάνει τὴν τροφήν.
“然而,如果血液确实是养分,有人可能会提出疑难。” 他所提出的疑难是这样的:如果血液是各个部分的养分,而养分是从外部通过脐带进入的,那么使心脏得以滋养并完成的第一份养分,是从何处并通过什么进入的呢?因为脐带当时尚不存在。于是他通过说明并非所有的养分都是从外部额外进入的,从而解决了这一疑难;而是正如当种子落入大地并被润湿时,本性会在它们之中产生出某种类似于乳汁的东西,其中包含了所有被勾勒出的部分(而这种乳状物在小麦中更为明显),并且从这种乳状物中生长出完全微小的、与心脏相当的芽,在得到适度滋养之后,接着由它生成了根,并将根分成许多支(因为这种乳状物足以应对所有这些事物),并通过根从大地摄取养分,它自身以及其他所有部分都得以滋养,在动物中同样也是如此:在留在绒毛膜内部的月经中,它的一部分变成了心脏以及心脏的养分,而在其余的部分中勾勒出其余的肢体,并且就这样通过脐带汲取的养分而生长。所述之事的要旨便在于此。而“同样在动物的质料中凝结的残余物也是养分”这一措辞,与“残余物即月经的凝结物成为心脏的养分”是同一回事。因为正如已经说过的,月经被分成两份,其中一部分同时消耗在心脏以及紧随其后生成的脐带的勾勒与滋养上,而其余部分则消耗在所有其他部分的勾勒上。自然之巧妙机智理当令人赞叹:在某种意义上心脏如何滋养着心脏。因为母体的心脏生成母亲所有的血液,月经亦源自于此,而胚胎的心脏则从月经中既滋养其余部分,自身也得到滋养;是以心脏滋养着心脏。在“对于动物自身而言,当它们被释放时,由它们内部的养分”这一文句中,应当在“当它们被释放时”之处作句读停顿,然后接上“由它们内部的养分”。而“当它们被释放时”意指“当它们与子宫分离并来到室外时”。而该段原文的通篇文意应是如此:因为正如植物通过根从大地摄取养分,同样我们、马匹以及类似之物通过连接到各自腹部的血管,从腹部本身的养分中(这正是他所说的“它们内部的养分”)[摄取养料]一样,脐带也是这样从子宫摄取养分的。
- 2.28τὸ περίττωμα τῆς συστάσεως
关于亚里士多德原文中的短语“凝结的残余物”(τὸ περίττωμα τῆς συστάσεως),注疏者对名词与属格的修饰关系作了反向转换,将其视为等同于“残余物的凝结物”(ἡ σύστασις τοῦ περιττώματος)。这种句法转换旨在表明该短语并非指凝结所产生的残余,而是指由残余物(月经)凝结而成的实体。
- 2.28ὑποστικτέον εἰς τὸ ἀπολυθῶσιν
基于标点断句的句法切分指示。注疏者指出,应当在时间从句 ὅταν ἀπολυθῶσιν(“当它们被释放时”)之后作逗号停顿,将随后的介词短语 ἐκ τῆς ἐν αὐτοῖς τροφῆς(“由它们内部的养分”)独立出来,使其接续(ἐπάγειν)到后文的主句谓语上,而非从属于该时间从句内部。
