← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§99.16-100.24

依运动类型而分的外部与内部造作原因

阐明为何在生成、灭亡和质变中造作原因居于外部,而在生长和位置运动中变化者自身在内部即为其造作原因,并通过现实的优先性与本性的目的论特征对此加以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.141#3

ἐδείξαμεν δὲ ὅτι οὐδ’ ἐν τοῖς ἀλλοιουμένοις ἡ αἰτία ὑπάρχει τῆς ἀλλοιώσεως, ἀλλ’ ἐν τοῖς ἀλλοιοῦσιν. ὅτι δὲ ἐν τοῖς αὐξομένοις τὸ ποιητικὸν αἴτιόν ἐστι τῆς αὐξήσεως, καὶ τοῦτο ὡμολόγηται· ἡ γὰρ ἐν ἑκάστῳ μορίῳ φυσικὴ δύναμις τὴν προσκριθεῖσαν τῷ μορίῳ τροφὴν ἑνώσασα τῷ ὑποκειμένῳ ἐξομοιοῖ αὐτό. καὶ τὰ κατὰ τόπον δὲ κινούμενα τῆς ἐν τούτῳ μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστιν αἴτια· εἰ γὰρ ἡ κίνησις αἰτία τῆς κατὰ τόπον γίνεται μεταβολῆς, τῆς δὲ κινήσεως τῶν σωμάτων ἡ ἐν αὐτοῖς φύσις ἐστὶν αἰτία (κινήσεως γὰρ καὶ ἠρεμίας αἰτία ἡ φύσις), τῆς ἄρα κατὰ τόπον μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια. Τούτων δεδειγμένων τὴν αἰτίαν ζητῆσαι ἄξιον, τί δήποτε τῆς μὲν κατ’ οὐσίαν καὶ κατὰ ποιότητα μεταβολῆς τὰ αἴτιά ἐστιν οὐκ ἐν τοῖς μεταβάλλουσιν ἀλλ’ ἔξωθεν, τῆς δὲ κατὰ ποσὸν καὶ κατὰ τόπον αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια. φημὶ οὖν ὡς εἰ τὸ γινόμενον μήπω ἐστί, πῶς οἷόν τέ ἐστι1 τὸ μήπω ὂν αὐτὸ ἑαυτῷ τοῦ εἶναι ὑπάρχειν αἴτιον;2 τὸ γὰρ αἴτιον τινος, ὡς πολλάκις εἴρηται, ἐνεργείᾳ δεῖ εἶναι, τὸ δὲ μήπω ὂν οὐκ ἔστιν ἐνεργείᾳ. ὅτι δὲ οὐδὲ φθορᾶς οὐδέν ἐστιν ἑαυτῷ φυσικῶς αἴτιον, εἴρηται· πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται. ἀλλὰ δὴ καὶ ἡ ἀλλοίωσις πάθος οὖσα τοῦ ὑποκειμένου, ὅτε ἐπιτεταμένη γίνεται, φθείρει τὸ σῶμα· ἐπιτεινομένη γὰρ ἡ θερμότης ἢ ἡ ψύξις ξηρότης τε καὶ ὑγρότης φθείρει τὰ σώματα. εἴπομεν δὲ ὡς οὐδέν ἐστιν αὐτὸ ἑαυτοῦ φθαρτικόν. λεύκανσις δὲ καὶ μελανία, καὶ ὅσαι τῶν ἀλλοιώσεων μήτε βλάπτουσι μήτε ὠφελοῦσι τὸ ὑποκείμενον, δι’ αὐτὸ τοῦτο τὴν αἰτίαν εἰκότως ἂν ἔξωθεν ἔχοιεν. τὰ γὰρ ὑπὸ τῶν φυσικῶν ἑκάστου δυνάμεων γινόμενα πάντως εἰς τὸ εἶναι τῷ ὑποκειμένῳ λυσιτελεῖ. οὐδὲν γὰρ οὔτε ἐπὶ κακῷ οὔτε μάτην οὔτε ἐκ περιττοῦ ἡ φύσις ἐργάζεται, εἰ μή τι ὡς παρεπόμενον τῇ φυσικῇ κράσει γίνοιτο, οἷον εἰ τῇ θερμῇ καὶ ξηρᾷ κράσει παρέποιτο τὸ οὔλας ἔχειν τὰς τρίχας. ἀλλ’ εἰ μὲν ἐκ τῆς κατ’ ἀρχὴν συστάσεως τοῦτο γίνοιτο, οὐδὲ ἀλλοίωσις δηλονότι τὸ τοιοῦτόν ἐστιν ἀλλὰ γένεσις· εἰ μέντοι ἐκ κράσεως φέρε ξηρᾶς εἰς ὑγρὰν μεταβάλοι, καὶ ταύτῃ ἀλλοιωθείη ἢ τὸ χρῶμα ἢ τὸ τῶν τριχῶν συνεστραμμένον καὶ ἀπηυθυσμέναι γίνονται, δῆλον ὅτι τὸ τῆς μεταβολῆς τῆς κράσεως αἴτιον τοῦτο καὶ τῆς ἀλλοιώσεως τοῦ χρώματος ἢ τῶν τριχῶν γέγονεν αἴτιον, εἴτε τὸ περιέχον εἴη εἴτε τὰ προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. περὶ μὲν οὖν γενέσεως καὶ ἀλλοιώσεως τοσαῦτα. διὰ τί δὲ τὸ αὐξόμενον ἐν ἑαυτῷ ἔχει τὴν ποιητικὴν αἰτίαν τῆς αὐξήσεως, ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν. εἰ γὰρ τὸ τρέφον καὶ αὖξον ἐξομοιοῦσθαι θέλει τῷ τρεφομένῳ3 καὶ αὐξομένῳ, δῆλον ὅτι δυνάμει ἐστὶν οἷον τὸ αὐξόμενον, δυνάμει δὲ ὂν οὐκ ἂν εἴη ἑαυτῷ τῆς 〈εἰς〉 ἐκεῖνο μεταβολῆς αἴτιον. εἴρηται δὲ ὡς ὅτι τὸ ποιοῦν ἢ ὁμοειδές ἐστι τῷ γινομένῳ ἢ ὁμογενές. εἰκότως οὖν τὸ αὐξόμενον καὶ τρεφόμενον αἴτιόν ἐστι τῆς εἰς αὐτὸ τοῦ τρέφοντος καὶ αὔξοντος ἐξομοιώσεως. εἰ δὲ τῆς κατὰ τόπον μεταβολῆς αἰτία ἡ κίνησις, τῆς δὲ κινήσεως τῆς ἑκάστου ἡ ἐν αὐτῷ φύσις αἰτία, εἴπερ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας ἡ φύσις ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, εἰκότως ἄρα τῆς κατὰ τόπον μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.

而且我们已经表明,质变的原因也不存在于遭受质变之物中,而是在使之质变之物中。另一方面,生长的造作原因在生长之物中,这一点也是公认的;因为每一部分中的自然能力将增补到该部分的养分与基底之物结合后,便将其同化。而依位置运动之物也是其自身在这一方面发生变化的原因;因为如果运动成为依位置变化的原因,而物体运动的原因是它们之中的本性(因为本性是运动和静止的原因),那么,变化之物自身就是其依位置变化的原因。 在这些已被证明之后,值得探究其原因:究竟为何依实体和依性质的变化,其原因不在变化之物中而是在外部,而在依数量和依位置的变化中,变化之物自身却是其自身的原因。因此我说,如果生成之物尚未存在,那么尚未存在之物怎能作为其自身存在的原因而存在呢?因为正如屡次所说,某物的原因必须现实地存在,而尚未存在之物并不是现实存在的。而且没有任何事物在自然本性上会成为自身灭亡的原因,这已经说过;因为一切事物都自然地渴望存在。再者,质变作为基底之物的受动状态,在变得过度时就会毁灭身体;因为过度加强的热或冷,以及干燥和湿润,会毁灭身体。而我们说过,没有任何事物会毁灭自身。另一方面,变白与变黑,以及一切既不损害也不有益于基底之物的质变,理所当然恰恰由于这同一原因而具有来自外部的原因;因为由各物自身的自然能力所产生的事物,无论如何都有益于基底之物的存在。因为自然本性绝不会为了恶,或者徒劳地、多余地造作任何事物,除非某事作为自然混合的伴随物而发生,例如若卷发伴随着炎热且干燥的混合。但是,如果这是由于最初的构成而产生的,那么显然这类事情甚至不是质变,而是生成;然而,假若例如从干燥的混合转变为湿润的混合,并且由此无论是颜色还是头发的卷曲遭受质变而变得直顺,显而易见,这混合变化的原因也就是颜色或头发质变的原因,无论它是周围的环境、摄入的食物还是任何其他事物。关于生成和质变,就谈这么多。 另一方面,生长之物为何在自身之中具有生长的造作原因,从上述论述中便很清楚了。因为如果提供营养并使之生长之物必须同化于受到营养并生长之物,显然它在潜能上就像生长之物一样,而处于潜能之中,它不可能成为自身向那事物转变的原因。并且已经说过,作用者要么与生成之物同形式,要么同属。因此,理所当然地,生长并受到营养之物就是提供营养并使之生长之物向其自身同化的原因。而如果依位置变化的原因是运动,而各物运动的原因是其内部的自然本性——因为本性是运动和静止的本原,存在于它原本且自身而非偶性地属于的事物中——那么理所当然地,变化之物自身就是其依位置变化的原因。

语法注3 条
  1. 1.141φημὶ οὖν ὡς εἰ τὸ γινόμενον μήπω ἐστί, πῶς οἷόν τέ ἐστι

    在 φημὶ οὖν 之后的 ὡς 作为连词,引导包含条件从句(εἰ τὸ γινόμενον μήπω ἐστί)与作为主句的反问句(πῶς οἷόν τέ ἐστι...)的完整思想。这在句法上将一个直接疑问句纳入了 φημί 的陈述性框架中。

  2. 1.141εἰ μέντοι ἐκ κράσεως φέρε ξηρᾶς εἰς ὑγρὰν μεταβάλοι, καὶ ταύτῃ ἀλλοιωθείη ἢ τὸ χρῶμα ἢ τὸ τῶν τριχῶν συνεστραμμένον καὶ ἀπηυθυσμέναι γίνονται, δῆλον ὅτι τὸ τῆς μεταβολῆς τῆς κράσεως αἴτιον τοῦτο καὶ τῆς ἀλλοιώσεως τοῦ χρώματος ἢ τῶν τριχῶν γέγονεν αἴτιον

    在这一条件句结构中,接在祈愿语气 μεταβάλοι 和 ἀλλοιωθείη 之后,直陈式现在时 καὶ ἀπηυθυσμέναι γίνονται 以结果或并列方式连接。在随后的从句中,主语短语 τὸ τῆς μεταβολῆς τῆς κράσεως αἴτιον 在主动词 γέγονεν 之前被指示代词 τοῦτο 进行了复指与强调。

  3. 1.141εἰ γὰρ τὸ τρέφον καὶ αὖξον ἐξομοιοῦσθαι θέλει τῷ τρεφομένῳ

    θέλει 带有无生命的主语(养分/食物);它不是指拟人化的心理意愿(“想要”),而是表示客观的自然倾向或必然要求(“倾向于”、“必须”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:99.16-100.24