← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§97.37-99.16

质变中造作原因的所在与四种变化类型

菲洛波庞讨论了亚历山大关于质变之物中的本原属于受动能力的观点,提出了利用作用于活体的药物来进行暂行辩解,随后驳斥了这一辩解并指出质变的直接造作原因仍在质变者之中,进而探讨了为何在实体与性质变化中造作原因在外而在数量与位置变化中造作原因在内的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.141#2

πῶς οὖν ἐν τούτοις ὁ Ἀριστοτέλης τὴν αἰτίαν τῆς ἀλλοιώσεως οὐκ ἐν τῷ ἀλλοιοῦντί φησιν εἶναι, ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ; πρὸς τοῦτο τοίνυν ἐνιστάμενός φησιν ὁ Ἀλέξανδρος, ὅτι οὐ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐστὶν αὐτῷ ὁ λόγος. οὐδὲ γὰρ τοῦ ἀλλοιοῦν τὴν ἀρχὴν καὶ τὴν δύναμίν φησιν εἶναι ἐν τῷ ἀλλοιουμένῳ, ἀλλὰ τοῦ ἀλλοιοῦσθαι,1 ἥτις τρόπον τινὰ αἰτία γίνεται τῷ ποιοῦντι τοῦ ἀλλοιοῦν· οὐ γὰρ ἀλλοιοῖ τὰ ποιοῦντα, εἰ μὴ μόνα τὰ ἔχοντα τὴν δύναμιν τοῦ ἀλλοιοῦσθαι. οὕτω μὲν οὖν Ἀλέξανδρος τὴν ἀρχὴν τῆς κινήσεως ἀξιοῖ μὴ ἀκούειν περὶ τοῦ ποιητικοῦ αἰτίου. ἔστι δὲ ἐπί τινων ἀλλοιώσεων εὑρεῖν τὴν ἀρχὴν τῆς κινήσεως, τὴν ὡς ποιητικὴν ἐν τῷ ἀλλοιουμένῳ ὑπάρχουσαν, οἷον ὡς ἐπὶ τῶν ἀλλοιώσεων τῶν γινομένων περὶ τὰ τῶν ζῴων σώματα ὑπὸ τῶν φαρμάκων, τῶν ἐνεργείᾳ μὲν μήτε ψύξιν μήτε θερμότητα ἐναργῆ κεκτημένων, δυνάμει δὲ θερμαινόντων ἢ ψυχόντων. τὰ γὰρ τοιαῦτα πάντα, οἷόν ἐστι πέπερι πύρεθρον κώνειον καὶ ὅσα τοιαῦτα, τοῖς μὲν ἀψύχοις προσφερόμενα σώμασιν οὐδεμίαν ἐπιδείκνυται δύναμιν οὐδὲ ἀλλοιοῖ αὐτά, τοῖς δὲ τῶν ζῴων προσπελάσαντα σώμασιν ἀλλοιοῖ ταῦτα τῷ ἀντικινεῖσθαι ὑπὸ τῆς ἐν τῷ σώματι φύσεως καὶ ζωῆς καὶ κινηθέντα τὴν ἑαυτῶν ἐπιδείκνυσθαι δύναμιν.2 ἐπὶ τῶν τοιούτων ἄρα πάντων ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ ἀλλοιουμένῳ σώματι εἰκότως ἄν λέγοιτο ὑπάρχειν. Ἡ μὲν οὖν ἐνδεχομένη ἐπινοηθῆναι παραμυθία τοῖς ἐν τῷ προκειμένῳ χωρίῳ διηπορημένοις τοιαύτη τίς ἐστιν, ἀεί τε ἀμφιβαλλομένῳ καὶ πρὸς τῶν ἐξηγητῶν μὴ πρὸς ἀκρίβειαν κατορθουμένῳ. τάχα δ’ ἄν τις καὶ ταύτην λύσειεν. οὐδὲ γὰρ ἀληθές ἐστι τὸ ἐπὶ τῶν εἰρημένων ἀλλοιώσεων ἐν τῷ ἀλλοιουμένῳ τὴν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀλλ’ ἡ μὲν ἐν τοῖς φαρμάκοις δύναμις ὑπὸ τῶν ἡμετέρων σωμάτων εἰς ἐνέργειαν ἄγεται, ἀχθεῖσα δὲ εἰς ἐνέργειαν οὕτω λοιπὸν ἀντιδρᾷ εἰς τὰ ἡμέτερα σώματα καὶ ἀλλοιοῖ αὐτά. ὥστε τοῦ μὲν τὸ δυνάμει τῶν φαρμάκων εἰς ἐνέργειαν ἀχθῆναι τὸ αἴτιον ἐν τοῖς ἡμετέροις ἐστὶ σώμασι, τοῦ δὲ τὰ ἡμέτερα σώματα ὑπὸ τῶν φαρμάκων ἀλλοιωθῆναι ἡ ποιητικὴ αἰτία ἐν τοῖς φαρμάκοις ἐστίν, ἐνεργείᾳ λοιπὸν φέρε θερμῶν ἢ ψυχρῶν γενομένων· τὸ γὰρ μὴ γενόμενον ἐνεργείᾳ θερμὸν οὐκ ἄν ἄλλο τι θερμᾶναι δυνήσεται καὶ ποιῆσαι ἐνεργείᾳ θερμόν. ὡς γὰρ αὐτὸς εἶπε μικρῷ πρόσθεν, δεῖ τὸ ποιοῦν πάντως ἐντελεχείᾳ εἶναι ἢ ὁμοειδὲς ἢ ὁμογενές. ὅμοιον οὖν ἐστι τὸ ἐπὶ τῶν φαρμάκων τούτων γινόμενον, ὥσπερ εἰ ἐν οἰκίσκῳ πλείστων ἀνθρώπων ὄντων ὁ ἐν αὐτῷ ἀὴρ ὑπ’ αὐτῶν θερμανθεὶς ἀντιθερμαίνει αὐτούς. κἀπὶ τούτων γὰρ τοῦ μὲν τὸν ἀέρα θερμανθῆναι αἰτία ἐστὶν ἡ τῶν σωμάτων ἐπαφή, θερμανθεὶς δὲ ἅπαξ ὁ ἀὴρ καὶ αὐτὸς πάλιν ἀντιθερμαίνει τὰ θερμάναντα. ὥστε κἀπὶ τούτων τὸ προσεχὲς τῆς ἀλλοιώσεως αἴτιον ἐν τῷ ἀλλοιοῦντί ἐστι καὶ οὐκ ἐν τῷ ἀλλοιουμένῳ. Καὶ ἄξιον ζητῆσαι τί δήποτε τεσσάρων οὐσῶν κατὰ γένος πασῶν τῶν μεταβολῶν, ὡς πολλάκις εἴρηται, τῆς κατ’ οὐσίαν τῆς κατὰ ποσὸν τῆς κατὰ ποιὸν τῆς κατὰ τόπον, ἐπὶ μὲν τῆς κατ’ οὐσίαν μεταβολῆς, φημὶ δὴ φθορᾶς καὶ γενέσεως, καὶ ἐπὶ τῆς κατὰ ποιότητα, τουτέστι τῆς ἀλλοιώσεως, τὸ αἴτιον τῆς μεταβολῆς ἐν τῷ ποιοῦντί ἐστι καὶ οὐκ ἐν τῷ γινομένῳ ἢ πάσχοντι, ἐπὶ δὲ3 τῶν λοιπῶν δύο, τῆς τε κατὰ ποσὸν καὶ τῆς κατὰ τόπον, ἐν τῷ πάσχοντί ἐστιν ἡ ποιητικὴ αἰτία. τό τε γὰρ γινόμενον οὐκ αὐτὸ τὴν ποιητικὴν αὑτοῦ ἔχει αἰτίαν, ἀλλὰ τὸ δημιουργοῦν, οἷον εἰ ὁ οἰκοδόμος ἢ ὁ πατὴρ ἢ ὁτιοῦν ἄλλο εἴη τὸ ποιοῦν, καὶ τὸ φθειρόμενον πάλιν ἑτέρωθεν ἔχει τῆς φθορᾶς τὴν αἰτίαν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστι· πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται.

那么,在这些事情中,亚里士多德怎么会说质变的原因不在使之质变者之中,而是在质变之物之中呢?针对这一点,亚历山大提出异议说,他的论述并不是关于造作原因的。因为他并非说使之质变的本原和能力在质变之物中,而是说遭受质变[的本原和能力在其中],而在某种方式上后者成了作用者使之质变的原因;因为作用者只会使具有遭受质变之能力的事物质变。因此亚历山大主张,运动的本原不应当理解为关于造作原因。然而在某些质变中,可以发现运动的本原作为造作的本原存在于质变之物中,正如通过药物在动物身体周围所产生的那些质变一样,这些药物在现实中既不具有明显的冷也不具有明显的热,但在潜能上却能加热或致冷。因为所有这类的东西,例如胡椒、除虫菊、毒芹以及诸如此类的东西,施加于无生命的物体时并不展现任何能力,也不使它们质变,但在接近动物的身体时,却通过受到身体中的本性与生命的反向发动,并在被发动后展现自身的能力,从而使身体质变。因此在所有这类事情中,运动的本原可以合情合理地说存在于质变着的身体中。 对于在所讨论的段落中陷入疑难的人们来说,能够构想出的辩解就是诸如此类的,而〔该段落〕历来遭到质疑,且未被注解家们精确地解决。但或许有人也会消解这一辩解。因为说在上述质变中运动的本原在质变之物中甚至是不真实的;毋宁说,药物中的能力是由我们的身体引向现实的,而引向现实之后,它随后便对我们的身体产生反作用并使之质变。因此,药物的潜能被引向现实的原因固然在我们身体中,但我们的身体被药物质变的造作原因却在药物之中,此时它们例如已现实地变为热的或冷的;因为尚未现实地变热之物绝不可能加热他物并使之现实地变热。因为正如他本人不久前所说,作用者无论如何必须在完全现实中具有相同形式或相同属。因此,在这些药物的情形中所发生的,就类似于在极多的人共处于小屋中时,其中的空气被他们加热后反过来加热他们。因为在这些情形中,空气变热的原因固然是身体的接触,但空气一旦变热,它自身又反过来加热那些曾经加热它的事物。因此在这些情形中,质变的直接原因也是在使之质变者之中,而不是在质变之物之中。 并且值得探究的是,既然正如屡次所说,就属而言所有的变化共有四种——依照实体的、依照数量的、依照性质的、依照位置的——为何在依照实体的变化中,即灭亡与生成,以及在依照性质的变化中,即质变中,变化的原因在作用者之中,而不在生成或受作用之物之中;而在其余两种中,即依照数量的和依照位置的变化中,造作原因却在受作用之物之中。因为生成之物自身并不具有自身的造作原因,而是制作之物〔具有它〕,例如若建筑师或父亲或任何其他事物是作用者;而灭亡之物其灭亡的原因同样来自别处;因为没有任何事物会自我毁灭,因为一切事物都自然地渴望存在。

语法注3 条
  1. 1.141οὐδὲ γὰρ τοῦ ἀλλοιοῦν τὴν ἀρχὴν καὶ τὴν δύναμίν φησιν εἶναι ἐν τῷ ἀλλοιουμένῳ, ἀλλὰ τοῦ ἀλλοιοῦσθαι

    带冠词的不定式属格 τοῦ ἀλλοιοῦν 与 τοῦ ἀλλοιοῦσθαι 作宾格性属格修饰名词短语 τὴν ἀρχὴν καὶ τὴν δύναμιν。主动不定式(使之质变)与中被动不定式(遭受质变)的对比,将这里的本原与能力从主动性质重新解释为受动性质。

  2. 1.141τῷ ἀντικινεῖσθαι ὑπὸ τῆς ἐν τῷ σώματι φύσεως καὶ ζωῆς καὶ κινηθέντα τὴν ἑαυτῶν ἐπιδείκνυσθαι δύναμιν

    与格带冠词不定式结构 τῷ ἀντικινεῖσθαι ... καὶ ... ἐπιδείκνυσθαι 表示附属于前面 ἀλλοιοῖ ταῦτα 的手段或原因。分词 κινηθέντα 为宾格中性复数(指代 τὰ τοιαῦτα πάντα 即药物),与不定式 ἐπιδείκνυσθαι 的逻辑主语一致,表示在展现自身能力之前所受到的被动发动。

  3. 1.141τεσσάρων οὐσῶν κατὰ γένος πασῶν τῶν μεταβολῶν ... τί δήποτε ... ἐπὶ μὲν ... ἐπὶ δὲ ...

    句首的 τεσσάρων οὐσῶν ... τῶν μεταβολῶν 为属格绝对结构,交代前提。主干是由无人称短语 ἄξιον ζητῆσαι 所引出的间接疑问句 τί δήποτε ... ἐπὶ μὲν ... ἐπὶ δὲ ...,通过 μὲν ... δέ 对偶结构,清晰对比了四种变化中实体/性质变化与数量/位置变化在造作原因所在位置(施动方或受动方)上的不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:97.37-99.16