- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:100.25-102.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯根据亚里士多德的文本(321b3–b5),界定了在保持形相的同时发生质变以及自身受动状态的含义,驳斥了食物自身发生生长的看法,并阐明质变与生长的造作因如何根据与质料的相称性而免受影响地发挥作用或反受其影响。
" Εἰ μένει σὰρξ οὖσα καὶ τὸ τί ἐστι, πάθος δέ τι ὑπάρχει τῶν καθ’ αὑτό.1" Ὅταν, φησί, τὸ τί ἐστι, τουτέστι τὸ εἶδος, φυλάττουσα καὶ σὰρξ μένουσα μεταβάλλῃ κατά τι πάθος τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ, τότε, φησί, λέγεται ἠλλοιῶσθαι. πάθη δέ φησιν ἐνταῦθα καθ’ αὑτὸ ὑπάρχοντα οὐ κατὰ τὸ σημαινόμενον τοῦ καθ’ αὑτὸ ὃ ἐν τῇ Ἀποδεικτικῇ παραδέδωκε, τὸ πρώτως καὶ μόνῳ καὶ ἀεί τινι ὑπάρχον, ὥσπερ τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὃ καὶ ἀναιρουμένου τοῦ ἔχοντος συναναιρεῖται, ἀλλὰ καθ’ αὑτό φησιν ἐνταῦθα τὸ ἐν αὐτῷ τῷ σώματι γινόμενον, οἷον λευκότητα θερμότητα, καὶ μὴ ἔξωθεν καὶ κατὰ σχέσιν τὴν πρὸς ἄλλο αὐτῷ ἐπιγινόμενον, ὡς εἴ τι ἐξ ἀριστεροῦ δεξιὸν γένοιτο ἢ ἐκ τῶν κάτω ἄνω, καὶ ἐπὶ τῶν παραπλησίων.
“如果它保持是肉和‘是什么’,但具有属于自身具有的某种受动状态。” 他说,当某物保持其“是什么”,即形相,并且保持是肉,而在属于其自身具有的受动状态的某一方面发生变化时,他说,那时它被称为遭受了质变。但他在这里所说的“自身具有的受动状态”,并不是按照他在《后分析篇》中所传授的“自身”的含义——即原本且唯独并始终属于某物,就像内角之和等于两直角属于三角形一样,而当具有者被取消时它也一同被取消;相反,他在这里所说的“自身”,是指产生于物体自身之中的东西,例如白色或热,而不是指从外部以及根据与其他事物的关系而产生于它的东西,例如某物从左边变为右边,或从下边变为上边,以及诸如此类的情形。
"Ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτ’ ἄν ποτε μεῖζον, καὶ τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα." Ἐπειδὴ εἶπεν ὅτι τὸ ποιητικὸν αἴτιον οὐκ ἐν τῷ αὔξοντί ἐστιν ἀλλ’ ἐν τῷ αὐξομένῳ καὶ ἀλλοιουμένῳ, καὶ ὅτι τὸ “ᾧ ἠλλοίωται ὁτὲ μὲν οὐδὲν πέπονθεν οὐδὲ ἠλλοίωται ἡ οὐσία, ὁτὲ δὲ κἀκεῖνο”, δοκεῖ δὲ καὶ ἡ τροφὴ ἔστιν ὅτε αὔξεσθαι, ὅταν εἰς πνεῦμα μεταβάλῃ, ὥσπερ καὶ τὸ ἀλλοιοῦν ἔστιν ὅτε ἀλλοιοῦσθαι, καὶ ἔνθεν δόξει καὶ ἐν αὐτῷ εἶναι ἡ αὐξητικὴ δύναμις, ἥπερ ἐν τῷ αὐξομένῳ, ὡς εἴρηται, θεωρεῖται, διὰ τοῦτο νῦν τίθησι τὸ τῆς πλάνης αἴτιον καὶ ἐλέγχει ὅτι οὔτε αὔξεται ἡ τροφὴ οὔτε διὰ τοῦτο ἐν αὑτῇ ἕξει τὴν αὐξητικὴν δύναμιν. φθείρεται γὰρ ἡ τροφὴ καὶ οὐ μένει ὅπερ ἐστὶν ἐν τῇ εἰς πνεῦμα μεταβολῇ. δῆλον οὖν ὅτι οὐδὲ αὔξεται, εἴπερ δεῖ τὸ αὐξόμενον μένον ἐπὶ τοῦ προτέρου εἴδους τὴν κατὰ μέγεθος ποιεῖσθαι ἐπίδοσιν. εἰ δὲ μὴ αὔξεται ἡ τροφή, οὐδὲ τὴν αὐξητικὴν δύναμιν ἐν αὑτῇ ἕξει.
“因为进入之物有时也可能变得更大,而享受它的身体也是如此。” 因为他说过,造作原因不在使之生长之物中,而是在生长并遭受质变之物中,并且说过“凭借其遭受质变之物,有时丝毫不受影响,其实体也未遭受质变,但有时那事物也[发生质变]”;而且食物在转变为气体时有时也似乎生长,正如使之质变之物有时也似乎遭受质变一样,因此也会有人认为生长能力也在食物自身之中,而正如所说,这能力是在生长之物中被观察到的;为此,他现在提出了错误的原因并加以驳斥,表明食物既不生长,也不会因此而在自身之中具有生长能力。因为食物在转变为气体时灭亡了,并不保持其本来的所是。因此显而易见,它甚至并不是在生长,如果生长之物确实必须在保持其先前形相的同时实现大小上的增长。而如果食物不生长,它自身之中也不会具有生长能力。
"Ἀπορήσειε δ’ ἄν τις καὶ τί ἐστι τὸ αὐξόμενον." Τριῶν ὄντων τούτων ἐφεξῆς, τοῦ αὐξομένου, ᾧ αὔξεται, τῆς αὐξητικῆς δυνάμεως, ἀπορήσας περὶ τοῦ πῶς αὔξεται τὰ αὐξόμενα, πότερον σώματι ἢ ἀσωμάτῳ, ἀπορεῖ νῦν καὶ περὶ τοῦ ᾧ αὔξεται. ἐπεὶ γὰρ μεταβάλλουσα ἡ τροφὴ ἐν τῷ τρεφομένῳ μείζων δοκεῖ γεγονέναι, καὶ δόξειεν ἂν ταύτῃ καὶ αὐτὴ αὔξεσθαι, διὰ τοῦτο καὶ τὸν περὶ ταύτης διευθύνει λόγον, ὅτι κἂν μείζων γίνηται, οὐκ αὔξεται. οὐδὲ γὰρ φυλάττεται ἐπ’ αὐτῆς τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει, καὶ πρό γε τῶν ἄλλων τὸ δεῖν ὑπομένειν τὸ αὐξόμενον· φθείρεται γὰρ τὸ εἰσιὸν καὶ οὐχ ὑπομένει. ἃ δὲ περὶ τῆς ἀλλοιώσεως ἐπάγει, παραδείγματος ἕνεκεν τίθησιν ἐξομοιῶν τοῖς ἐπὶ τῆς ἀλλοιώσεως γινομένοις τὰ ἐπὶ τῆς αὐξήσεως, ἐπεὶ μηδὲ δίχα τῆς ἀλλοιωτικῆς δυνάμεως τὴν αὐξητικὴν ἐνεργῆσαι δυνατόν.
“人们也可以提出疑难:生长之物究竟是什么。” 在这三者依次存在的情况下——生长之物、凭借其生长的东西、生长能力——在对生长之物如何生长(究竟是通过物体还是通过非物体)提出疑难之后,他现在也对凭借其生长的东西提出疑难。因为食物在受营养之物中转变时似乎变得更大了,而且据此人们可能会认为它自身也在生长,为此他也厘清了关于它的论述,表明即使它变得更大,它也不是在生长。因为在它身上并没有保持依共通观念属于生长的特征,尤其是首先没有保持生长之物必须存留的要求;因为进入之物灭亡了,并没有存留。至于他附带谈论质变的内容,则是作为例证而提出的,将生长中发生的事情类比于质变中发生的事情,因为缺少质变能力,生长能力甚至不可能发挥现实作用。
"Ὧι δὲ ἠλλοίωται, ὁτὲ μὲν οὐδὲν πέπονθεν οὐδὲ ἠλλοίωται ἡ οὐσία, ὁτὲ δὲ κἀκεῖνο." Ἐντεῦθεν λοιπὸν περὶ τῆς ποιητικῆς αἰτίας τῆς αὐξήσεώς φησιν, ὡς ἐπὶ παραδείγματος τῆς ἀλλοιωτικῆς δυνάμεως ποιούμενος τὸν λόγον. ἃ γὰρ ὑπάρχει ταύτῃ, ταῦτα δήπου καὶ τῇ αὐξητικῇ δυνάμει ὑπάρχει. ὥσπερ οὖν ἐπὶ τῆς ἀλλοιωτικῆς δυνάμεως, εἰ μὲν σύμμετρον ᾖ τῷ ἀλλοιοῦντι τὸ ἀλλοιούμενον, δρᾷ εἰς αὐτὸ τὸ ἀλλοιοῦν αὐτὸ ἀπαθὲς μένον, οἷον εἰ σύμμετρος εἴη ἡ εἰσιοῦσα τροφὴ τῇ πεπτικῇ τῆς φύσεως δυνάμει, πάσχει ὑπ’ αὐτῆς ἡ τροφὴ τῆς δυνάμεως ἀπαθοῦς μενούσης, εἰ μέντοι εἴη ἀσύμμετρα πλήθει ἢ ποιότητι τὰ εἰσιόντα, πάσχει μᾶλλον ὑπ’ αὐτῶν ἡ ἀλλοιωτικὴ δύναμις καὶ ἀσθενεστέρα γίνεται ἢ ποιεῖ εἰς αὐτά·2 τὰ αὐτὰ καὶ ἐπὶ τῆς αὐξητικῆς δυνάμεως λεκτέον, ὅτι ἔστ’ ἂν μὲν συμμέτρως ἔχῃ ἡ αὐξητικὴ δύναμις τῇ ὕλῃ τῆς αὐξήσεως, δρᾷ εἰς αὐτὴν καὶ αὔξει τὸ αὐξόμενον, ἔστ’ ἂν δὲ ἀσυμμέτρως ἔχῃ, πάσχει μᾶλλον ὑπ’ αὐτῆς. τὸ δὲ ἀσύμμετρον διὰ πολλὰ γίνεται, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιὸν ἢ διὰ τὸν χρόνον. ἐπεὶ γὰρ ὥρισται τὰ ἔργα τῆς φύσεως, ὅταν εἰς τὸ σύμμετρον μέγεθος ἔλθῃ τὰ σώματα, τότε λοιπὸν ἀνεπιτηδείου ὄντος τοῦ ὑποκειμένου, διὰ ξηρότητα φέρε καὶ ψυχρότητα ἢ ἁπλῶς ἀσυμμετρίαν τῆς κράσεως, ἐξασθενεῖ ἡ αὐξητικὴ δύναμις καὶ πάσχει μᾶλλον ἐκ τοῦ ὑποκειμένου ἤπερ ποιεῖ εἰς αὐτό. ἰστέον δὲ ὅτι εἰ λέγει ὁτὲ μὲν οὐδὲν πάσχειν τὸ ἀλλοιοῦν ὁτὲ δὲ πάσχειν, οὐκ ἐναντιοῦται τοῖς ἀλλαχοῦ αὐτῷ εἰρημένοις, ὅτι τῶν ὁμοΰλων τὰ ποιοῦντα πάντως καὶ ἀντιπάσχει. κατὰ γὰρ τὸ ἐπικρατοῦν ἢ πάσχειν ἢ μὴ πάσχειν αὐτὰ νῦν φησιν· ἐνίοτε γὰρ πλεῖον δρᾷ ἢ πάσχει, ἐνίοτε δὲ ἐναντίον.
“然而凭借其遭受质变之物,有时丝毫不受影响,其实体也未遭受质变,但有时那事物也[发生变化]。” 从这里开始,他接下来论述生长的造作原因,以质变能力作为例证展开论述。因为属于这能力的特征,自然也属于生长能力。因此,正如在质变能力的情形中,如果遭受质变之物与使之质变之物相称,使之质变之物便在自身保持不受影响的同时作用于它,例如若进入的食物与本性的消化能力相称,食物受到其作用,而能力保持不受影响;然而如果进入之物在数量或质量上不相称,质变能力更多地受到它们的作用并变得更加软弱,而不是作用于它们;关于生长能力也必须说同样的话:只要生长能力与生长的质料相称,它就作用于质料并使生长之物生长,但只要它不相称,它就更多地受到质料的作用。而不相称是由于许多原因造成的,要么由于数量,要么由于质量,要么由于时间。因为既然本性的造作是有规定限度的,当身体达到其相称的大小时,接下来由于基底之物变得不适宜——例如由于干燥和寒冷,或纯粹由于混合的不相称——生长能力便衰弱了,并且更多地受基底之物的作用,而不是作用于基底之物。但必须知道的是,如果他说使之质变之物有时不受影响而有时受影响,这并不与他在其他地方所说的话相冲突,即具有相同质料的事物中,作用者无论如何也会受到反作用。因为他现在是根据占优势的方面来说它们受影响或不受影响的;因为有时它们作用多于受影响,有时则相反。
- 1.142τῶν καθ’ αὑτό
属格 τῶν καθ’ αὑτό 是依赖于前置不定代词 τι 的部分格属格。正如斐洛庞努斯在随后的解释中用 τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ 所转述的那样,名词化的介词短语 καθ’ αὑτό(“自身具有的”)表示限定受动状态(πάθη)的属性。
- 1.145πάσχει μᾶλλον ὑπ’ αὐτῶν ἡ ἀλλοιωτικὴ δύναμις καὶ ἀσθενεστέρα γίνεται ἢ ποιεῖ εἰς αὐτά
在比较结构 μᾶλλον ... ἤ ... 中,主句动词短语(πάσχει ... καὶ ἀσθενεστέρα γίνεται)与 ἤ 之后的短语(ποιεῖ εἰς αὐτά)形成对比。它表示作用程度的不平衡:与其说是对它们施加作用,不如说是更多地受到它们的作用并变得更加软弱。
