- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:96.19-97.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞诺斯阐释了亚里士多德关于增长与质变之间的类比,对比了作用者与受动基底的关系,并对质变的本原(造作原因)存在于质变之物而非质变者之中这一主张提出了疑难。
" Ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως, εἰ μένει σὰρξ οὖσα." Προθέμενος δεῖξαι ὅτι αὔξησις ἐκείνου ἐστὶν ᾧ προσθήκη γίνεται, οὐ τοῦ προστιθεμένου, πρῶτον μὲν ἔδειξεν ἐκ τοῦ τὸ μὲν ὑπομένειν ᾧ προστίθεται τὸ δὲ προστιθέμενον μεταβάλλειν,1 νῦν δὲ καὶ τὴν ἀλλοίωσιν παρέθετο [ἐξέθετο] σαφηνίζων τὰ κατὰ τὴν αὔξησιν. ὥσπερ γὰρ ἐπὶ τῆς αὐξήσεως ἔστι τὸ αὐξόμενον, ἔστι καὶ τὸ ᾧ αὔξεται, ἔστι καὶ ἡ αὐξητικὴ δύναμις ἐν τῷ αὐξομένῳ τὴν ὕπαρξιν ἔχουσα, οὕτω κἀπὶ τῆς ἀλλοιώσεως ἔστι τὸ ὑποκείμενον, τουτέστι τὸ ἀλλοιούμενον, ἔστι δὲ καὶ τὸ ᾧ ἀλλοιοῦται, ἔστι δὲ καὶ ἡ δύναμις ὑφ’ ἧς ἡ ἀλλοίωσις ἐπιτελεῖται. ὥσπερ οὖν ἐπὶ τῆς αὐξήσεως τὸ ὑποκείμενόν φαμεν ηὐξῆσθαι μόνον (ἐν αὐτῷ γὰρ ἡ αὐξητικὴ ἐστι καὶ θρεπτικὴ δύναμις), οὕτω κἀπὶ τῆς ἀλλοιώσεως τὸ ὑποκείμενόν φαμεν ἠλλοιῶσθαι, οἷον τὴν σάρκα, ὅταν σῴζουσα τὸ εἶδος μεταβάλλῃ κατά τι πάθος. τὸ δὲ ᾧ ἠλλοίωται ἔστι μὲν ὅτε οὐδὲν πάσχει οὐδὲ μεταβάλλει, ὡς ὅταν πυρὸς παρακειμένου θερμαίνηται τὰ ἡμέτερα σώματα τοῦ πυρὸς οὐδὲν ἐξ ἡμῶν ἀντιπάσχοντος, ἀλλὰ μένει ἀναλλοίωτον τὸ ἀλλοιοῦν ἀναλόγως τῷ προστεθέντι, ἐπεὶ μηδὲ τοῦτο αὔξεται· ἔστι δὲ ὅτε πάσχει τι καὶ αὐτὸ καὶ ἀλλοιοῦται, ὡς ὁ ἐν τοῖς βαλανείοις ἀὴρ θερμαίνων ἡμᾶς καὶ ἀντιπάσχων ὑφ’ ἡμῶν. καὶ ταύτῃ διενήνοχε τοῦ προστιθεμένου καὶ αὔξοντος τὸ ἀλλοιοῦν, διότι τὸ αὖξον οὐδέποτε αὔξεται, τοῦ ἀλλοιοῦντος ποτὲ μὲν καὶ αὐτοῦ ἀλλοιουμένου ποτὲ δὲ οὔ. καίτοι καὶ τὸ προστιθέμενον δόξει ποτὲ ἴσως αὔξεσθαι, ὅταν ἡ προσελθοῦσα τροφὴ εἰς πνεῦμα μεταβληθεῖσα μείζων γένηται. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. οὐ γάρ ἐστιν αὕτη αὔξησις, ἀλλὰ φθορά· οὐδ’ ἂν φαίημεν τὴν ἐμπνευματωθεῖσαν τροφὴν ηὐξῆσθαι οὐδὲ ἐν αὐτῇ εἶναι τὴν αὐξητικὴν δύναμιν, ἀλλ’ ἐν τῷ αὐξομένῳ. ἀλλ’ οὐδὲ τὸ ᾧ ἠλλοίωται, εἰ καὶ πάσχει τι καὶ αὐτὸ πολλάκις καὶ ἀλλοιοῦται, ὅμως τὴν δύναμιν ὑφ’ ἧς ἡ ἀλλοίωσις ἐπιτελεῖται οὐκ ἔχει, φησίν, ἐν ἑαυτῷ· ἐν τῷ ὑποκειμένῳ γὰρ καὶ ἀλλοιουμένῳ φησὶ ταύτην εἶναι, τῷ καὶ σῳζομένῳ καὶ ὑπομένοντι, ὥσπερ οὖν καὶ ἐν τῷ αὐξομένῳ τὴν αὐξητικὴν δύναμιν. Ἀπορίας δὲ ἄξιον πῶς ἐν τῷ ἀλλοιουμένῳ φησὶν εἶναι τὴν ἀρχὴν τῆς κατὰ τὴν ἀλλοίωσιν κινήσεως, οὐκ ἐν τῷ ἀλλοιοῦντι. ἐπὶ μὲν γὰρ τοῦ αὐξομένου φανερὸν ὅτι ἐν αὐτῷ ἡ ἀρχή ἐστι τῆς κινήσεως· ἐν γὰρ τῷ αὐξομένῳ ἐστὶν ἡ αὐξητικὴ καὶ θρεπτικὴ δύναμις, ἡ μεταβάλλουσα τὴν τροφὴν καὶ οἰκειουμένη. σαφὲς δὲ τοῦτο καὶ ἐκ τοῦ τὴν μὲν τροφὴν φθείρεσθαι, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον μένειν ἀεὶ τὴν αὐξητικὴν καὶ θρεπτικὴν δύναμιν ἔχον. εἰ τοίνυν δεῖ φθαρῆναι τὴν τροφήν, ἵνα οὕτω θρέψῃ καὶ αὐξήσῃ, τῶν δὲ ὑποκειμένων φθαρέντων φθείρεται καὶ ἡ ἐν αὐτοῖς δύναμις, εὔδηλον ὡς οὐκ ἔστιν ἐν τῇ τροφῇ οὔτε ἡ θρεπτικὴ οὔτε ἡ αὐξητικὴ δύναμις, εἰ μὴ ἡ ὡς ὕλη θεωρουμένη·2 ἡ μέντοι ποιητικὴ αἰτία τῆς αὐξήσεως καὶ θρέψεως ἐν τῷ αὐξομένῳ ἐστὶ καὶ τρεφομένῳ· τοῦτο γὰρ ὑπομένει καὶ τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει. ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄλογον δοκεῖ εἶναι τὸ μὴ ἐν τῷ ἀλλοιοῦντι ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ ἀποτίθεσθαι τὴν ἀρχὴν τῆς κινήσεως, ἥτις ἀεὶ σημαίνει παρὰ Ἀριστοτέλει τὴν ποιητικὴν αἰτίαν. εἴπερ οὖν ἐν τῷ ἀλλοιουμένῳ φαίημεν τὴν ποιητικὴν αἰτίαν ὑπάρχειν, αὐτὸ ὑφ’ ἑαυτοῦ ποιήσομεν ἀλλοιοῦσθαι,3 ὅπερ ἄτοπον. μάχεται δὲ τῷ λόγῳ καὶ ἡ τῶν πραγμάτων ἐνάργεια. θερμαινόμεθα γὰρ ὑπὸ πυρὸς καὶ ψυχόμεθα ὑπὸ χιόνος, καὶ οὐδεὶς ἂν αἰσθήσει χρώμενος τὸ ποιητικὸν τῆς θέρμης ἢ τῆς ψύξεως αἴτιον ἐν τῷ σώματι ἡμῶν τῷ ἀλλοιουμένῳ εἶναι λέξειε, καὶ οὐκ ἐν τῷ πυρὶ καὶ τῇ χιόνι· καὶ ὁ κηρὸς δὲ ἀλλοιοῦται ἐκ κύβου φέρε σφαῖρα γινόμενος, καὶ παντὶ δῆλον ὡς ἡ ἀλλοιωτικὴ δύναμις οὐκ ἐν τῷ κηρῷ ἐστιν, ἀλλ’ ἐν τῷ διαπλάσαντι.
“同样在质变的情形中也是如此,只要它持存为肉。” 在打算表明增长属于获得添加之物而非被添加之物时,他首先根据被添加于其上的事物持存而被添加之物发生变化这一事实做出了证明,而现在他又援引了质变,以澄清关于增长的各项事理。因为正如在增长的情形中有增长之物,有所凭借以增长之物,也有在增长之物中拥有其存在的增长能力;同样在质变的情形中也有基底,即质变之物,也有所凭借以质变之物,还有质变赖以完成的能力。因此,正如在增长的情形中我们说唯独基底增长了(因为增长能力与滋养能力就在它之中),同样在质变的情形中我们说基底质变了,例如肉在保持其形式的同时就某种情状发生变化的时候。而所凭借以发生质变之物,有时丝毫不受作用也不变化,例如当火置于一旁时,我们的身体被加热,火却丝毫未从我们这里反受作用,而是质变者保持未变,类似于被添加之物(因为后者也不增长);但有时它自身也会受到某种作用并发生质变,例如浴室中的空气在加热我们时,也从我们这里反受作用。在这点上,质变者便与被添加并引起增长之物有所不同:因为引起增长之物绝不增长,而质变者有时自身也发生质变,有时则不然。尽管被添加之物在加入的食物变为气并变得更大时,有时或许也似乎会增长。但实情并非如此。因为这不是增长,而是毁灭;我们既不会说化为气的食物增长了,也不会说增长能力在它之中,而是在增长之物中。然而,所凭借以发生质变之物,即使自身也屡屡受到某种作用并发生质变,他说,它在自身中却并不具有质变赖以完成的那种能力;因为他说这种能力是在基底和质变之物之中,即在得以保全且持存之物中,正如增长能力也是在增长之物中一样。但值得疑难的是,他怎么会说依照质变的运动本原是在质变之物之中,而不是在引起质变者之中。因为在增长之物的情形中,运动的本原在它之中是显而易见的;因为增长能力与滋养能力就在增长之物中,正是它改变了食物并使其同化。这一点从食物毁灭而受滋养并增长之物始终保持着增长与滋养能力的事实中也是清楚的。因此,既然食物必须毁灭以便依此滋养并使之增长,而在基底毁灭后其中的能力也随之毁灭,这就十分明显:在食物中既不存在滋养能力也不存在增长能力,除非被视为质料的那种能力;然而增长与滋养的造作原因却在增长且受滋养之物中;因为正是它持存着并将食物转变为自身。但在质变的情形中,不把运动的本原——在亚里士多德那里这始终指造作原因——置于质变者之中,而是置于质变之物中,似乎是不合常理的。如果我们说造作原因存在于质变之物中,我们就会使它变成由自身导致质变,这是荒谬的。并且事实的明晰性也同这种说法相抵触。因为我们被火加热,被雪冷却,任何运用感觉的人都不会说热或冷的造作原因是在我们质变着的身体中,而不是在火和雪中;又如蜡从立方体变成球体而发生质变,每个人都清楚使之质变的能力并不在蜡中,而是在塑造它的人中。
- 1.141ἐκ τοῦ τὸ μὲν ὑπομένειν ᾧ προστίθεται τὸ δὲ προστιθέμενον μεταβάλλειν
在由前置词 ἐκ 引导的带冠词不定式结构(τοῦ ...)内部,带有对比连词 μέν...δέ 的两个宾格主语(τὸ μὲν 与 τὸ δὲ προστιθέμενον)分别与不定式(ὑπομένειν 和 μεταβάλλειν)相对应。τὸ μὲν 的实际指涉内容由关系从句 ᾧ προστίθεται(被添加于其上之物)所补充。
- 1.141εἰ μὴ ἡ ὡς ὕλη θεωρουμένη
在条件连词 εἰ μή(除……之外)之后,名词 δύναμις 被省略,阴性单数主格冠词 ἡ 承前指代前面提到的 θρεπτικὴ ἢ αὐξητικὴ δύναμις,意为“除了被视为质料的[能力]之外”。
- 1.141αὐτὸ ὑφ’ ἑαυτοῦ ποιήσομεν ἀλλοιοῦσθαι
动词 ποιήσομεν(将来时陈述语气)支配宾格 αὐτό 和现在时不定式 ἀλλοιοῦσθαι 构成使役结构,表示逻辑推论:“我们将使它变为由自身导致质变”。
