- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:95.13-96.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯在论定从水到气的体积膨胀不能称为增长之后,进而探讨增长之物究竟是被添加者还是受添加者这一疑难,阐明只有在实体上保持形式而持存的载体(如胫骨或混合物中的主导成分)才真正称得上是增长的主体。
" Εἰ δὲ ἔσται ἡ εἰρημένη αὔξησις." Εἴπερ, φησί, λέγοιμεν αὔξησιν εἶναι τὴν εἰρημένην, τουτέστι τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολήν, διὰ τὸ μείζονα τὸν ὄγκον γεγονέναι, ἀναγκασθησόμεθα μήτε ὑπομένειν τὸ αὐξόμενον λέγειν μήτε προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι,1 καὶ ἀναιρήσομεν τὰ κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως λεγόμενα· εἰ δὲ ταῦτα φυλάξαι χρή, ὥσπερ οὖν χρή, οὐκ ἂν εἴη αὔξησις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.
“但若上述的是增长。” 他说,如果我们当真把上述的变化,即从水到气的变化,由于体积变得更大而称作增长,我们就会被迫既不说增长之物持存,也不说增长是由于某种东西的加入而发生,并且我们将推翻依据普遍观念所谈论的关于增长的各项规定;但若必须保持这些规定(正如确实必须的那样),那么从水到气的变化就不可能是增长。
"Ἀπορήσειε δ’ ἄν τις καὶ τί ἐστι τὸ αὐξόμενον, πότερον ᾧ προστίθεταί τι." Πάσας ἃς ἄν τις περὶ τῆς αὐξήσεως ἐκίνησεν ἀπορίας τε καὶ ζητήσεις τίθησι καὶ ταύταις διαιτᾷ, πρὶν τὴν προσήκουσαν ἀποδῷ περὶ αὐτῆς διδασκαλίαν· τῶν γὰρ ἀποριῶν προκαταβληθεισῶν καὶ τῆς προσηκούσης λύσεως τυχουσῶν ῥᾷον ὁ περὶ αὐτῆς ἀπευθύνεται λόγος. νῦν γοῦν ζήτησιν κινεῖ οἰκείαν τῷ περὶ αὐξήσεως λόγῳ, ζητῶν πότερον ἄρα ἀμφότερά ἐστι τὰ αὐξόμενα, τό τε προστεθὲν καὶ ᾧ προστίθεται, ἢ μόνον τὸ ᾧ προστίθεται. δοκεῖ μὲν γὰρ ἀμφότερα μείζονα γεγονέναι καὶ τὸ προστεθὲν καὶ ᾧ προσετέθη, ὡς ἐπὶ τοῦ οἴνου ἔχει καὶ τοῦ ὕδατος· ὅταν γὰρ μίξῃς οἴνῳ ὕδωρ, ἑκάτερον δοκεῖ πλέον γεγονέναι καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος. φησὶν οὖν ἐπικρίνων τὴν ἀπορίαν, ὅτι τὸ ᾧ προστίθεται μόνον χρὴ λέγειν ηὐξῆσθαι, οἷον εἰ κνήμη εἴη ᾗ προστίθεται, ἡ δὲ τροφὴ ἡ ταύτῃ προστιθεμένη, * * * οὐκ ἂν λέγοιτο αὔξεσθαι.2 καὶ τὴν αἰτίαν ἐπιφέρει. ἐπειδὴ γὰρ προείληπται δεῖν τὸ αὐξόμενον ὑπομένειν, ὑπομένει δὲ ἡ κνήμη, οὐ τὸ προσιόν (τοῦτο γὰρ μεταβάλλει κατὰ τὴν οὐσίαν), εὐλόγως ἂν ἡ κνήμη λέγοιτο αὔξεσθαι μόνως, οὐ τὸ προσιόν. ἀλλὰ δὴ κἀπὶ τῆς μίξεως τοῦ ὕδατος καὶ τοῦ οἴνου, ὅταν ὀλίγον ὕδωρ πλείονι οἴνῳ μίξῃ τις, τὸν οἶνον μόνον φαμὲν ηὐξῆσθαι, διότι μένει τὴν τοῦ οἴνου δύναμιν ἐπιδεικνύμενος. οὕτω δὲ καὶ ὕδατι πλείονι ἐὰν μίξῃς οἶνον ὀλίγον ὡς κρατηθῆναι ὑπὸ τοῦ ὕδατος, οὐ τὸν οἶνόν φαμεν ηὐξῆσθαι, διότι οὐ σῴζει τὴν οἰκείαν δύναμιν, ἀλλὰ τὸ ὕδωρ τὸ σῷζον τὴν οἰκείαν δύναμιν καὶ τὴν τοῦ ὕδατος ἰδιότητα. καθόλου γὰρ οὐ τὸ φθειρόμενον οὐδὲ τὸ κρατούμενόν φαμεν ηὐξῆσθαι, ἀλλὰ τὸ κρατοῦν καὶ ὑπομένον. εἰ δὲ καὶ ἰσοσθενὴς ἡ μίξις γένοιτο, οὐ τῷ ποσῷ ἀλλὰ τῇ δυνάμει ὡς ὁμοίως ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παθεῖν,3 εἴποις ἂν οὕτως ἑκάτερον ηὐξῆσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ἐφθάρθαι· οὐδετέρου γὰρ ἔτι ἡ δύναμις καὶ ἡ ἐνέργεια εἰλικρινὴς σῴζεται. δῆλον 〈δ’〉 ὅτι καὶ τὴν αὔξησιν ἐπὶ τῶν μιγνυμένων καταχρηστικώτερον εἴρηκεν· οὐδὲ γὰρ εἰλικρινῶς τὸ αὐτὸ εἶδος ὑπομένει οὐδὲ πᾶν μόριον αὐτοῦ ἐπιδίδωσιν, ἀλλὰ μόνον τῇ προσθέσει τὸ ὅλον μεῖζον γέγονεν.
“并且有人可能还会提出疑问:增长之物究竟是什么,它是否是某物加于其上的那个东西。” 在阐明关于增长的恰当教义之前,他把人们就增长可能提出的所有疑难与探寻都提了出来并加以裁定;因为预先摆出疑难并获得其恰当的解决,关于增长的论述就会更容易端正地展开。眼下,他提出了一项切合关于增长之论述的探寻,探究究竟是被添加之物和被添加于其上的事物二者都是增长之物,还是仅仅是被添加于其上的事物是增长之物。因为被添加之物和被添加于其上的事物二者似乎都变得更大了,就像在酒与水的情形中那样;因为每当你把水混入酒中,水和酒二者似乎都变得更多了。于是他在裁决这一疑难时说,应当只把被添加于其上的事物说成是增长了:例如,如果胫骨是被添加于其上的事物,而食物是被添加到它之上的,那么[食物]就不会被说成是增长了。并且他接着给出了原因:因为既然已经预设了增长之物必须持存,而持存的是胫骨,不是加入之物(因为这在实体上发生变化),那么合理地只有胫骨会被说成是增长,而不是加入之物。不仅如此,在水与酒的混合中也是如此,每当有人把少量的水混入较多的酒中,我们说只有酒增长了,因为它依然展现着酒的效力。同样地,如果你把少量的酒混入较多的水中,以致它被水所压倒,我们就不说酒增长了(因为它没有保持其固有的效力),而是保持其固有力量与水之特性的水增长了。因为普遍而言,我们并不说毁灭之物或被压倒之物增长了,而是说压倒者且持存者增长了。但如果混合在力量上势均力敌(不是在数量上而是在能力上,以致各自同样地受到对方的作用),你或许可以说二者都如此增长了,但说它们已经毁灭也许更为真实;因为两者的能力与现实态都已不再纯粹地得以保持。并且显而易见,他在谈及混合物上的增长时也是在较为借喻的意义上说的;因为既不是同一形式纯粹地持存,也不是它的每一个部分都有所增益,而仅仅是通过添加使整体变得更大了。
- 1.139ἀναγκασθησόμεθα μήτε ὑπομένειν τὸ αὐξόμενον λέγειν μήτε προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι
受 ἀναγκασθησόμεθα 统辖的不定式 λέγειν 置于第一分句中(ἀπὸ κοινοῦ,共用成分),共同支配由 μήτε... μήτε 并列的两个宾格不定式结构:前者为 ὑπομένειν τὸ αὐξόμενον(主格性宾格为 τὸ αὐξόμενον),后者为 προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι(主格性宾格为 τὴν αὔξησιν),第二分句承前省去 λέγειν。
- 1.140οἷον εἰ κνήμη εἴη ᾗ προστίθεται, ἡ δὲ τροφὴ ἡ ταύτῃ προστιθεμένη, * * * οὐκ ἂν λέγοιτο αὔξεσθαι
此处包含手抄本脱文( *)。条件句的前件将 εἰ κνήμη εἴη ᾗ προστίθεται 与 ἡ δὲ τροφὴ ἡ ταύτῃ προστιθεμένη 相对照;脱落部分当补足诸如“胫骨可以说增长,而食物”(如 ἡ μὲν κνήμη αὔξεσθαι λέγοιτο ἄν, ἡ δὲ τροφή)的内容。后件谓语 οὐκ ἂν λέγοιτο αὔξεσθαι 的主语是承前省略的食物(ἡ τροφή),与单数动词 λέγοιτο 一致。
- 1.140οὐ τῷ ποσῷ ἀλλὰ τῇ δυνάμει ὡς ὁμοίως ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παθεῖν
与格 τῷ ποσῷ 和 τῇ δυνάμει 是限定形容词 ἰσοσθενής(等力的)的“关系与格(dative of respect)”。紧随其后的 ὡς 搭配不定式(παθεῖν)构成结果/程度从句,解释其能力相当的程度:“以致各自同等地受对方的作用”。
