- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:94.8-95.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯探讨了亚里士多德在321a14中提出的问题,即在从水到气的变化中究竟何物发生增长,驳斥了作为共同载体的物体或三维广延本身增长的观点,并阐明由于缺少形式的持存和外物的加入这一增长的固有要件,这绝非增长。
" Ἀλλ’ ἢ οὐδενὸς ἢ εἴ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τῷ φθαρέντι καὶ τῷ γενομένῳ.1" Εἰπὼν ὅτι οὐδέτερον ηὔξηται, οὔτε τὸ εἰς ὃ ἡ μεταβολὴ γέγονεν οὔτε τὸ ἐξ οὗ, νῦν φησιν ὅτι λείπεται ἢ μηδὲν εἶναι τὸ ηὐξημένον ἐπὶ τῆς τοιαύτης μεταβολῆς τῆς ἐξ ὕδατος εἰς ἀέρα, ἢ ἔστι τι ηὐξημένον ὃ κοινὸν ὑποκείμενόν ἐστι τοῦ γενομένου καὶ τοῦ φθαρέντος, τοῦτο δέ ἐστι τὸ σῶμα. εἶτα ἐφεξῆς κατασκευάζει ὅτι οὐδὲ τοῦτο δυνατὸν λέγειν ηὐξῆσθαι, διότι οὐ σῴζεται ἐπ’ αὐτοῦ τὰ κοινῶς ὑπάρχοντα τῷ αὐξομένῳ, λέγω δὲ τό τε πᾶν μόριον μεῖζον γεγονέναι τοῦ αὐξομένου καὶ τὸ προσιόντος τινός, καὶ πρὸς τούτοις τὸ ὑπομένειν τὸ αὐξόμενον. τούτων γὰρ τὸ ὑπομένειν οὐκ ἔστιν ἐπὶ τοῦ σώματος· οὐ γὰρ ὑπομένει, ἀλλὰ ἄλλο ἐξ ἄλλου γίνεται μανότερόν τε ἐκ πυκνοτέρου καὶ μεῖζον ἐξ ἐλάττονος. τὸ δὲ λέγειν τὸ καθόλου εἶναι τὸ ὑπομένον, ἄλογον· τὸ γὰρ καθόλου οὔτε γεννᾶται οὔτε φθείρεται οὔτε ὅλως ὑφέστηκεν ἰδίαν ἔχον ὕπαρξιν, ἀλλ’ ἔστιν ἀεὶ τὸ μερικὸν καὶ τόδε τι τὸ σῶμα τὸ γινόμενον καὶ φθειρόμενον, ὅπερ ἐστὶ καὶ τὸ ἐνεργείᾳ ὑφεστώς. εἰ τοίνυν τόδε μέν τι τὸ σῶμα φθείρεται, ἕτερον δὲ ἐξ ἑτέρου γεννᾶται, πρόδηλον ὡς οὐδὲν αὐτοῖς ἐστι κοινὸν σῶμα ὑπομένον πλὴν τῆς πρώτης ὕλης, περὶ ἣν μίαν καὶ τὴν αὐτὴν οὖσαν ἡ μεταβολὴ θεωρεῖται· ταύτῃ γὰρ καὶ διενήνοχε γένεσις αὐξήσεώς τε καὶ ἀλλοιώσεως, τῷ ἐπὶ μὲν τῆς γενέσεως μὴ ὑπομένειν τὸ μεταβάλλον, ἐπ’ αὐξήσεως δὲ καὶ ἀλλοιώσεως ὑπομένειν τὸ αὐτὸ κατὰ τὴν οὐσίαν, μεταβάλλειν δὲ κατὰ τὰ συμβεβηκότα, ἐπὶ μὲν αὐξήσεως κατὰ μέγεθος, ἐπὶ δὲ τῆς ἀλλοιώσεως κατὰ πάθος. εἰ δέ τις εἴποι ὡς ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὑπομένει τὸ τριχῇ διαστατὸν ᾗ τοιοῦτόν ἐστι καὶ μόνον ἐξ ἐλάττονος μεῖζον γίνεται, ἴστω ὡς εἰ καὶ τοῦθ’ οὕτως εἶχεν, οὐκέτι καὶ προσιόντος τινὸς ἔξωθεν ηὔξηται. ἔπειτα εἰ μὲν αὐτὸ καθ’ αὑτὸ τὸ τριχῇ διαστατὸν ὑπάρχον ἄνευ τινὸς εἴδους ἐξ ἐλάττονος μεῖζον ἐγίνετο, ἴσως ἂν εἰ καὶ μὴ εὐλόγως συγχωρεῖν ἦν αὔξησιν εἶναι τὸ τοιοῦτο·2 νῦν δὲ εἰ τὸ αὐξόμενον φυλάττειν δεῖ τὸ πρότερον εἶδος, ὡς ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων, τὸ δὲ τριχῇ διαστατὸν εἰδοπεποιημένον τῷ τοῦ ὕδατος εἴδει ἐν τῇ εἰς μείζονα ὄγκον μεταβολῇ, λέγω δὴ τὴν τοῦ ἀέρος, οὐκ ἐφύλαξε τὸ πρότερον εἶδος, λέγω δὴ τὸ τοῦ ὕδατος, πρόδηλον δήπου ὡς οὐκ ἂν εἴη τὸ τοιοῦτον αὔξησις.3 οὐδὲ γὰρ τὸ ὑπομένειν τὸ τριχῇ διαστατόν, τοῦτο ἴδιόν ἐστιν ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’ ἁπλῶς ἐπὶ πάσης γενέσεως καὶ πάσης μεταβολῆς· πολλάκις γὰρ δέδεικται, ὡς δεῖ ἐπὶ πάντων τῶν μεταβαλλόντων τὸ πρῶτον ὑποκείμενον ἀμετάβλητον εἶναι. ἐπὶ δὲ τῆς αὐξήσεως τὸ αὐτὸ εἶδος ὑπομένειν δεῖ ὅπερ εἶχε τὸ αὐξηθὲν καὶ πρὶν αὐξηθῇ· τοῦτο δὲ οὐ γίνεται ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς. οὐκέτι αὔξησις τὸ τοιοῦτο.
“但或者属于无物[的增长],或者如果有某种东西共同属于毁灭之物与生成之物二者。” 在说明了无论是变化所至之物还是变化所由之物都没有增长之后,他现在说,剩下的要么是在从水到气的这种变化中没有任何东西增长,要么是有某种增长之物,它是生成之物与毁灭之物的共同载体,而这就是物体。接着他继而论证道,甚至连这也无法说是增长了,因为共同属于增长之物的诸性质并没有在它身上得以保持——我指的是,增长之物的每一个部分都变得更大,由于某种东西的加入,并且除这些之外,增长之物要持存。因为在这些性质中,持存并不属于物体;因为物体并不持存,而是一物由另一物产生,由较浓密者变为较稀疏者,由较小者变为较大者。但说普遍之物是持存者是不合逻辑的;因为普遍之物既不生成也不毁灭,甚至根本不具有自身的实在性而自存,而生成与毁灭的始终是具体的、特定的这个物体,这也就是现实地自存之物。因此,如果特定的这个物体毁灭,而另一物体由它生成,那么显而易见,除了第一质料之外,它们之间没有任何持存的共同物体,变化正是在这一且相同的质料上被观察到的;因为生成之所以有别于增长和变质,也正在于此:在生成中变化之物并不持存,而在增长与变质中同一事物在实体上持存,只是在偶性上发生变化——在增长中就大小而言,在变质中就性质受动而言。但若有人说,在从水到气的变化中,三维广延在其作为三维广延的意义上持存,只是由较小变为较大,那么他应当知道,即使情况如此,它也不是由于任何东西从外部加入而增长的。再者,如果三维广延脱离任何形式而自身存在,由较小变为较大,也许(即便不合情理)还能勉强承认这样一种情况是增长;但如今,如果增长之物必须保持原先的形式(如在肌肉、骨骼及类似事物的情形中那样),而由水之形式所赋予形式的三维广延,在向更大体积的变化中——我指的是向气的变化——并没有保持原先的形式——我指的是水的形式——那么显而易见,这样一种情况绝不可能是增长。因为三维广延的持存甚至不是从水到气的变化所特有的,而是毫无例外地属于一切生成和一切变化;因为人们屡次证明过,在一切变化之物中,第一载体必须是不变的。但在增长中,必须持存同一形式,即增长之物在增长之前所具有的形式;而这在从水到气的变化中并没有发生。这样一种情况便不再是增长。
- 1.138Ἀλλ’ ἢ οὐδενὸς ἢ εἴ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τῷ φθαρέντι καὶ τῷ γενομένῳ.
在引文句法中,承接前文(321a10-14)论证的“增长既不属于生成之物,亦不属于毁灭之物”,属格 οὐδενός 充当省略的 αὔξησίς ἐστιν 的宾格性属格(“不属于任何东西的增长”)。随后的 ἢ εἴ τι... 则引出另一个假言选项,其中的同格与格短语 ἀμφοῖν... τῷ φθαρέντι καὶ τῷ γενομένῳ 依附于述谓动词 ὑπάρχει。
- 1.138ἴσως ἂν εἰ καὶ μὴ εὐλόγως συγχωρεῖν ἦν αὔξησιν εἶναι τὸ τοιοῦτο
无人称结构 ἦν 搭配不定词(“原本可以……”)与 ἄν 连用,表达与事实相反的潜在可能性(“或许可以承认”)。插入的 εἰ καὶ μὴ εὐλόγως 起让步从句作用(“即便不合情理”),而不定词 συγχωρεῖν 则带宾格加不定词结构(αὔξησιν εἶναι τὸ τοιοῦτο)作其宾语。
- 1.138νῦν δὲ εἰ τὸ αὐξόμενον φυλάττειν δεῖ τὸ πρότερον εἶδος... τὸ δὲ τριχῇ διαστατὸν... οὐκ ἐφύλαξε τὸ πρότερον εἶδος... πρόδηλον δήπου ὡς οὐκ ἂν εἴη τὸ τοιοῦτον αὔξησις.
紧接在 νῦν δὲ(“但实际上”)之后的长条件句的基本骨架。在条件从句(εἰ...)内部,通过 μέν... δέ 对比了陈述一般规则的分支(τὸ αὐξόμενον φυλάττειν δεῖ...)与指出当前具体事实的分支(τὸ δὲ τριχῇ διαστατὸν... οὐκ ἐφύλαξε...),共同引导出主句结论 πρόδηλον... ὡς οὐκ ἂν εἴη。
