← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§92.13-94.7

通过空气浓密与稀疏解释体积变化

约安·斐洛庞诺斯批判了设定补偿性元素转化以及全部空气进行无时间运动的荒谬性,并通过指出空气自身具有借由压缩而浓密化和借由稀疏化而膨胀的本性,在不引入虚空的前提下解决了这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.137#2

ἀνάγκη γὰρ πᾶσα βραχείας μεταβολῆς γινομένης, οἷον ὕδατος ἐνταῦθα μικροῦ ἐξατμιζομένου, πολύν τινα καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης κινεῖσθαι ἀχρόνως ἀέρα,1 ἵνα ἀνταναπλήρωσις τῶν τόπων γένηται, κατὰ συνέχειαν ἀντιπαραχωρούντων ἀλλήλοις τῶν τοῦ ἀέρος μορίων. ἐπὶ μείζονος δὲ ὑποδείγματος σαφὴς ὁ λόγος γινέσθω. εἰ γὰρ ἐν χειμῶνι φέρε ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ἢ ἐν τῇδε τυχὸν τῇ πόλει πυκνούμενος ὁ ἀὴρ μεταβάλλει εἰς ὕδωρ, τὸν δὲ τόπον ὃν καταλέλοιπεν ἐνταῦθα ὁ ἀὴρ γενόμενος ὕδωρ, τοῦτον ἀναπληρώσει ὁ ἐν τῇ ἀντοικουμένῃ γεννώμενος ἀὴρ ἐξ ὕδατος (διὸ ὅτε παρ’ ἡμῖν χειμών, παρ’ ἐκείνοις ἐστὶ θέρος), ἀνάγκη πᾶσα ἅμα τῷ γεννηθῆναι ἐνταῦθα τὸ ὕδωρ ἀχρόνως ἐκεῖσε ἀντιμεταβληθῆναι τὸ ὕδωρ εἰς ἀέρα ἴσον τῷ ἐνταῦθα φθαρέντι, καὶ τὸν μεταξὺ πάντα ἀέρα κινηθῆναι ὠθούμενον ἐκ τοῦ ἐν τῇ ἀντοικουμένῃ γενομένου ἀέρος, ἵνα τῶν μεταξὺ μορίων τοῦ ἀέρος ἀντιπαραχωρούντων ἀλλήλοις τὸ ἐνταῦθα γενόμενον κενὸν ἀναπληρωθῇ. τὸ αὐτὸ δ’ ἂν συμβαίη ἐξ ἀνάγκης καὶ εἰ λεβήτιον ὕδατος ἐξατμισθείη. τοῦτο δὲ πρὸς τῷ ἀτόπῳ καὶ τὸ πλασματῶδες καὶ τὸ ἀδύνατον ἔχει. τὸ γὰρ ἀχρόνως τοσοῦτον κινηθῆναι ἀέρα τῶν ἀδυνάτων ἐστί, καὶ ὅλως κίνησιν ἄχρονον εἶναι ἀδύνατον. ὁρῶμεν γοῦν καὶ πνεύματος πολλαχοῦ σφοδροτάτου κινουμένου ἔν τινι τόπῳ τὰς οὐ πολὺ πέριξ διεστώσας χώρας πολλάκις ἐν νηνεμίᾳ οὔσας καὶ οὐκ ἐπαισθανομένας τῆς οὕτω σφοδρᾶς ἐν ταῖς πλησιοχώροις τοῦ ἀέρος κινήσεως. καὶ ἐν βραχεῖ δὲ πολλάκις ὥρας μέρει φαίνεται πυκνούμενός τε λίαν καὶ ἐξαίφνης μανούμενος ὁ ἀήρ, καὶ τοῦτο πλειστάκις ὑπομένων. οὐκοῦν τὰ αὐτὰ πάθη ἀντιστρόφως καὶ ἐν τῇ ἀντοικουμένῃ γίνεσθαι ἀναπλασόμεθα, ἢ ἁπλῶς ἐν ἑτέρῳ τόπῳ. ἀντιστρόφως δὲ εἶπον, οἷον ὅτε ἐνταῦθα πυκνοῦται ὁ ἀήρ, ἀλλαχοῦ μανοῦσθαι, καὶ ὅτε ἐνταῦθα μανοῦται, ἀλλαχοῦ πυκνοῦσθαι, καὶ τοῦτο τῆς αὐτῆς ὥρας πολλάκις γίνεσθαι. Ἐπεὶ οὖν οὐκ ἀληθῆ ταῦτα ἐδείξαμεν, ἀληθὲς δὲ καὶ τὸ μήτε σῶμα χωρεῖν διὰ σώματος μήτε κενὸν εἶναι, πῶς ἡμεῖς τὴν ἀπορίαν ἐπιλυόμεθα; φαμὲν οὖν ὅτι πέφυκεν ὁ ἀὴρ αὐτὸς εἰς ἑαυτὸν συνιζάνων πυκνοῦσθαι καὶ ἐκ μείζονος ὄγκου ἐλάττων γίνεσθαι καὶ ἔμπαλιν μανούμενος ἐξ ἐλάττονος μείζων γίνεσθαι, πέφυκε δὲ πυκνοῦσθαι καὶ εἰς ἑαυτὸν συνιζάνειν οὐ μόνον ψυχόμενος ἀλλὰ καὶ ὠθούμενος καὶ πιλούμενος. οὕτω γοῦν ἀποδέδειχεν ὁ Ἀριστοτέλης ἐν θέρει ἐν τῇ Αἰθιοπίᾳ τοὺς ὑετοὺς γινομένους· ὠθουμένης γὰρ τῆς ἐκ τῶν βορείων ἀτμίδος ὑπὸ τῶν ἐτησίων πνευμάτων καὶ τοῖς Ἀραβικοῖς προσπιπτούσης ὄρεσι μεγίστοις οὖσι καὶ συνθλιβομένης ἀεὶ ὑπὸ τῆς ἐπιγινομένης, τῇ πιλήσει πυκνοῦσθαι καὶ εἰς ὕδωρ μεταβάλλειν. ἔστι γοῦν τὸν τῶν ἐτησίων χρόνον ἐν τῇ Αἰθιοπίᾳ κατὰ συνέχειαν ὁρᾶν κρουνηδὸν τοὺς ὑετοὺς καταφερομένους ψύξεως ἁπάσης χωρίς. τὸ αὐτὸ δὲ καὶ ἐν τοῖς βαλανείοις γίνεται· ἡ γὰρ ἀνιοῦσα ἀτμὶς καὶ τῇ ὀροφῇ πλησιάζουσα διέξοδον οὐκ ἔχουσα συμπιλεῖται εἰς ἑαυτήν, καὶ πυκνουμένη γίνεται ὕδωρ καὶ τῇ συμφύτῳ βαρύτητι καταρρεῖ. ὥσπερ δὲ πυκνούμενος τῇ πιλήσει, οὕτως καὶ μανούμενος τῇ ἕλξει φαίνεται· ἐνδέχεται γὰρ ἔκ τινος ληκύθου στενὸν ἐχούσης στόμιον πολὺν ἀθρόον τῷ στόματι ἐκμυζῆσαι ἀέρα, μηδαμόθεν ἄλλου ἀέρος ἀντεισιόντος. καὶ δῆλον ὅτι οὔτε ὅλον τὸ μεταξὺ οὔτε μέρος κενὸν γέγονεν· τοῦτο γὰρ ἀδύνατον. οὐκοῦν ὁ ὑπολελειμμένος ἀὴρ μανωθεὶς τὸν ὅλον ἐπέλαβε τόπον. εἰ τοίνυν ἐνδέχεται τὸν ἀέρα καὶ πιλούμενον εἰς ἑαυτὸν συνιζάνειν καὶ πάλιν μανοῦσθαι, εἰδέναι χρὴ ὡς ἐπειδὰν ἐξατμίζηται ἐνταῦθα ὕδωρ, ἢ ἑψόμενον ἢ ὁπωσοῦν ἄλλως, ὁ γενόμενος ἀὴρ ὠθεῖ τὸν παρακείμενον, κἀκεῖνος τὸν συνεχῆ, ἕως οὗ τῇ πιλήσει πυκνωθείς τις ἀὴρ τοσοῦτον ὑπολείπει τόπον, ὅσον ἐπέλαβεν ὁ γινόμενος. καὶ οὐ πάντως ἀνάγκη εἰς ὕδωρ ἄλλον τοσοῦτον ἑτέρωθί που μεταβληθῆναι ἢ τοῦ παντὸς ἀέρος γενέσθαι κίνησιν (πλάσμα γὰρ τοῦτο καὶ ἀποκλήρωσις),2 ἀλλὰ μόνον τοσοῦτον ἀέρα τῇ ὤσει τοῦ γενομένου πιληθῆναι, ὥστε τὸν ἴσον ὑπολιπεῖν τῷ γενομένῳ τόπον. τὸ αὐτὸ καὶ εἰ πυκνωθεὶς εἰς ὕδωρ μεταβαλεῖ· ἀνάγκη γὰρ τὸν παρακείμενον τῷ πυκνωθέντι τῇ τοῦ κενοῦ βίᾳ3 συνέπεσθαι τῷ συσταλέντι, καὶ τὸν ἐκείνῳ πάλιν παρακείμενον τῷ ἐφεξῆς, ἕως οὗ ἀήρ τις ἕτερος ἐπὶ τοσοῦτον μανωθῇ, ὅσον ἀναπληρῶσαι τὸν καταλελειμμένον ὑπὸ τοῦ πυκνωθέντος τόπον, οὐ μὴν πάντως ὅσος ἐνταῦθα ἀὴρ εἰς ὕδωρ μετέβαλε, τοσοῦτον ἀνάγκη ἀλλαχοῦ που ἐξ ὕδατος ἀέρα γενέσθαι.

因为存在着一切必然性:即使在发生微小的变化时,例如当此处的少量水蒸发时,为了使位置的相互补偿发生,气的各个部分相继互相让位,大量的气也必须在有人居住的大地的大片范围上无时间地运动。不过,让我们以更大的例子使论证清晰起来。因为假定在冬天,比如说在我们居住的大地上,或者偶然就在这座城市里,气因浓密化而变为水,而气变为水在此处留下的位置,将由对跖地中从水生成的气来填补(因此在我们这里是冬天时,在他们那里是夏天),那么就存在着一切必然性:在此处水生成的同一时刻,那里的水必须无时间地相互变为与此处毁灭之物同等的气,并且其间所有的气都必须被对跖地中生成的气推动而运动,以便借由其间各部分气的互相让位,填补此处产生的虚空。而且即使一小锅水蒸发,也必然会发生同样的事情。而这除了荒谬之外,还包含着凭空捏造与不可能之事。因为如此多的气无时间地运动属于不可能之事,而且总的来说运动是无时间的也是不可能的。无论如何,我们看到即使在某个地方许多处所有极其强烈的风在运动,周围相距不远的地区却常常处于风平浪静之中,完全没有察觉到邻近地区气的那种如此强烈的运动。而且在一小时的短暂一部分内,常常看到气极度浓密化又骤然稀疏化,并且极其频繁地经受这一过程。难道我们要凭空捏造出,同样的受动状态在对跖地反向发生,或者简单地说在另一处发生吗?我说反向发生,是指例如当此处的空气浓密化时,别处就稀疏化;当此处稀疏化时,别处就浓密化,并且这在同一个小时内多次发生。 那么,既然我们表明了这些并非属实,而物体不穿过物体、不存在虚空也是真实的,我们又该如何解决这一疑难呢?于是我们说,气本性上能够通过向自身内部塌缩而浓密化,从较大的体积变为较小,反过来通过稀疏化而从较小变为较大;而且不仅在受冷时,在被推挤和压缩时,它也本性上能够浓密化并向自身内部塌缩。无论如何,亚里士多德正是以此证明了埃塞俄比亚夏天的降雨是如何产生的:因为来自北方的水汽被季风推挤,撞击到极其巨大的阿拉伯山脉上,并不断被后续产生的水汽挤压,由于压缩而浓密化并变为水。无论如何,在季风时期,在埃塞俄比亚可以连续看到暴雨倾盆而下,完全没有任何冷却。同样的事情也发生在浴场中:上升并接近屋顶的水汽由于没有出口而被挤压向自身,浓密化后变为水,并借由与生俱来的重力流淌下来。正如看到它通过压缩而浓密化一样,同样也看到它通过牵引而稀疏化:因为完全可能用嘴从细颈瓶中一口气吸出大量的气,而没有任何其他气从别处相应进入。显而易见,其间无论全部还是部分都没有变成虚空;因为这是不可能的。因此,留下的气经过稀疏化占据了全部位置。如果气既可能在被压缩时向自身内部塌缩,又可能再次稀疏化,那么就应当知道,每当此处的水蒸发时,无论是因为沸腾还是以任何其他方式,生成的气就会推挤邻近的气,而邻近的气推挤连续的气,直到某种气因压缩而浓密化,留下与生成之气所占据的位置同样多的位置。并且绝非必然要在别处的某处有同量的另一种气变为水,或者发生整个空气的运动(因为这是捏造和无根据的臆断),而仅仅需要有如此多的气被生成之物的推挤所压缩,以至于留下与生成之物相等的位置。在浓密化并变为水的情况下也是如此:因为必然地,邻近于浓密化之物的气借由阻止虚空的力量跟随收缩之物,而邻近于那一气体的又依次跟随下一个,直到另一种气被稀疏化到足以填补浓密化之物所留下的位置,但也绝非必然在此处变为水的有多少气,在别处就必须有多少气从水生成。

语法注3 条
  1. 1.137ἀνάγκη γὰρ πᾶσα ... πολύν τινα καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης κινεῖσθαι ἀχρόνως ἀέρα

    带宾格的不定式短语 πολύν τινα ... κινεῖσθαι ἀέρα 用作非人称谓词 ἀνάγκη πᾶσα 的真正主语。副词 ἀχρόνως 修饰 κινεῖσθαι,意为“无时间地”或“瞬间地”运动。

  2. 1.137πλάσμα γὰρ τοῦτο καὶ ἀποκλήρωσις

    表语名词 πλάσμα(捏造、虚构)和 ἀποκλήρωσις(任意臆断、无根据的武断)以省略系动词 ἐστί 的方式,与代词主语 τοῦτο 构成名词句。

  3. 1.137τῇ τοῦ κενοῦ βίᾳ

    表示方式或原因的与格短语。字面为“由于虚空的力量”,指在古代物理学中自然阻止虚空产生的强制力(相当于抗拒虚空、产生物理牵引的力)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:92.13-94.7