- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:88.1-89.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了亚里士多德从头重新开始探究(320b34)的论证步骤:先确立关于增长的三条共通观念(所有部分均增长、外物加入、形相持存),随后提出增长是通过物体还是通过非物体进行的这一疑难。
" Ληπτέον δὴ μᾶλλον οἷον ἁπτομένους1 τῆς ζητήσεως ἐξ ἀρχῆς." Προθέμενος ζητῆσαι τίς ποτέ ἐστιν ἡ ὕλη τῆς αὐξήσεως, προήγαγε κατὰ διαίρεσιν τὸν λόγον, ὅτι ἢ δυνάμει σῶμά ἐστιν ἡ τῆς αὐξήσεως ὕλη ἐνεργείᾳ δὲ ἀσώματος, ἢ ἐνεργείᾳ ἐστὶ σῶμα. ὅτι μὲν οὖν οὐκ ἔστι δυνάμει σῶμα, οὔτε ὡς χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς οὔτε ὡς ἐν ἄλλῳ τινὶ ὑπάρχον, ἔδειξε διὰ τῶν προλαβόντων. νῦν οὖν βούλεται καὶ τὸ λοιπὸν τῆς διαιρέσεως μόριον ἐξετάσαι, λέγω δὴ εἰ ἐνεργείᾳ σῶμα αἰσθητόν ἐστιν ἡ τῆς αὐξήσεως ὕλη. ἀναλαμβάνει δὲ τὸν ὅλον λόγον, καθολικωτέραν ποιούμενος τὴν διαίρεσιν καὶ ἀπορητικώτερον ἐφ’ ἑκάτερα προάγων τὸν λόγον. πρὶν δὲ τοῦτο ποιήσει, τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει ἐκτίθεται. δεῖ γάρ, φησίν, οἷον ἐγγυτέρω γινομένους ἡμᾶς τῇ περὶ τῆς αὐξήσεως ζητήσει καὶ οἷον αὐτῆς ἁπτομένους προλαβεῖν ὁποίου ὄντος τοῦ αὐξάνεσθαι τὰ αἴτια αὐτοῦ ζητοῦμεν, λάβοιμεν δ’ ἂν τοῦτο τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ αὐξάνεσθαι ζητήσαντες. πρὸς ταῦτα γὰρ χρὴ ἀπευθύνειν τὸν περὶ αὐτοῦ λόγον· ὅσα γὰρ μὴ συμφωνεῖ τοῖς κατὰ κοινὴν ἔννοιαν περὶ αὐτοῦ λεγομένοις, οὐκ ἂν οἰκείως περὶ αὐτοῦ ῥηθείη. ἀρχὴ δὲ ἁπάσης ἀποδείξεως αἱ κοιναὶ ἔννοιαι. τοῦτο δὲ πεποίηκε κἀν τῇ Φυσικῇ ἀκροάσει ἐν τῇ περὶ τοῦ τόπου διδασκαλίᾳ. μέλλων γὰρ περὶ αὐτοῦ διαλαβεῖν, ἐζήτησε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ, ὅπως ἂν τὰ περὶ αὐτοῦ ἀποδιδόμενα, εἰ μὲν σύμφωνα εἴη τούτοις, ἀποδεξώμεθα, εἰ δὲ μή, ἀποσεισώμεθα· καὶ τῶν ἐπιφαινομένων κατὰ τοῦ τόπου ἀποριῶν τὰς λύσεις ἀποδείξῃ ὀρθῶς ἐχούσας, τῷ συμφωνεῖν τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι * * * ὑπάρχοντα τῷ αὐξομένῳ τρία ὄντα, τό τε πᾶν ὁτιοῦν μέρος αὔξεσθαι τοῦ αὐξομένου, καὶ τὸ προσιόντος τινὸς ἔξωθεν γίνεσθαι τὴν αὔξησιν, καὶ τρίτον πρὸς τούτοις (ὅπερ νῦν μὲν οὐκ ἐπιφέρει, ἐν δὲ τοῖς ἑξῆς προστίθησι) τὸ ὑπομένειν τὸ αὐξόμενον καὶ σῴζεσθαι ἐφ’ οὗ πρότερον ἦν εἴδους. ταῦτα εἰπὼν λοιπὸν ἀπορεῖ περὶ τῆς ὕλης τῶν αὐξανομένων, κατὰ διαίρεσιν προάγων τὸν λόγον. ἀνάγκη γὰρ ἢ σώματι αὔξεσθαι τὸ αὐξόμενον ἢ ἀσωμάτῳ, τοῦ ἀσωμάτου νῦν καθολικωτέρου ὄντος· περιέχει γὰρ καὶ τὸ δυνάμει σῶμα. ἀλλ’ εἰ μὲν ἀσωμάτῳ, ἄτοπον· εἰσοίσομεν γὰρ κενὸν χωριστὸν καὶ καθ’ αὑτὸ ὑφιστάμενον, ὅπερ καὶ ἀνωτέρω εἴρηται. εἰ δὲ σώματι γίνοιτο ἡ αὔξησις, σῶμα διὰ σώματος χωρήσει, τῷ τὸ αὖξον ὅλῳ προσκριθῆναι τῷ αὐξομένῳ· ᾧ γὰρ μὴ προσκρίνεται μορίῳ, τοῦτο δηλονότι οὐδὲ αὔξεται. 〈ὥστε〉 ἕψεται ἐξ ἀνάγκης τὸ σῶμα χωρεῖν διὰ σώματος, τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῇ Φυσικῇ. τούτων οὖν οὕτως εἰρημένων χρὴ λόγους τοιούτους περὶ τῆς αὐξήσεως ἀποδοῦναι, οἵτινες συναινέσουσι τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῷ αὐξομένῳ καὶ τὰς ἀπορίας καὶ τὰ ταύταις ἑπόμενα ἄτοπα ἐκφεύξονται.
“我们毋宁应当仿佛从头着手探究一般来把握[这个问题]。” 在提出了探究增长的质料究竟是什么这一课题后,他通过划分推进了论证:即增长的质料要么在潜能上是物体而在现实态中是非物体的,要么在现实态中就是物体。因此,它并非潜能上的物体——无论作为分离且自存之物,还是作为存在于他物之中的东西——这一点他已通过前面的论据表明了。那么现在,他希望也考察划分中余下的部分,我是说增长的质料是否在现实态中是可感觉的物体。于是他重新检视整个论证,使划分更为普遍,并以更加充满疑难的方式向两方面推进论证。但在做这件事之前,他陈述了按照共通观念属于增长的诸项属性。因为他说,我们必须仿佛更切近关于增长的探究并仿佛着手于它本身一样,预先把握在增长是什么样的事物的前提下我们探求其原因,而若探究了按照共通观念属于增长的诸项属性,我们就能够把握这一点。因为关于它的论证应当对准这些属性;凡是与按照共通观念关于它所言说之物不一致的,都不能被适当地关于它言说。而一切证明的始基乃是共通观念。他在《自然学》中关于位置的讲授里也曾这样做过。因为他在打算论述位置时,探求了按照共通观念属于位置的诸项属性,以便关于它所给出的说明若与这些一致,我们便接受,若不一致,我们便屏弃;并以便〔他〕表明针对位置所显现的疑难的解答之所以正确,就在于与按照共通观念所属于的诸项属性一致……属于增长之物的属性有三条:其一,增长之物的无论任何一部分都在增长;其二,由于某物从外部加入而发生增长;在这两点之外的第三点(他现在并未提及,而是在后文中补充的)是:增长之物在先前所处的那个形相中持存并得以保全。在说了这些之后,他接下来就增长之物的质料提出疑难,通过划分推进论证。因为增长之物必然要么通过物体而增长,要么通过非物体而增长,非物体在此时更为普遍,因为它也包容了潜能上的物体。但如果通过非物体,那是荒谬的;因为我们将引入分离且自立存在的虚空,正如上文也已经说过的。如果增长通过物体而发生,物体将穿过物体,这是因为使之增长之物附加于增长之物的整体;因为它未附加于哪个部分,那个部分显然也就不增长。〈因此〉物体穿过物体将必然随之而来,但这一点是不可能的,已经在《自然学》中得到了证明。既然这些事情已经这样说明了,那么我们就应当给出关于增长的这样一些论述,它们既赞同按照共通观念属于增长之物的属性,又能避开疑难以及伴随这些疑难而来的荒谬。
- 1.133οἷον ἁπτομένους
阳性宾格复数分词 ἁπτομένους 与非人称动词性形容词 ληπτέον 所蕴含的逻辑主语(省略的第一人称复数宾格代词 ἡμᾶς)在性、数、格上保持一致。菲洛波诺斯在后文的转述中明确写出了宾格主语 ἡμᾶς(δεῖ γάρ, φησίν, οἷον ἐγγυτέρω γινομένους ἡμᾶς ... καὶ οἷον αὐτῆς ἁπτομένους),证实了这一构词一致关系。
