← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§86.22-87.30

增长与生成的区分及潜能的大小

菲洛波庞注解了亚里士多德关于从无大小之物的变化属于实体生成而非增长的论点,审视了异文与亚历山大的阐释,并批判性地指出,仅凭这一论证尚无法彻底驳倒增长的质料是“潜能的大小”这一主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131

" Ἔτι δ’ ἥ γε τοιαύτη μεταβολὴ οὐκ αὐξήσεως ἴδιος ἀλλὰ γενέσεως." Ἐντεῦθεν δόξει πρόσφορος εἶναι ἡ γραφὴ ἡ λέγουσα “χωριστὸν γὰρ ἂν εἴη τὸ κοινόν”, τουτέστιν ἡ ὕλη· πρὸς γὰρ τῷ ἀτόπῳ τούτῳ, φησίν, ἡ τοιαύτη ὕλη γενέσεως μᾶλλον ἔσται, οὐκ αὐξήσεως. φησὶν οὖν ὅτι τὸ ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι οὐ τῆς κατὰ αὔξησιν ἴδιόν ἐστι μεταβολῆς, ἀλλὰ τῆς κατ’ οὐσίαν, τουτέστι τῆς γενέσεως· ἡ γὰρ αὔξησις οὐκ ἔστι γένεσις μεγέθους ἀλλ’ ἐπίδοσις, ἡ δὲ φθίσις μείωσις. διό, φησίν, ἔχειν τι δεῖ μέγεθος τὸ αὐξόμενον. γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἢ ἔλαττον’,1 ἵν’ ᾖ τὸ ῥητὸν ‘διὸ δὴ ἔχειν τι δεῖ μέγεθος τὸ γινόμενον, οὐ τὸ ἁπλῶς, φησί, γινόμενον, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον γινόμενον’.

“此外,这种变化并非增长所特有,而是生成所特有的。” 由此看来,作“因为共通者(即质料)将是分离的”这一异文似乎是恰当的;因为他说,除了这一荒谬之外,这样的质料将更多属于生成,而非属于增长。因此他说,从无大小之物中产生出大小,并非增长这一变化的特有属性,而是实体变化(即生成)的特有属性;因为增长并非大小的生成,而是增添,而衰减则是削减。他说,因此增长之物必须具有某种大小。此外文本也作“生成之物”。亚历山大亦提到了这一异文,并说应当从外部补充理解“更大或更小”,以使经文作“因此生成之物确实必须具有某种大小”,他说,这意思是“并非指单纯生成之物,而是指变得更大或更小之物”。

§1.132

"Ὥστε οὐκ ἐξ ἀμεγέθους * * * γένεσις γὰρ ἂν εἴη σώματος μᾶλλον, οὐκ αὔξησις." Ὅτι μὲν οὐκ ἐκ μὴ προϋπάρχοντος μεγέθους γίνεται μέγεθος ἐπὶ τῆς αὐξήσεως, ἀλλ’ ἐπίδοσις ἢ μείωσις γίνεται τοῦ προϋπάρχοντος, αὕτη ἡ κοινὴ ἔννοια ἡ περὶ τῆς αὐξήσεως μαρτυρεῖ· οὐ μὴν ἐπειδὴ μεταβολή ἐστι προϋπάρχοντος μεγέθους ἐπὶ τὸ μεῖζον ἡ αὔξησις, ἐξ ἀνάγκης ἤδη ἡ τῆς αὐξήσεως ὕλη οὐ δυνάμει μέγεθός ἐστιν ἀλλ’ ἐνεργείᾳ. τοῦτο γὰρ οὐκέτι κατεσκεύασε· τί γὰρ κωλύει ὅσον πρὸς τὴν παροῦσαν κατασκευὴν εἶναι μὲν τὴν αὔξησιν ἐπίδοσιν τοῦ προϋπάρχοντος μεγέθους, γίνεσθαι δὲ τὴν ἐπίδοσιν ἐκ δυνάμει μεγέθους, ὅπερ ὕλη ἂν εἴη τῆς αὐξήσεως; τὸ δὲ ‘ὡς πρὸς τὴν παροῦσαν κατασκευὴν’ εἶπον διότι ἀνωτέρω δι’ ἄλλων κατεσκεύασε τὸ τὴν αὔξησιν μὴ ἐκ δυνάμει μεγέθους γίνεσθαι, ὧν ἡ κεφαλαιωδεστέρα ὑπῆρχε τὸ μὴ δύνασθαι ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι, ἤγουν ἐπιδοῦναι πρὸς τὸ μεῖζον· τούτῳ γὰρ δοκεῖ συνεισάγεσθαι τὸ κενόν. εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμάτων γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξήσεως,2 εἰ καὶ ἐκ σώματος αὔξεσθαι τὸ αὐξόμενον ὑπόθοιτό τις, ἀλλ’ οὖν τὴν ὕλην τῆς αὐξήσεως οὐδὲν κωλύει εἶναι δυνάμει σῶμα, ὥσπερ κἀπὶ τῆς γενέσεως κἀπὶ τῆς ἀνωτέρω διαιρέσεως, εἰ καὶ τἆλλα ἐξελήλεγκται τμήματα ταῦτα εἰσάγοντα δυνάμει σῶμα καὶ οὐκ ἐντελεχείᾳ τὴν ὕλην τοῦ αὐξομένου εἶναι, ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωματικόν, οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι,3 πλὴν εἴ τις ἀποκληρωτικῶς φῇ ὅτι ἡ τοιαύτη ὕλη οὐκ αὐξήσεως ἐστιν ἴδιος ἀλλὰ γενέσεως.

“因此并非从无大小之物中[产生]……因为这毋宁将是物体的生成,而非增长。” 在增长中,大小并非产生于预先不存在的大小,而是产生预先存在之物的增添或削减,关于增长的这一共通观念为此作证;然而,并非由于增长是预先存在的大小向更大者的变化,增长的质料就立刻必然不再是潜能的大小而是现实态的大小了。因为这一点他并未进一步证明;就目前的论证而言,有什么能阻止增长是预先存在的大小的增添,而这种增添又产生于潜能的大小(即增长的质料)呢?而我之所以说“就目前的论证而言”,是因为他在上文通过其他论据论证了增长并非产生于潜能的大小,其中更为根本的论据是大小不可能产生于无大小之物,亦即不可能向更大者增添;因为随着这一点,虚空似乎也被一并引入了。然而应当知道的是,正如在生成的事物中,没有任何事物产生于非存在或非物体,而一切生成之物皆产生于现实态存在的、但在潜能上具有生成之物所是的那种东西的物体,尽管如此,我们并不将第一质料称为现实态自存的物体,而是称为在其周围观察到变化的共通底层,它在潜能上是一切事物,但在现实态中总是与某一形相一同被观察到;在增长中亦是如此,即便有人假定增长之物是从物体中增长的,但仍然没有任何事物阻止增长的质料在潜能上是物体,正如在生成和上述划分中一样。即便引入增长之物的质料是潜能上的物体而非完全现实态的那些其他划分部分已被驳倒,但主张增长之物的质料是在某物之中存在的潜能大小(它既不是作为它所在之物的物体性部分而存在,但也绝非完全不属于它所在之物,而是像复合实体中的质料那样存在)的那一部分,用亚里士多德的论据是无论如何都无法驳倒的,除非有人武断地断言,这样的质料不是增长所特有的,而是生成所特有的。

语法注3 条
  1. 1.131γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἢ ἔλαττον’

    当异文“生成之物”(τὸ γινόμενον)处于主语位置时,可能被理解为对从非物体产生的一般性禁止;因此亚历山大主张必须从外部补充理解(προσυπακούειν)“更大或更小”(μεῖζον ἢ ἔλαττον),以将论述限定在增长与衰减的语境中。

  2. 1.132εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμάτων γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξήσεως

    这一长篇比较句的骨干为 ὥσπερ... οὕτω(“正如……同样”)。它在一般生成(事物虽产生于现实态的物体,但第一质料本身是潜能)与增长(虽然从现实态物体中增长,但增长的质料本身仍可为潜能的大小)之间建立了类比对应关系。

  3. 1.132ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωματικόν, οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι

    该句的主干为 τὸ φάσκον... οὐκ ἔστιν... ἐλέγξαι(“驳倒主张……的[划分部分]是绝不可能的”)。中性冠词加分词 τὸ φάσκον 实质化承接前文划分中的肢(τμῆμα),作为不定式 ἐλέγξαι 的宾语。从 ἔν τινί τε οὖσαν 开始的一连串分词短语,详细界定了这一质料的存在方式(既非所在之物的物体性部分,亦非全然无涉,而是如同复合实体中的质料)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:86.22-87.30