- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:89.8-90.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐释了如果使之增长之物是非物体所导致的荒谬(分离的虚空与自存的质料),以及如果是物体所导致的荒谬(同一位置中的两个物体与物体穿过物体),并考察了底本的异文。
" Εἰ μὲν οὖν ἀσωμάτῳ, ἔσται χωριστὸν κενόν." Κειμένου τοῦ ὅτι προσιόντος τινὸς αὔξεται τὸ αὐξόμενον, ζητεῖ τί ποτέ ἐστι τοῦτο τὸ προσιόν, πότερον σῶμα ἢ ἀσώματον, καὶ πρὸς ἀμφότερα ἀπορεῖ. εἰ μὲν γάρ, φησίν, ἀσώματον, ἔσται χωριστὸν κενόν, ὅπερ καὶ πρόσθεν εἴρηται. τὸ μὲν γὰρ αὐξόμενον ἐπιλαμβάνει τόπον ἕτερον, τὸ δὲ ᾧ αὔξεται οὐκ ἦν ἐν τόπῳ ἀσώματόν γε ὄν· ὃν οὖν ἐπιλαμβάνει τόπον τὸ αὐξόμενον, οὗτος πρὸ τοῦ αὐτὸν ὑπὸ τοῦ αὐξομένου κατασχεθῆναι ἦν δηλονότι κεχωρισμένος σώματος καὶ κενός.
“那么,如果通过非物体,将存在分离的虚空。” 在确立了增长之物是通过某物加入而增长的前提之后,他探求这加入之物究竟是什么,是物体还是非物体,并对两方面都提出疑难。因为他说,如果是非物体,将存在分离的虚空,正如前文也已经说过的。因为增长之物占有了另一个位置,而用来使它增长之物作为非物体并不在位置中;因此,增长之物所占有的位置,在被增长之物占据之前,显然是与物体相分离的且是虚空的。
"Ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν." Τοῦτο ὡς δεύτερον ἄτοπον τοῖς ἀσωμάτῳ λέγουσι τὴν αὔξησιν γίνεσθαι ἐπιφέρει. οὐ γὰρ οἴεσθαι χρὴ τῶν προηγησαμένων ἠρτῆσθαι τὴν λέξιν. ὅμοιον δέ ἐστιν ὡς εἰ ἔλεγεν ‘ἔτι ἀδύνατον ὕλην μεγέθους εἶναι χωριστήν’. ἔστι δὲ διττῶς ἀκοῦσαι τοῦ ῥητοῦ, ἤτοι ὅτι ἀδύνατόν ἐστι τὴν τοῦ μεγέθους1 ὕλην χωριστὴν εἶναι (ἔδειξε γὰρ ἀνωτέρω ὅτι ἀδύνατον τὴν τοῦ μεγέθους ὕλην, τουτέστι τὴν πρώτην τὴν ἀσώματον, χωριστὴν εἶναι καὶ μὴ ἐνεργείᾳ σῶμα· οὐ γὰρ δυνατὸν αὐτὴν καθ’ αὑτὴν ὑποστῆναι), ἤγουν ὅτι τὴν ὕλην ἀδύνατον χωριστὴν εἶναι μεγέθους, οὐχ ὅτι ἡ ὕλη τῷ ἰδίῳ λόγῳ μέγεθος ἔχει, ἀλλ’ ὅτι οὖσα καὶ ὑφεστηκυῖα ἀχωριστός ἐστι μεγέθους· δεῖται γὰρ πρὸς ὕπαρξιν τοῦ μεγέθους αὐτὴ ἀμεγέθης οὖσα κατὰ τὸν ἴδιον λόγον. εἰ τοίνυν, φησί, τὸ προσιὸν καὶ ποιοῦν αὔξησιν (τοῦτο γὰρ δέδοται) ἀσώματον ἐρεῖς, ἐπειδὴ τοῦτο ὕλη ἐστὶ τῆς αὐξήσεως, τὴν ἀσώματον ὕλην αὐθυπόστατον καὶ χωριστὴν ὑποτιθῇ. εἰ μὲν οὖν ἔχοι2 ἡ γραφὴ ἔσται χωριστὸν κενόν, ὡς ἑτέραν ἀπορίαν ἐκληψόμεθα τὸ ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν· εἰ δὲ τὸ κοινὸν ἔχοι, τουτέστιν ὕλη, συνεχὴς ἔσται ὁ λόγος. ὅτι γὰρ τὸ κοινόν, ὅπερ ἐστὶν ἡ ὕλη, χωριστὸν εἶναι οὐκ ἐνδέχεται, προστέθεικε διὰ τοῦ εἰπεῖν ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν.
“而量度的质料是不可能分离的。” 他把这一点作为针对那些主张增长通过非物体而发生之人的第二个荒谬推论提出。因为绝不应当认为这个语句依附于紧邻的前文。这就像是在说“此外,量度的质料是不可能分离的”。而这句话可以作两种理解:要么是,量度的质料不可能分离(因为他在上文已经表明,量度的质料,即第一非物体质料,不可能分离存在且在现实态中不是物体;因为它是不能自立存在的);要么是,质料不可能与量度相分离,这并非因为质料依照其本己的定义具有量度,而是因为只要它存在并自立,它就与量度不可分离;因为质料虽然依照其本己定义没有量度,但其持存却需要量度。因此他说,如果你说那加入并产生增长之物(因为这一点已获承认)是非物体的,那么既然这是增长的质料,你就是设定了非物体质料是自立且分离的。因此,如果文本的读法是“将存在分离的虚空”,我们就会把“而量度的质料是不可能分离的”当作另一个独立的疑难来理解;但如果读法是“共同之物”,也就是质料,论证就是连续的。因为质料这一共同之物不可能分离,他是通过说“而量度的质料是不可能分离的”来加以补充的。
"Εἰ δὲ σώματι, δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται." Ἐπὶ τὸ ἕτερον μέτεισι μέρος, καὶ ἀπορεῖ πρὸς τοὺς σώματι τὴν αὔξησιν γίνεσθαι λέγοντας. ἔσται γάρ, φησί, δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, καὶ σῶμα διὰ σώματος διελεύσεται. τὸ δὲ ἄτοπον ἀνακύπτει ἐκ τοῦ ὡμολογῆσθαι πᾶν ὁτιοῦν μέρος τοῦ αὐξομένου αὔξεσθαι. εἰ γὰρ τὸ αὐξόμενον αὔξεται κατὰ πᾶν μόριον, πανταχοῦ παρατεθήσεται τῷ προϋπάρχοντι καὶ αὐξομένῳ τὸ προσιόν. εἰ δὲ τοῦτο, διὰ παντὸς αὐτοῦ διελεύσεται, ἵνα πανταχοῦ αὐτὸ αὐξήσῃ. εἰ δὲ διὰ παντὸς τοῦ αὐξομένου τὸ προσιὸν φαίης διιέναι, ἀνάγκη ἤτοι πόρον ἅπαν ὑποθέσθαι τὸ αὐξόμενον, ἢ σῶμα διὰ σώματος διιέναι,3 ὅπερ ταὐτὸν τῷ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα φάσκειν. τοῦτο δὲ δέδεικται τῶν ἀδυνάτων ὑπάρχον· ἔσται γὰρ τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ, οἷον ἡ θάλαττα ἐν κυάθῳ καὶ ἡ γῆ ἐν κέγχρῳ. ὥστε τὸ αὐτὸ ἁμαρτήσονται οἵ τε σώματι λέγοντες αὔξεσθαι καὶ σῶμα διὰ σώματος διιέναι, καὶ οἱ ἀσωμάτῳ· ἀμφότεροι γὰρ κενὸν εἰσάγουσιν. εἴτε γὰρ σῶμα διὰ σώματος διέλθῃ, ὁ τόπος ὃν καταλέλοιπε τὸ σῶμα τοῦ προσιόντος κενὸς ἔσται· εἴτε πάλιν ἀσωμάτῳ τὸ σῶμα αὔξεται, ἔσται χωριστὸν κενόν, καθὼς προείρηται.
“而如果是通过物体,同一位置中将有两个物体。” 他转向另一部分,对那些主张增长通过物体而发生的人提出疑难。因为他说,同一位置中将有两个物体,且物体将穿过物体。这一荒谬推论产生于以下共识:增长之物的无论任何一部分都在增长。因为如果增长之物按其每个部分都在增长,那么加入之物就必须处处紧贴着预先存在且增长之物。如果这样,为了在各处使它增长,〔加入之物〕就必须穿过它的全部。但如果你说加入之物穿过增长之物的整体,就必然要么假定增长之物全都是细孔,要么假定物体穿过物体,而这等同于声称同一位置中有两个物体。这一点已经被证明属于不可能之事;因为最大的事物将存在于最小的事物之中,例如大海存在于小杯中,大地存在于粟粒中。因此,那些声称通过物体增长且物体穿过物体的人,与那些声称通过非物体增长的人,都将犯下同样的错误;因为二者都引入了虚空。因为如果物体穿过物体,加入之物的物体所留下的位置将是虚空的;又如果物体通过非物体而增长,正如前文所说,将存在分离的虚空。
- 1.135ἤτοι ὅτι ἀδύνατόν ἐστι τὴν τοῦ μεγέθους ὕλην χωριστὴν εἶναι ... ἤγουν ὅτι τὴν ὕλην ἀδύνατον χωριστὴν εἶναι μεγέθους
针对经文“ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν”中属格 μεγέθους 句法联系的两种解构。第一种解释将 μεγέθους 依附于 ὕλην,理解为“量度的质料(作为自立之物)不可能分离”;第二种解释将 μεγέθους 作为分离属格依附于 χωριστήν,理解为“质料不可能与量度相分离”。斐洛庞奴斯展示了这两种读法在哲学上的成立理由及其与亚里士多德论证的对应。
- 1.135εἰ μὲν οὖν ἔχοι ἡ γραφὴ ἔσται χωριστὸν κενόν ... εἰ δὲ τὸ κοινὸν ἔχοι
关于底本异文如何影响与后文句法衔接的说明。若采纳“ἔσται χωριστὸν κενόν(将存在分离的虚空)”,则紧接着的句子是引出“第二个荒谬推论”的独立疑难;若采纳“ἔσται χωριστὸν κοινόν(将存在分离的共同之物)”,则 κοινόν 即是质料,后句“ἀδύνατον δὲ μεγέθους ὕλην...”则是对此进行说明的承接性论述。
- 1.136ἀνάγκη ἤτοι πόρον ἅπαν ὑποθέσθαι τὸ αὐξόμενον, ἢ σῶμα διὰ σώματος διιέναι
由无人称表达 ἀνάγκη 统辖的宾格带不定式结构(ἤτοι πόρον ἅπαν ὑποθέσθαι... ἢ σῶμα... διιέναι)。关联连词 ἤτοι... ἤ 并置了两个抉择支:在前一分句中,不定式的主语为隐含的论辩者,πόρον 为宾格补足语,ἅπαν τὸ αὐξόμενον 为直接宾格受词。
