← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§85.19-86.21

现实态物体的增长与虚空的否定

斐洛庞诺斯对亚里士多德由前文难点得出增长源自现实态物体的结论(320b25)进行注解,考察了导致“虚空”或“分离质料”这一荒谬推论的前提、文本异读以及“分离的虚空”这一用语的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.130

" Φανερὸν δὲ ἐκ τῶν διηπορημένων." Ζητήσας περὶ τῆς ὕλης τῆς αὐξήσεως, καὶ δείξας ὅτι πολλὰ ἕψονται ἄτοπα τοῖς ἐκ δυνάμει μὲν μεγέθους καὶ 〈σώματος〉 ἐντελεχείᾳ δὲ ἀμεγέθους λέγουσι γίνεσθαι τὴν αὔξησιν, συμπεραίνεται νυν τὰ δεδειγμένα, ὅτι οὐκ ἐκ δυνάμει μεγέθους αὔξεται τὸ αὐξόμενον, ἀλλ’ ἐξ ἐνεργείᾳ μεγέθους φυσικοῦ. εἰ γὰρ ἐξ ἀμεγέθους τὸ μέγεθος ἐπιδίδωσι καὶ αὔξεται, εἴη ἂν χωριστὸν κοινὸν ἢ κενόν· ἀμφότερα γὰρ γράφονται καὶ ἀμφότερα λόγον ἔχοντα.1 εἰ μὲν γὰρ εἴη χωριστὸν κοινὸν γεγραμμένον, σημαίνει μὲν διὰ τοῦ κοινὸν τὴν ὕλην· κοινὸν γάρ ἐστι πάντων ὑποκείμενον. λέγοιτο δ’ ἂν ὅτι εἰ γένοιτο αὔξησις καὶ μέγεθος ἐξ ἀμεγέθους καὶ τοῦ δυνάμει σώματος, εἴη ἂν τὸ δυνάμει μέγεθος ὅπερ ἐστὶν ἡ ὕλη κεχωρισμένη μεγέθους καὶ τοῦ ἐνεργείᾳ σώματος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα. εἰ δὲ ἔχοι χωριστὸν γὰρ ἂν εἴη τὸ κενόν, εἴη ἂν λέγων ὅτι εἰ γίνεται αὔξησις ἐκ δυνάμει μὲν μεγέθους, ἐνεργείᾳ δὲ μηδὲν ἔχοντος μέγεθος, ἔσται κεχωρισμένον καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς τὸ κενόν. εἰ γὰρ τὸ ηὐξημένον ἐπιλαμβάνει τόπον τινὰ πλείονα μὴ κατεχόμενον ὑπὸ τοῦ προσιόντος καὶ τὴν αὔξησιν ποιήσαντος (ἐκεῖνο γὰρ ἀμέγεθες ἦν), ἦν ἂν οὗτος ὁ τόπος ὃν ἐπέλαβε τὸ ηὐξημένον κενὸς πρότερον, ὅπερ ἀδύνατον ὂν δέδεικται ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ὅτι δὲ οὐδὲ τὴν ὕλην χωριστὴν εἶναι παντὸς εἴδους ἐνδέχεται, πολλάκις εἴπομεν. Εἰδέναι δὲ χρὴ ὅτι ὡς δεδομένου τοῦ μηδὲν τῶν φθειρομένων εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖν,2 ἀληθὴς ἡ κατασκευὴ ἡ εἰς ἄτοπον ἀπάγουσα καὶ τὸ κενὸν εἰσάγουσα. εἰ δέ τις λέγοι φθείρεσθαί τε εἰς τὸ μὴ ὂν καὶ γεννᾶσθαι ἐκ μὴ ὄντος, οὐκέτι τῇ ὑποθέσει ταύτῃ τὸ εἶναι τὸ κενὸν ἐνεργείᾳ ἕψεται· ὃν γὰρ τὸ φθειρόμενον ἀπολείπει τόπον, τοῦτον ἀναπληροῖ τὸ γινόμενον. οὕτω δὲ κἀπὶ τῆς αὐξήσεως, εἴ τις λέγοι μὴ μόνον ἐκ δυνάμει μεγέθους γίνεσθαι τὴν αὔξησιν, ἀλλὰ καὶ τὸ φθῖνον εἰς δυνάμει μέγεθος μεταβάλλειν, οὐκέτι χώραν ἔχει τὸ κενόν. ὡς οὖν ὡμολογημένου ὅτι τὸ φθῖνον οὐ μεταβάλλει εἰς δυνάμει μέγεθος, οὕτω προχωρεῖ ἡ κατασκευή. εἰ δέ τις ζητοίη τί βούλεται αὐτῷ ἡ προσθήκη τοῦ χωριστοῦ3 (ἤρκει γὰρ εἰπεῖν ὅτι ἔσται κενόν), ἴστω ὅτι πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους εἴρηται· ἐδίδαξε γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ πλῆρες τοῦ κενοῦ τῇ σχέσει μόνῃ διαφέρει, καὶ οὐδὲν ἕτερόν ἐστι πλῆρες ἢ κενὸν πεπληρωμένον σώματος, καὶ κενὸν πάλιν πλῆρες ἐστερημένον σώματος. τὸ οὖν χωριστὸν κενὸν οὐδὲν ἄλλο σημαίνει ἢ τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς κενόν.

“而且从所探讨的诸难点中是显而易见的。” 在探讨了增长的质料,并证明对于那些主张增长产生于潜能上为大小和〈物体〉、而在实现上无大小之物的人而言,将随之产生许多荒谬结论之后,他现在对已证明的事项作出结论:增长之物不是从潜能的大小中增长,而是从现实态的自然大小中[增长]。因为如果大小是从无大小之物中增添并增长的,那么就将存在“分离的共通者”或“虚空”;因为这两种异文皆见于抄本,且两者都言之成理。因为如果写的是“分离的共通者”,他通过“共通者”指的就是质料;因为它是万物的共通底层。这样便可以说是:如果增长和大小产生于无大小之物以及潜能上的物体,那么潜能上的大小(即质料)就将与大小及现实态的物体相分离,自身独立自存。但如果文本作“因为虚空将是分离的”,那么他的意思就是说,如果增长产生于潜能上为大小、而在现实态中不具任何大小之物,那么虚空就将是分离的且自身独立自存的。因为如果增长了的事物占据了某个未曾被前来加入并产生增长之物所占据的更多处所(因为后者曾是无大小的),那么增长了的事物所占据的这个处所此前就必定是虚空的,而这在《自然哲学讲演录》第四卷中已被证明是不可能的。至于质料也不可能与一切形相相分离,我们已经多次谈到。 但应当知道的是,既然设定了任何消灭之物都不会归于绝不存在、无论如何都不存在者,那么导致荒谬并引入虚空的这一论证就是真实的。但如果有人说事物既消灭于非存在,又从非存在中生成,那么在这一假定下,现实态中存在虚空就不再会随之推导出来了;因为消灭之物所留下的处所,生成之物会将其填补。在增长的情况中亦是如此:如果有人不仅说增长产生于潜能的大小,而且说衰减之物也变化为潜能的大小,那么虚空就再无立足之地了。因此,由于公认衰减之物并不会变化为潜能的大小,论证便得以如此推进。但如果有人探问,“分离的”这一附加对他而言意图何在(因为单说“将存在虚空”就已经足够了),那么当知这是为了与“充实”相对照而言的;因为他在《自然哲学》中指明,充实与虚空的差异仅仅在于关系,充实无非就是充满物体的虚空,而虚空反过来也就是剥夺了物体的充实。因此,“分离的虚空”指的无非就是自身独立自存的虚空。

语法注3 条
  1. 1.130ἀμφότερα γὰρ γράφονται καὶ ἀμφότερα λόγον ἔχοντα

    前一分句中 γράφονται 是与中性复数主语 ἀμφότερα 相一致的复数被动动词。后一分句 καὶ ἀμφότερα λόγον ἔχοντα 则省略了系动词(如 εἰσί),分词 ἔχοντα 作为表语性成分并列使用。

  2. 1.130ὡς δεδομένου τοῦ μηδὲν τῶν φθειρομένων εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖν

    由 ὡς 引导的属格绝对结构。冠词不定词从句 τοῦ ... χωρεῖν 用作完成时分词 δεδομένου 的实质主语,整体结构用以引出论证的前提(“鉴于……已被预先设定”)。

  3. 1.130τί βούλεται αὐτῷ ἡ προσθήκη τοῦ χωριστοῦ

    τί βούλεται 搭配与格(αὐτῷ)的惯用表达,意为“……对他而言意图/意味着什么”。语法主语是后面的 ἡ προσθήκη,αὐτῷ 是指代作者(亚里士多德)的关系/关涉与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:85.19-86.21