← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§84.17-85.18

第一质料与增长物体的底层同一性

约安尼斯·斐洛庞诺斯注解亚里士多德320b22,论述了物体性实体的第一质料与经受增长和质变的现实态物体在定义上虽有区别,但在底层和处所上是同一的,并阐明既然生成关涉具体个别的物体,质料也属于特定的物体而非普遍的物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.129

" Ἐπεὶ δ’ ἐστὶ καὶ οὐσίας ὕλη σωματικῆς, σώματος δ’ ἤδη τοιουδί." Ζητήσας περὶ τῆς τοῦ αὐξομένου ὕλης καὶ δείξας ὅτι σῶμά ἐστιν ἐνεργείᾳ, ἵνα μή τις οἰηθῇ πρώτην ὕλην ταύτην εἶναι, νῦν διδάσκει ὅτι καὶ αὐτοῦ τοῦ σώματος ἔστιν ὕλη, ἥτις πρώτη καὶ ἀνείδεός ἐστι καὶ ἀσώματος ἐξ ἀνάγκης· ἕτερον γὰρ ἡ ὕλη τοῦ οὗ ἐστιν ὕλη. εἴη ἄν οὖν ἡ τοῦ σώματος ὕλη οὐ σῶμα,1 ἀλλ’ ἀσώματον. καὶ εἰ τοῖς εἴδεσιν ὑπόκειται πᾶσιν, ἀνείδεος ἄρα ἔσται. καὶ ἑτέρα ἐστὶν ἡ ὕλη ἡ τῆς σωματικῆς οὐσίας, καὶ ἑτέρα ἡ τῆς αὐξήσεως· δόξει γάρ, εἴπερ ἡ μέν ἐστιν ἀσώματος καὶ ἀνείδεος καὶ πρώτη, ἡ δὲ τῆς αὐξήσεως ἐνεργείᾳ σῶμα. φησὶν οὖν ὅτι ἡ αὐτή ἐστιν ὕλη τῆς οὐσίας τῇ τῆς αὐξήσεώς τε καὶ ἀλλοιώσεως· διὰ μὲν γὰρ τοῦ μεγέθους τὴν αὔξησιν, διὰ δὲ τοῦ πάθους τὰ συμβεβηκότα δεδήλωκεν. εἰ γὰρ ἄλλη μὲν εἴη σώματος ὕλη, ἄλλη δὲ ποσοῦ καὶ ποιοῦ καὶ τῶν λοιπῶν, ἔσονται τὰ συμβεβηκότα χωριστὰ τοῦ σώματος, ὅπερ ἐστὶν ἀδύνατον. ἡ αὐτὴ ἄρα ἐστὶ καὶ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως ὕλη. ἡ αὐτὴ δὲ οὐ καθ’ ἅπαν, κατά τι δὲ ἡ αὐτή. καὶ πῶς ἡ αὐτὴ προστίθησι, φάσκων τῷ μὲν λόγῳ δυνατὸν εἶναι χωρισθῆναι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας, τόπῳ δὲ μηκέτι.2 τὸ γὰρ ἐνεργείᾳ σῶμα τὸ τῇ αὐξήσει καὶ τῇ ἀλλοιώσει ὑποκείμενον τῷ μὲν λόγῳ ἕτερόν ἐστι τῆς πρώτης καὶ ἀνειδέου ὕλης (ἄλλος γὰρ λόγος τῆς πρώτης ὕλης καὶ ἄλλος τοῦ σώματος), ἀριθμῷ δὲ καὶ τῷ ὑποκειμένῳ ἓν καὶ ταὐτὸν ἄμφω ὑπάρχει καὶ τόπον τὸν αὐτὸν ἔχοντα. εἰ γὰρ λέγοις ἐν ἄλλῳ μὲν τόπῳ τὴν τῆς οὐσίας ὕλην ὑπάρχειν ἐν ἄλλῳ δὲ τὴν τῆς αὐξήσεως καὶ τῶν παθῶν, ἔσται ἐν ἄλλῳ μὲν τόπῳ ἡ σωματικὴ οὐσία ἐν ἄλλῳ δὲ τὰ πάθη, ὅπερ ἐστὶν ἀδύνατον, τὰ πάθη ὑποθέσθαι ἐκτὸς τῶν σωμάτων ὑφιστάμενα αὐτὰ καθ’ αὑτά. Σώματος δ’ ἤδη τοιουδί· σῶμα γὰρ κοινὸν οὐδέν ἐστιν. ἐπειδή, φησίν, ἡ γένεσις τῶν κατὰ μέρος ἐστὶ σωμάτων, καὶ τοῦδέ τινος. τοῦ γὰρ κοινοῦ τοῦ κατηγορουμένου τῶν ἄλλων οὔτε γένεσις ἁπλῶς ἐστιν οὔτε ὑπόστασις· τὸ γὰρ καθόλου ἐν τοῖς δημιουργικοῖς λόγοις ὑφέστηκε μόνοις. ὥστε καὶ ἡ ὕλη τοῦ τινός ἐστι σώματος, καὶ οὐ τοῦ κοινοῦ· εἰ γὰρ τοῦ κοινοῦ σώματος εἴη, οὐκέτ’ ἂν ἐνεργείᾳ ἦν ὕλη ὑπάρχουσα, τοῦ κοινοῦ μὴ κατ’ ἐνέργειαν ὑπάρχοντος.3 ὥσπερ οὖν ἐστι τὸ καθόλου σῶμα ἐν τοῖς δημιουργικοῖς ἐνυπάρχον λόγοις, οὕτω καὶ τὴν καθόλου ὕλην οἰητέον εἶναι· οὐδὲν γάρ ἐστι καθόλου ἐν ὑποστάσει οὔτε σῶμα οὔτε σώματος ὕλη.

“既然也有物体性实体的质料,而且已经是这样一种特定的物体的[质料]。” 在探讨了增长之物的质料并证明它是现实态中的物体之后,为了不让人以为这就是第一质料,他现在指明,物体本身也有其质料,它是第一的、无形相的,且必然是非物体的;因为质料异于其作为质料所从属之物。因此,物体的质料将不是物体,而是非物体的。而且如果它作为底层承受一切形相,那么它就将是无形相的。物态实体的质料与增长的质料是互异的——因为如果前者是非物体的、无形相的且第一的,而增长的质料是现实态中的物体,事情就显得是这样。于是他说,实体的质料与增长及质变的质料是同一个;因为通过“大小”他指明了增长,而通过“受动”指明了偶性。因为假若物体的质料是一回事,而数量、性质及其余者的质料是另一回事,那么偶性就将与物体相分离,而这是不可能的。因此,生成、增长与质变的质料是同一个。但它并非在一切方面同一,而是在某种意义上同一。他还补充说明了它是如何同一的,指出按定义而言一方可能与另一方相分离,但按处所而言则不再能分离。因为作为增长和质变的底层的现实态物体,在定义上不同于第一且无形相的质料(因为第一质料的定义是一回事,物体的定义是另一回事),但在数量上和底层上二者作为一个且同一者而存在,并占有相同的处所。因为如果你说实体的质料存在于一个处所,而增长和受动的质料存在于另一个处所,那么物体性实体将处在一个处所,而受动处在另一个处所,而假定受动在物体之外自身独立自存,这是不可能的。“而且已经是这样一种特定的物体的”;因为没有任何共通的物体。他说,这是因为生成是具体个别物体的生成,是这个特定的某物的生成。因为对于述说于其他事物之上的共通者而言,既没有单纯的生成,也没有自立存在;因为普遍者仅仅在造物原则中自立存在。因此质料也是属于某个特定的物体,而不是属于共通的物体;因为假若是属于共通物体的,既然共通者并非按现实态存在,质料也就不会再是按现实态存在的质料了。因此,正如普遍的物体存在并内在寓于造物原则之中,也应当认为普遍的质料是这样存在的;因为在自立存在中,没有任何普遍者,既无普遍的物体,也无物体的普遍质料。

语法注3 条
  1. 1.129καὶ ἑτέρα ἐστὶν ἡ ὕλη ἡ τῆς σωματικῆς οὐσίας, καὶ ἑτέρα ἡ τῆς αὐξήσεως· δόξει γάρ, εἴπερ ἡ μέν ἐστιν ἀσώματος καὶ ἀνείδεος καὶ πρώτη, ἡ δὲ τῆς αὐξήσεως ἐνεργείᾳ σῶμα.

    虽然 καὶ ἑτέρα ἐστὶν... 使用了直陈式现在时,但它与随后的 δόξει γάρ(“因为似乎会这样认为”)以及条件从句 εἴπερ ἡ μέν ἐστιν... 紧密结合,表述了一种看似成立的推论或疑难(aporia)。随后的句子以 φησὶν οὖν ὅτι ἡ αὐτή ἐστιν... 开头,反驳了这一看法并论证了两者的同一性。

  2. 1.129τῷ μὲν λόγῳ δυνατὸν εἶναι χωρισθῆναι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας, τόπῳ δὲ μηκέτι

    τῷ λόγῳ 和 τόπῳ 是表限定的与格(“在定义上”、“在处所上”),修饰由分词 φάσκων 引出的“宾格加不定式”结构(以 δυνατὸν εἶναι 支配被动不定式 χωρισθῆναι)。τὴν ἑτέραν 是不定式的逻辑主语,ἐκ τῆς ἑτέρας 为介词短语。

  3. 1.129εἰ γὰρ τοῦ κοινοῦ σώματος εἴη, οὐκέτ’ ἂν ἐνεργείᾳ ἦν ὕλη ὑπάρχουσα, τοῦ κοινοῦ μὴ κατ’ ἐνέργειαν ὑπάρχοντος

    该条件句呈现混合结构:条件从句使用祈愿式 εἴη,主句则采用 ἄν 加上未完成过去时 ἦν 的反事实假定。句末的独立属格 τοῦ κοινοῦ μὴ κατ’ ἐνέργειαν ὑπάρχοντος 表原因(“既然共通者并非按现实态存在”),为主句的结论提供了依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:84.17-85.18