- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:83.10-84.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯解释了亚里士多德的两条引文(320b17与320b19),阐明了生成如何基于底层基质从一物变为另一物(《物理学》卷一),以及生成如何必定由现实态存在的同种或同属动力因所引起。
" Γίνεται μὲν οὖν ἁπλῶς ἕτερον ἐξ ἑτέρου, ὥσπερ ἐν ἑτέροις διώρισται." Τὸ μὲν οὖν ἁπλῶς ἢ τὸ κυρίως ἢ τὸ καθόλου ἐξακουστέον, τὸ δὲ ἐξ ἑτέρου ἀντὶ τοῦ ἔκ τινος ἐνεργείᾳ ὄντος, ἐπειδὴ κεῖται τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν. ὥσπερ ἐν ἑτέροις διώρισται. εἶπε γὰρ περὶ τούτων κἀν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· ζητήσας γὰρ πῶς τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται, αἰτίαν εἶπε τὸ κοινόν τι εἶναι αὐτοῖς ὑποκείμενον ἀμφοτέρων ὂν παρὰ μέρος δεκτικόν.1
“因此,单纯地,一物从另一物生成,正如在其他著作中所界定的那样。” 这里的“单纯地”应当理解为“本义地”或“普遍地”,而“从另一物”则替代“从某种现实态存在之物”,因为有一前提已确立:一物的生成即另一物的毁灭。“正如在其他著作中所界定的那样”;因为他确实在《物理学》第一卷中也谈论过这些事情。因为在探讨了相反者如何相互生成之后,他指出其原因在于存在某种为它们所共有、能依次接纳两者的底层之物。
"Καὶ ὑπό τινος δὲ ἐντελεχείᾳ ὄντος ἢ ὁμοειδοῦς ἢ ὁμογενοῦς." Ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινός τε γίνεται καὶ ὑπό τινος, εἰπὼν ἐκ τίνος ἡ αὔξησις, ὅτι ἐξ ἐνεργείᾳ μεγέθους, νῦν λέγει καὶ ὑπὸ τίνος, τουτέστιν ὑπὸ τοῦ ποιητικοῦ αἰτίου· “πάντῃ γὰρ ἀδύνατον”, ὥς φησι Πλάτων, “ἄνευ αἰτίου γένεσιν ἔχειν”. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης, εἰπὼν περὶ τοῦ ὑλικοῦ τῆς αὐξήσεως αἰτίου, λέγει νῦν καὶ περὶ τοῦ ποιητικοῦ, ὅσον αὐτῷ πρὸς τὸ παρὸν χρησιμεύει· οὐδὲ γὰρ τὸ ἰδίᾳ τῆς αὐξήσεως ποιητικὸν νῦν αἴτιον παραδίδωσιν, ἀλλ’ ἁπλῶς πάσης γενέσεως καὶ τῆς κατ’ οὐσίαν καὶ κατ’ ἀλλοίωσιν. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον γίνεται ὑπὸ τοῦ ποιητικοῦ αἰτίου ἐνεργείᾳ ὄντος ὁμογενοῦς ἢ ὁμοειδοῦς τῷ γινομένῳ. τοῦ μὲν οὖν ὁμοειδοῦς αὐτὸς παρέθετο παραδείγματα, ὡς ὅταν πῦρ ὑπὸ πυρὸς ἢ ἄνθρωπος ὑπ’ ἀνθρώπου γίνηται· τὸ δὲ ὑπὸ ὁμογενοῦς αὐτὸς ἐδήλωσεν ὑπὸ τίνος φησίν, εἰπὼν ἢ ὑπὸ ἐντελεχείας. εἰ γὰρ καὶ μὴ ὁμοειδὲς ἦν τὸ ποιοῦν τῷ γινομένῳ, ὁμογενὲς γοῦν πάντως ἐστὶ κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ ἐνεργείᾳ ἐστὶν ὁμοίως τῷ γινομένῳ· σκληρὸν γάρ, φησίν, οὐχ ὑπὸ σκληροῦ γίνεται, ᾧ δῆλον ὅτι οὐχ ὑπὸ ὁμοειδοῦς, ἀλλὰ ὑπὸ ψυχροῦ, ἂν οὕτως τύχῃ, τῷ πυκνοῦσθαι ὑπ’ αὐτοῦ, ὅπερ ὁμογενές ἐστι τῷ γινομένῳ, τῷ ἐνεργείᾳ ὑπάρχειν ψυχρόν,2 ὥσπερ ἐκεῖνό ἐστιν ἐνεργείᾳ σκληρόν. ταύτῃ οὖν ὑπὸ ὁμογενοῦς γίνεται, διότι ἐκ τοῦ ἐντελεχείᾳ ὄντος· τὸ γὰρ ποιητικὸν αἴτιον, ὅ τι ποτ’ ἂν ᾖ, πάντως ἐντελεχείᾳ ἐστί. καὶ αἱ τῶν βοτανῶν δὲ αὐτομάτως φυόμεναι οὐκ ἐξ ὁμοειδοῦς τοῦ ποιητικοῦ αἰτίου τὴν γένεσιν ἔχουσιν, ἀλλ’ ἐξ ἐντελεχείᾳ ὄντος καὶ ταύτῃ ὁμογενοῦς· οἱ γὰρ δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες αἴτιοι τῶν αὐτομάτως φυομένων εἰσί. καὶ τὸ λευκὸν δὲ οὐχ ὑπὸ λευκοῦ γίνεται, καὶ ἐπὶ ἄλλων μυρίων, ἀλλ’ ἐξ ἐνεργείᾳ ὄντος. χρήσιμα δὲ αὐτῷ ἔσται τὰ νῦν εἰρημένα εἰς τὸν περὶ αὐξήσεως λόγον, εἰς τὸ δεῖξαι ὅτι ἔστι τι ποιητικὸν τῆς αὐξήσεως αἴτιον τὸ οἰκειοῦν καὶ συγκρῖνον τὴν τοῦ αὐξομένου ὕλην τῷ αὔξοντι.3
“而且还是由某种在隐得来希中的、同种的或同属的事物所产生的。” 既然一切生成之物既从某物生成又由某物产生,在说明了增长从何生成——即从现实态的大小生成——之后,他现在又说明它由何产生,即由动力因产生;因为正如柏拉图所说,“没有原因而具有生成,是绝不可能的”。正因如此,亚里士多德在论及增长的质料因之后,现在也在对当前有用的范围内论及动力因。因为他现在并非阐明增长特有的动力因,而是单纯地阐明一切生成——不论是按实体的生成还是按质变的生成——的动力因。因此他说,一切生成之物,都是由现实态存在的、与生成之物同属或同种的动力因所产生的。关于同种者,他自己列举了例子,如火由火生成,人由人生出;至于“由同属者产生”,他在说了“或由隐得来希”之后,便亲自表明了他所说的由何产生是什么意思。因为即使作用者与生成之物并非同种,至少在这完全相同的一点上必定是同属的——即按照它与生成之物同样在现实态中存在。因为他说,坚硬之物不是由坚硬之物生成的——由此显然不是由同种者生成的——而是假若凑巧的话,是由寒冷之物通过被其凝聚而生成的;而这寒冷之物与生成之物是同属的,因为它在现实态中作为寒冷而存在,正如那另一物在现实态中是坚硬的一样。因此在这一方面,正是由于它产生于在隐得来希中存在者,它才由同属者产生;因为动力因不论是什么,必定完全在隐得来希中。那些自生出来的植物,也不是从同种的动力因获得其生成,而是从在隐得来希中存在、并在这一方面同属的原因中获得生成的;因为现实态存在的造物原则,就是自生植物的原因。白的事物也不是由白的事物产生的,在无数其他事例中亦是如此,而是从现实态存在者产生的。而现在所说的这些,对他在关于增长的论述中将是有用的,用以表明存在着增长的某种动力因,它使增长之物的质料同化并结合于使之增长者。
- 1.127αἰτίαν εἶπε τὸ κοινόν τι εἶναι αὐτοῖς ὑποκείμενον ἀμφοτέρων ὂν παρὰ μέρος δεκτικόν
动词 εἶπε 的直接宾语是由冠词引导的不定式短语 τὸ ... εἶναι ...,而 αἰτίαν 作双重宾格结构中的宾语补足语。不定式 εἶναι 的主语是 κοινόν τι ... ὑποκείμενον(某种为它们共有的底层之物),分词 ὂν 与 ὑποκείμενον 性数格一致,对其性质进行限定修饰(“能依次接纳两者”)。
- 1.128τῷ πυκνοῦσθαι ὑπ’ αὐτοῦ, ὅπερ ὁμογενές ἐστι τῷ γινομένῳ, τῷ ἐνεργείᾳ ὑπάρχειν ψυχρόν
此处包含两个带冠词的不定式与格短语:τῷ πυκνοῦσθαι(表示手段或原因,“通过被其凝聚”)与 τῷ ... ὑπάρχειν(表示原因或依据,“通过作为……而存在”)。关系代词 ὅπερ 的先行词是前面的 ψυχροῦ(作中性实体看待),而接下来的 τῷ ἐνεργείᾳ ὑπάρχειν ψυχρόν 则阐明了为何称其与生成之物为“同属”(ὁμογενές)的根据。
- 1.128τὸ οἰκειοῦν καὶ συγκρῖνον τὴν τοῦ αὐξομένου ὕλην τῷ αὔξοντι
带冠词的中性分词短语 τὸ οἰκειοῦν καὶ συγκρῖνον 作为前置不定短语 τι ποιητικὸν τῆς αὐξήσεως αἴτιον(增长的某种动力因)的同位语或限定性修饰语。与格 τῷ αὔξοντι 则是两个分词所共同支配的与格补足语,表示其所同化并结合的对象。
