← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§82.9-83.9

作为极限底板的质料与亚历山大的解释

菲洛波庞介绍了亚历山大对亚里士多德将质料界定为点线之极限的底板这一论述(320b16)的解释,即将其理解为与形相共存的现实态物体(第一质料的存在方式),随后提出了另一种解释,即该论述直接指称作为增长质料的现实态物体本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.126#2

ἐν μέσῳ γὰρ παραδείγματος χάριν τὸν περὶ τῆς γενέσεως ἀνακινήσας λόγον, δοκεῖ τῇ συνεχείᾳ τοῦ λόγου ἀκολουθεῖν καὶ περὶ τῆς πρώτης ὕλης διαλέγεσθαι, ἥτις τῇ γενέσει ὑπόκειται, τοῦ δὲ ἐξ ἀρχῆς προκειμένου ἀποχωρεῖν. καὶ νῦν οὖν ὁ ἐξηγητὴς Ἀλέξανδρος τὴν τοῦ σώματος ὕλην τὴν πρώτην ἐξέλαβε τὴν ἀνείδεον, καὶ οὕτως τὴν ἐφεξῆς πᾶσαν ἥρμοσεν λέξιν ἐξηγούμενος· ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη. εἰπών, φησίν, ὅτι ἀδύνατον τὰς γραμμὰς ἢ τὰς στιγμὰς ὕλην ὑποθέσθαι, λέγει νῦν τί ποτέ ἐστιν ἡ τοῦ σώματος ὕλη, φάσκων ἐκεῖνο εἶναι τὴν ὕλην, οὗτινος ἔσχατα καὶ πέρατά εἰσι στιγμαὶ καὶ γραμμαί, λέγει δὲ δηλονότι τὸ ἐνεργείᾳ σῶμα· τούτου γάρ εἰσι πέρατα γραμμαί τε καὶ στιγμαί. ἐπειδὴ δὲ αὐτὴ καθ’ αὑτὴν οὖσα ἡ ὕλη οὔτε ἐνεργείᾳ ἐστὶ σῶμα οὔτε ὑπὸ γραμμῶν περατοῦται, ἐπιφέρει πῶς ἐχούσης αὐτῆς πέρατά εἰσι καὶ ἔσχατα αἱ γραμμαί,1 ἵνα γνῷς διὰ τί ἔσχατα τῆς ὕλης τὰς γραμμάς φησι. διὰ τοῦτο γὰρ πέρατα αὐτῆς αἱ γραμμαί, διότι οὐδέποτε ἄνευ πάθους τινὸς καὶ εἴδους ἐστί· τὸ γὰρ εἶναι αὐτῇ σὺν τούτοις ἐστί. τῷ οὖν ἀχώριστον εἶναι πάθους καὶ μορφῆς, ταύτῃ ἐνεργείᾳ σῶμά ἐστιν ἡ ὕλη, καὶ οὐχ ἡ ἀνείδεος καὶ ἡ πρώτη. ταὐτὸν δὲ τὸ λεγόμενον ἐνταῦθα τῷ ἐξ ἀρχῆς εἰρημένῳ ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ γινόμενον ἔκ τινος ἐνεργείᾳ ὄντος καὶ εἰδοπεποιημένου γίνεται. τοιαύτη μὲν ἡ τοῦ Ἀλεξάνδρου ἐξήγησις, δι’ ὧν δηλοῖ περὶ τῆς τῶν γινομένων ὕλης εἶναι τὸν παρόντα λόγον, ἥτις πρὸς ὕπαρξιν μὲν δεῖται τοῦ εἴδους, καὶ ταύτῃ ἐνεργείᾳ ὑφεστηκυῖά ἐστιν, ὡς δὲ ὕλη θεωρουμένη καὶ τόδε τι καὶ τόδε δυναμένη γενέσθαι ἀνείδεός ἐστι καὶ ἀσώματος. εἰ δ’ ἄρα οὐ περὶ τῆς τῶν γινομένων ὕλης ὁ λόγος ἐστὶν Ἀριστοτέλει, ἀλλὰ περὶ τῆς τοῦ αὐξομένου, ἥτις ὄντως καὶ ὡς ὕλη αὐξομένου θεωρουμένη ἐνεργείᾳ ἐστὶ σῶμα, ἐν τῷ φάσκειν αὐτὸν “ἀλλὰ μὴν οὐδὲ γραμμὰς θετέον οὐδὲ στιγμὰς τὴν τοῦ σώματος ὕλην” προσυπακούειν χρὴ ‘τοῦ αὐξομένου’, ἵνα ᾖ λέγων περὶ τῆς τοῦ αὐξομένου σώματος ὕλης * * * διδάσκειν,2 ὅταν λέγῃ “ἐπειδὴ δέ ἐστι καὶ οὐσίας ὕλη σωματικῆς”. τὸ δὲ ἐφεξῆς τὸ ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη, ἁρμοδιώτερον μᾶλλον κατὰ ταύτην τὴν ἐξήγησιν ἐπάγεται,3 βουλομένου αὐτοῦ τὸ ἐνεργείᾳ σῶμα καὶ οὐ τὸ δυνάμει εἶναι τοῦ αὐξομένου τὴν ὕλην, ἣν οὐδέποτε ἄνευ πάθους οὐδὲ μορφῆς οἷόν τε εἶναι. πρὸς τὴν προσεχῶς εἰρημένην ἐξήγησιν ἁρμόσαις ἂν ταύτην τὴν ῥῆσιν, φάσκων ὑπὸ Ἀριστοτέλους εἰρῆσθαι τὸ ἐνεργείᾳ σῶμα, ὅπερ κατὰ τὸ τριχῇ διαστατὸν θεωρεῖται, μηδέποτε ἄνευ πάθους καὶ μορφῆς συνίστασθαι. λέγοι δ’ ἂν μορφὴν μὲν τὸ φυσικὸν εἶδος, πάθος δὲ ἐνταῦθα σημαίνοι τὰ συμβεβηκότα.

因为他在中途为了举例而引出了关于生成的论述,似乎便顺着论述的连贯性而谈论起作为生成之基底的第一质料,从而离开了最初提出的课题。因此,注释家亚历山大现在也将“物体的质料”理解为无形相的第一质料,并以此诠释和顺应了接下来的整段文句:“而这些事物作为其极限的那个东西,就是质料。”他说,在说明了不可能假定线或点为质料之后,亚里士多德现在说明物体的质料究竟是什么,声称点和线作为其极限和界限的那个东西就是质料,而他所指的显然是现实态的物体;因为线和点正是现实态物体的界限。但既然质料就其自身而言既不是现实态的物体,也不被线所界定,他便补充说明了质料处于何种状态时线才是其界限和极限,以便让你明白为什么他称线为质料的极限。因为线之所以是它的界限,是因为它绝不会脱离某种受动和形相而存在;因为它的存在是与这些一同构成的。因此,正由于不能脱离受动和形式,质料在这一方面才是现实态的物体,而不是作为无形相的和第一的质料。而此处所说的,与先前从一开始所说的是同一回事,即生成之物是从某种现实态存在且被赋予形相之物生成的。亚历山大的解释就是如此,通过这些解释他表明当前的论述是关于生成之物的质料的,这种质料为了实际存在而需要形相,并在此意义上作为现实态而存立,但若作为质料且能够生成这个与那个来看,它则是无形相和非物体的。但假若亚里士多德的论述毕竟不是关于生成之物的质料,而是关于增长之物的质料——这种质料即便作为增长之物的质料来看,也确实是现实态的物体——,那么在他声称“然而决不可将线或点设定为物体的质料”时,就必须顺带补足理解为“增长之物的”,以便他是谈论增长之物体的质料[……]讲授,当他说“而且既然也有物体性实体的质料”时。而接下来的一句“而这些事物作为其极限的那个东西,就是质料”,按照这种解释引入则显得更为恰当,因为他意图使增长之物的质料成为现实态的物体而非潜能态的物体,而这质料是绝不可能脱离受动与形式而存在的。人们可以把这句话顺应于刚才提到的解释,声称亚里士多德所说的是:按三维延展来考察的现实态物体,绝不可能在没有受动和形式的情况下构成。他所说的“形式”大概是指自然形相,而“受动”在这里大概是指各种偶性。

语法注3 条
  1. 1.126ἐπιφέρει πῶς ἐχούσης αὐτῆς πέρατά εἰσι καὶ ἔσχατα αἱ γραμμαί

    πῶς ἐχούσης αὐτῆς 为带有疑问副词 πῶς 的属格独立结构,意为“当质料(αὐτή)处于何种状态时”。它构成间接疑问从句,作为动词 ἐπιφέρει(“补充说明”)的宾语内容。

  2. 1.126ἵνα ᾖ λέγων περὶ τῆς τοῦ αὐξομένου σώματος ὕλης * * * διδάσκειν

    此处手抄本流传中存在脱文( *)。ἵνα ᾖ λέγων 引导目的从句(带有迂说虚拟语气结构),意为“以便他是在谈论增长之物体的质料”,但随后的不定式 διδάσκειν 因脱文而失去了直接的语法连接。上下文的主旨在于说明亚里士多德在后文中所意图讲授的内容。

  3. 1.126τὸ δὲ ἐφεξῆς τὸ ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη, ἁρμοδιώτερον μᾶλλον κατὰ ταύτην τὴν ἐξήγησιν ἐπάγεται

    句首的 τὸ δὲ ἐφεξῆς 与用冠词 τὸ 标引的亚里士多德引文“ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη”同位,共同构成主句的主语。ἁρμοδιώτερον μᾶλλον 为比较级副词与 μᾶλλον 叠用的强化比较表达(“更加妥当/契合得多”)。随后的属格独立结构 βουλομένου αὐτοῦ ... εἶναι 则说明其理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:82.9-83.9