- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:81.3-82.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德否定点和线作为物体质料的论断(320b14),讨论了该说与柏拉图等人平面构成说的关联,评析了亚历山大对连接词的解释,并阐明线与点一样因无法独立占据处所而不可能充当质料。
" Ἀλλὰ μὴν οὐδὲ στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην." Περὶ μὲν στιγμῶν, ὅτι οὐκ εἰσὶν ὕλη τοῦ αὐξομένου, ἀνωτέρω εἴρηκε, λαβὼν τοῦτο ὡς ἑπόμενον ταῖς ὑποθέσεσι ταῖς δυνάμει σῶμα καὶ χωριστὴν αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην τοῦ αὐξομένου ὑποτιθεμέναις. νῦν δὲ ἔοικεν ἀποτείνεσθαι πρὸς τοὺς ἐξ ἐπιπέδων γεννῶντας τὰ σώματα, οἵτινες τῷ μὲν μὴ ἐξ ἀμεγεθῶν ποιεῖν τὰ σώματα πιθανῇ ἐχρῶντο κατὰ τοῦτο ὑποθέσει (μεγέθη γὰρ καὶ τὰ ἐπίπεδα), οὐ μέντοι γε ἔφευγον τὸ ἀδύνατον. εἰ γὰρ καὶ μεγέθη τὰ ἐπίπεδα, ἀλλ’ οὐκ ἐν τόπῳ. ἀποδέδεικται γὰρ ἐξ ἀρχῆς, ὅτι ὅταν τὸ γινόμενόν πού ἐστιν, ἀνάγκη καὶ τὸ ἐξ οὗ γίνεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἐν τόπῳ εἶναι. οὐκ ἔστι δὲ οὐδὲ κατὰ συμβεβηκὸς τὰ ἐπίπεδα ἐν τόπῳ ὑποτίθεσθαι, τῷ προϋφεστάναι τῶν σωμάτων, εἴτε τῷ κατὰ σύνθεσιν τῶν ἐπιπέδων συγκεῖσθαι τὰ σώματα κατὰ Πλάτωνα, εἴτε τῷ ῥυϊσκομένων αὐτῶν κατ’ ἐπίνοιαν γεννᾶσθαι τὰ σώματα. προκείμενον δὲ αὐτῷ πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὰ σώματα ἀποταθῆναι,1 παρέθετο καὶ τὰς στιγμάς, ὡς ἀκόλουθον αὐτοῖς καὶ ἐκ στιγμῶν μέγεθος ποιεῖν· ὡς γὰρ ἐν τῇ Περὶ οὐρανοῦ αὐτῷ εἴρηται, ‘τῆς αὐτῆς ἐστι διανοίας ἐξ ἐπιπέδων τε ποιεῖν τὰ σώματα καὶ ἐκ στιγμῶν’, πλὴν δοκεῖ τοῦτο ἀτοπώτερον εἶναι, τὸ ἐκ πάντῃ ἀμεγεθῶν ποιεῖν μέγεθος. Ἀλέξανδρος δὲ τὸ ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον ἀντὶ τοῦ ‘οὐδὲ γὰρ στιγμὰς θετέον’ ἐξέλαβεν,2 ὅπως συνεχὴς ἡ πᾶσα τῆς λέξεως εἴη διάνοια· ‘βέλτιον γὰρ πᾶσιν ἀχώριστον ποιεῖν τὴν ὕλην· οὐδὲ γὰρ στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην’· οὐδὲ γὰρ καθ’ αὑτό τι τούτων ὑποστῆναι οἷόν τε, οὔτε ἐξ ἀδιαστάτων στιγμῶν διάστημα γενέσθαι. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως ἐξηγήσατο τὸ οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην, ὡς πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὸ σῶμα ὄντος τοῦ λόγου, διὰ τό, ὡς αὐτός φησι, τῆς αὐτῆς εἶναι διανοίας τὸ ἐξ ἐπιπέδων ποιεῖν τὸ σῶμα καὶ ἐκ γραμμῶν τὸ ἐπίπεδον καὶ ἐκ στιγμῶν τὰς γραμμάς. πλὴν ὅμως βίαιόν ἐστιν ὡς πρὸς τὴν λέξιν· γραμμῶν γὰρ καὶ οὐκ ἐπιπέδων ἐμνήσθη. διόπερ ῥητέον ὅτι ἀνωτέρω δείξας ἀδύνατον εἶναι στιγμὰς ὑποθέσθαι τὴν τοῦ αὐξομένου ὕλην, νῦν διδάσκει ὅτι οὐδὲ γραμμάς, συναναλαβὼν τὸν περὶ τῶν στιγμῶν λόγον. διὰ τί δὲ οὐ δυνατὸν οὐδὲ γραμμὰς ὑποθέσθαι, αὐτὸς προστίθησι· διὰ τὰς αὐτὰς γὰρ αἰτίας, διότι οὐδὲν τούτων καθ’ αὑτὸ ὑποστῆναι δυνήσεται μηδὲ κατέχειν τινὰ τόπον αὐτὰς καθ’ αὑτάς. Ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον οὐδὲ γραμμὰς τὴν τοῦ σώματος ὕλην. ἐπεστήσαμεν καὶ ἔμπροσθεν ὅτι δοκεῖ ὁ Ἀριστοτέλης εἰς τὸν περὶ τῆς πρώτης ὕλης λόγον μεταβεβηκέναι, καίτοι ἐξ ἀρχῆς περὶ τῆς τοῦ αὐξομένου ὕλης προθέμενος διδάξαι.
“然而决不可将点或线设定为物体的质料。” 关于点不是增长之物的质料,他此前已经说过,那是作为假定增长之物的质料在潜能上是物体且自身独立分离的那些假说的必然推论而被他采纳的。但现在他似乎指向了那些从平面生成物体的人,他们因不从无大小之物构成物体而在这一方面使用了看似合理的假说(因为平面也是大小),然而他们绝未逃脱不可能的结论。因为纵使平面是大小,它们却不在处所之中。因为从一开始就已经证明,凡当生成之物在某处时,它从中生成之物也必然或者就自身而言或者偶性地在处所之中。然而由于先于物体而存在,无论根据柏拉图是由于物体通过平面的组合而构成,还是由于平面在意念中流动而生成物体,都甚至不可能假定平面偶性地存在于处所中。既然他的意图是指向那些从平面构成物体的人,他也顺带提及了点,因为从点构成大小也是他们必然面临的推论;正如他在《论天》中所说,“从平面构成物体与从点构成物体属于同一种思路”,尽管从全然无大小之物构成大小这一点似乎更为荒谬。而亚历山大将“然而决不可设定点”理解为替代了“因为决不可设定点”,以便文句的整体意义能够连贯:“因为在一切方面将质料设定为不可分离的更为妥当;因为决不可将点或线设定为物体的质料”;因为这些事物既不可能有任何一个独立自存,也不可能从无间隔的点生成间隔。亚历山大固然将“不可将线设定为物体的质料”解释为好像这番论述是针对从平面构成物体的人而发的,因为正如他自己所言,从平面构成物体、从线构成平面以及从点构成线属于同一种思路。然而,这对于文本字句而言是牵强的;因为他提到的是线而不是平面。因此应当说,在先前表明了不可能假定点为增长之物的质料之后,他现在教导说线也不是,并顺带重新提及了关于点的论述。至于为什么也不可能假定线,他自己作了补充:因为是由于同样的原因,即这些事物中没有一个能够独立自存,也不能就其自身占据任何处所。“然而决不可将点或线设定为物体的质料。”我们此前也曾指出,亚里士多德尽管最初设定要讲授关于增长之物的质料,但他似乎已经转向了关于第一质料的论述。
- 1.126προκείμενον δὲ αὐτῷ πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὰ σώματα ἀποταθῆναι
中性分词 προκείμενον 属于非人称用法的绝对宾格结构,表示从属的伴随情况或原因:“既然指向……是他所企图的”。不定词 ἀποταθῆναι 作主语,与格 αὐτῷ 表示其逻辑施事。
- 1.126Ἀλέξανδρος δὲ τὸ ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον ἀντὶ τοῦ ‘οὐδὲ γὰρ στιγμὰς θετέον’ ἐξέλαβεν
评析了亚历山大将引入新论点的转折连接词 ἀλλὰ μήν 理解为表示原因说明的 γάρ(“因为”)这一解释。菲洛波诺斯指出亚历山大如此处理是为了保证文义的连贯性(ὅπως συνεχὴς ἡ πᾶσα τῆς λέξεως εἴη διάνοια),但随后在下文中批评这种解读就字面而言过于牵强(βίαιον πρὸς τὴν λέξιν)。
