← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§79.29-81.2

增长的质料与不可分离性的考察

菲洛波庞总结了旨在证明增长之质料为现实中物体的划分论证之目的,并从两个角度审视了亚里士多德关于“将质料设定为不可分离更为妥当”的陈述:一是指增长的质料,二是指前文例示中所涉及的生成之第一质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#2

τελείαν δὲ καὶ ἀνελλιπῆ ποιησάμενοι τοῦ ἔν τινι τὴν διαίρεσιν, εὕραμεν ἓν τμῆμα τῆς διαιρέσεως τὸ ὡς μέρος ἐνυπάρχον, ὅπερ ὡς ἀνέλεγκτον προσηκάμεθα, οὐ διὰ τὸ μέρος φάσκειν τοῦ ὅλου τὴν τοῦ αὐξομένου ὕλην (οὐ γὰρ τοῦτο πρόκειται διαστείλασθαι, εἴτε μέρος ἐστὶν εἴτε ὅλον), ἀλλ’ ὡς ἐνεργείᾳ σῶμα εἰσηγούμενον1 καὶ οὐ δυνάμει τὴν τοῦ αὐξομένου ὕλην· τοῦτο γὰρ ἦν τὸ προκείμενον, οὐδὲν διαφέρον εἴτε ὅλον ἐστὶν εἴτε μέρος. Ἡ μὲν οὖν πᾶσα τῶν δεικνυμένων τάξις τοιαύτη τίς ἐστι, ζητητέον δὲ τί ποτέ ἐστι τὸ νῦν ἐπιφερόμενον. δείξας γὰρ ὡς ἀδύνατόν ἐστιν ὑποθέσθαι ἔν τινι τὴν ὕλην δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι μηδὲν ἐκείνου τοῦ ἐν ᾧ ὑπῆρχε μεταβάλλοντος, ὡς ἐπὶ παραδείγματος τῆς γενέσεως καὶ τῆς εἰς τὸν ἀέρα τοῦ ὕδατος μεταβολῆς, ἐπιφέρει λέγων βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην. ὅπερ εἰ μὲν ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλάβοις εἰρημένον, περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, φάσκοντι χρῆναι2 τὴν τοῦ αὐξομένου ὕλην ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι, διὰ τὸ αὐτὸ ἐκεῖνο ὑπάρχειν ὅπερ εἶναι λέγεται τὸ ἐν ᾧ ἐστιν, οἷον εἰ τύχοι οὐκ ἐν ὕδατι περιεχομένην, ἀλλ’ αὐτὸ τὸ ὕδωρ οὖσαν τὴν τοῦ ἀέρος ὕλην, τουτέστιν ἐνεργείᾳ οὖσαν σῶμα, ὅπερ ἐστὶν ἀληθές. τῷ μὲν γὰρ ἀριθμῷ, φησίν, οὐδὲν διαφέρει ἡ τοῦ αὐξομένου ὕλη, τουτέστι τὸ ἐνεργείᾳ ὂν σῶμα, οἷον τὸ ὕδωρ τῆς ὕλης τῆς πρώτης τοῦ ὕδατος, ἥτις εἰς τὸ εἶναι ὕδωρ μεταβάλλει. ἡ αὐτὴ γὰρ ἐστι τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ, ὡς ἐν τοῖς ἑξῆς πλατύτερον ἀποδειχθήσεται, τῷ λόγῳ δέ, φησίν, οὐ μία· ἄλλος μὲν γὰρ ὁ λόγος τῆς ὕλης καθὸ ὕλη ἐστίν, ἄλλος δὲ καθὸ ὕδωρ γεγένηται. σύμφωνα δὲ τὰ νῦν τοῖς μετ’ ὀλίγον ῥηθησομένοις παρ’ αὐτοῦ, φάσκοντος τὴν τοῦ αὐξομένου ὕλην τῆς τοῦ γινομένου μὴ εἶναι ἑτέραν τῷ ἀριθμῷ πλὴν τῷ λόγῳ. ἔνεστι δὲ τὸ βέλτιον πᾶσι ποιεῖν ἀχώριστον οὐχ ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλαβεῖν, ἀλλ’ ὡς πρὸς τὸ προσεχῶς εἰρημένον. ἐκθέμενος γὰρ ἐξ ἀρχῆς τὴν ὑπόθεσιν τὴν φάσκουσαν τὴν τοῦ αὐξομένου ὕλην ἔν τινι εἶναι ὡς μηδὲν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἐπὶ παραδείγματος τῆς γενέσεως ἐσαφήνισε τὸ λεγόμενον εἰπὼν “λέγω δὲ οἷον εἰ γίνεται ἀὴρ ἐξ ὕδατος, οὐ τοῦ ὕδατος ἔσται μεταβάλλοντος, ἀλλὰ διὰ τὸ ὥσπερ ἐν ἀγγείῳ τῷ ὕδατι τὴν ὕλην αὐτοῦ εἶναι”. εἶτα μετὰ τοῦτο τὴν ἀναίρεσιν τῆς τοιαύτης ὑποθέσεως γράφων, τὸ μὴ δύνασθαι ὕλην ὑποθέσθαι3 ἔν τινι οὖσαν χωρίζεσθαι δυναμένην αὐτοῦ μηδὲν τοῦ ἐν ᾧ ἐστι μεταβάλλοντος, πάλιν ὡς ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ποιεῖται τὸν λόγον, ἥτις ἐστὶ γένεσις, ὡς πρὸς τὸ προσεχῶς εἰρημένον ὅπερ ἐν παραδείγματος τάξει ἔγκειται, καθάπερ εἴπομεν, ἐπήγαγε τὸ βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην, περὶ τῆς τῶν γινομένων ὕλης τῆς πρώτης καὶ ἀνειδέου τὸν λόγον ποιούμενος. τὴν γὰρ ὕλην, φησί, τοῦ ἀέρος τὴν ἐν τῷ ὕδατι, ἐξ ἧς ὁ ἀὴρ γίνεται, βέλτιον πᾶσιν ἀχώριστον εἶναι τοῦ ὕδατος ἐν ᾧ ἐστιν. οὐ γὰρ ἑτέρα ἐστὶ τοῦ ὕδατος κατὰ τὸν ἀριθμόν, ἀλλ’ ἡ αὐτὴ καὶ μία, ἡ διαφορὰ δὲ μόνη κατὰ τὸν λόγον· ἄλλο γάρ ἐστι τὸ ὕδατι εἶναι καὶ ἄλλο τὸ ὕλῃ.

而在对“在某物之中”作出了完备且无遗漏的划分之后,我们发现划分的一个分支是作为部分内在存在者,我们将其作为未被驳倒者予以接受,这并非因为主张增长之物的质料是整体的一部分(因为当下的目标并非要区分它是部分还是整体),而是因为它将增长之物的质料确立为现实中的物体而非潜能中的物体;因为这正是先前设定的目标,无论它是整体还是部分并无区别。 诚然,所论证之事的全部序列大概就是这样,但必须探究现在所附带提出的究竟是什么。因为在指明了不可能假定存在于某物之中的质料能够与其所在之物相分离而其此前所在的那一事物未发生任何变化之后(正如在生成以及水转变为空气的例子中所表明的那样),他补充说道:“因此,在一切方面将质料设定为不可分离的更为妥当。”如果人们将这句话理解为针对最初设定的目标而说的,那么他的论述就是关于增长之物的质料的,主张必须假定增长之物的质料不能与其所在之物相分离,这是因为它持存为其所在之物被说成是的那一事物本身——例如假定空气的质料并非被包容在水中,而就是水本身,即在现实中作为物体而存在,这确实是真的。因为他说,在数目上,增长之物的质料(即在现实中存在的物体,例如水)与转变为水之存在的水之第一质料毫无区别。因为正如在后文中将更为详细证明的那样,它在数目和底层实体上是同一的,但在定义上,他说,却不是一;因为质料就其作为质料而言的定义是一回事,就其已经生成为水而言的定义则是另一回事。现在的论述与他不久之后将要阐述的观点相一致,届时他主张增长之物的质料与生成之物的质料在数目上并无不同,仅在定义上有别。 不过,也可以不将“在一切方面设定为不可分离更为妥当”理解为针对最初设定的目标,而是理解为针对刚才所说的话。因为在最初陈述了主张增长之物的质料以全然不属于其所在之物的方式存在于某物之中的假说之后,他在生成的例子中阐明了所指之意,说道:“我是指,例如,如果空气从水中生成,这将不是由于水发生变化,而是因为它的质料存在于水中,犹如在容器中一样。”随后在这之后,他在记述对这种假说的反驳时——即不可能假定存在于某物之中的质料能够从其中分离而其所在之物未发生任何变化——再次针对从水到空气的转变(即生成)展开论述,并且正如我们所言,针对刚才所说的那处于例子地位的论点,他在论及生成之物的第一且无形相的质料时引出了“因此,在一切方面将质料设定为不可分离的更为妥当”。因为他说,在水之中的、空气从中生成的空气之质料,在一切方面与其所在的水不可分离是更为妥当的。因为在数目上它与水并非相异,而是一且同一,区别仅在于定义;因为作为水与作为质料乃是两回事。

语法注3 条
  1. 1.125ὡς ἐνεργείᾳ σῶμα εἰσηγούμενον

    中性现在分词 εἰσηγούμενον 修饰前面的中性短语 ἓν τμῆμα(或名词化短语 τὸ ... ἐνυπάρχον),与 ὡς 连用表示接受该分支的依据或理由(“作为引入……者”)。

  2. 1.125φάσκοντι χρῆναι

    与格分词 φάσκοντι 与主句 περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος 中的与格代词 αὐτῷ(指亚里士多德)保持一致,表明作者的主张(“当他主张……时,他的论述是关于……”)。

  3. 1.125τὸ μὴ δύνασθαι ὕλην ὑποθέσθαι

    带冠词的不定词短语 τὸ μὴ δύνασθαι ... 与前文的 τὴν ἀναίρεσιν τῆς τοιαύτης ὑποθέσεως(“对这种假说的反驳”)构成同位语(说明性同位,epexegesis),具体阐明该反驳的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:79.29-81.2