← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§8.27-10.27

生成与性质变化的区分及一元论与多元论的观点

在确立了生成与性质变化在定义上的区别(实体上的变化与偶性上的变化)之后,讨论了将万物归于单一元素的一元论者为何必然将二者混为一谈,以及多元论者如何通过结合、分离与重新排列来区分二者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν γενέσεως καὶ ἀλλοιώσεως." Γένεσις μέν ἐστι μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοπεποιημένον κατά τι τῶν συμβεβηκότων αὐτῷ. οὕτω γοῦν καὶ Ὅμηρος τὴν περὶ τὰ συμβεβηκότα τοῦ Ὀδυσσέως μεταβολὴν ἀλλοίωσιν ὠνόμασεν εἰπὼν ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν.1 [ὁ Τηλέμαχος πρὸς τὸν πατέρα ὑπὸ τῆς Ἀθηνᾶς μεταβληθέντα.] καὶ σκόπει ὡς οὐκ εἶπεν ἄλλος, ἀλλὰ ἀλλοῖος· ἡ μὲν γὰρ γένεσις ἄλλο ποιεῖ, οἷον ἐξ ὕδατος πῦρ, ἡ δ’ ἀλλοίωσις ἀλλοῖον, ἐκ λευκοῦ τυχὸν μέλαν. ἆρ’ οὖν, φησί, ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις μόνοις ὀνόμασι διαφέροντα, ἢ τοῖς ὀνόμασι καὶ τὰ πράγματα συνδιῄρηται;

“以及究竟应当认为生成与性质变化的本性是同一的[还是不同的]。” 生成乃是从非存在到存在的实体上的变化,而性质变化乃是围绕已具形相之物就其某一偶性发生的变化。荷马也正是因此将围绕奥德修斯的偶性发生的变化称为性质变化,他说:“异邦人啊,你刚才向我显现的样子与先前不同了”[忒勒马科斯对被雅典娜改变了形态的父亲所说的话]。请看他并没有说“另一个(ἄλλος)”,而是说了“另一种性质的(ἀλλοῖος)”;因为生成产生的是另一个东西,例如从水产生火,而性质变化产生的是另一种性质的东西,例如从白变为黑。他[亚里士多德]说,那么究竟“生成与性质变化是仅在名称上有别而实际上为同一事物,还是不仅名称有别,事物本身也随之被区分开来”呢?

§1.5

"Οἱ μὲν τὴν καλουμένην ἁπλῆν γένεσιν." Ἐπειδὴ γένεσίς τις καὶ ἡ ἀλλοίωσις, ἀλλ’ οὐχ ἁπλῆ οὐδὲ κυρίως γένεσις, ἀλλὰ μετὰ προσθήκης τις γένεσις, διὰ τοῦτο ἁπλῆν προσέθηκεν. ἱστορεῖ δὲ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν ἀρχαίων δόξας ἃς εἶχον περὶ γενέσεως, ἵνα ἐπὶ ταύταις ἐξετασθείσαις τὰ αὑτῷ δοκοῦντα κατασκευάσῃ. λέγει δὲ τοὺς μὲν αὐτῶν τὸ αὐτὸ ὑπολαβεῖν τὴν κυρίως γένεσιν τῇ ἀλλοιώσει, τοὺς δὲ ἕτερον. καὶ τίνες οἱ τῆς δόξης ἑκατέρας προστάται προστίθησιν.

“有些人认为所谓的无制约生成[……]”既然性质变化也是某种生成,但既非无制约的生成,亦非严格意义上的生成,而是带有附加限制的生成,为此他添加了“无制约的”。正如他的惯例,他首先记述古人关于生成的见解,以便在审查这些见解之后建立自己的观点。他说,他们中的一些人认为严格意义上的生成与性质变化是同一的,而另一些人则认为它们是不同的。他还补充了每种见解的支持者是谁。

§1.6

"Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι καὶ πάντα ἐξ ἑνὸς γεννῶσι." Ὁ σκοπὸς αὐτῷ τὰς τῶν παλαιοτέρων περὶ γενέσεως καὶ ἀλλοιώσεως δόξας ἐκθέσθαι. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. τῶν παλαιῶν, φησίν, οἱ μὲν ἓν ὑπέθεντο τῶν πάντων στοιχεῖον, οἱ δὲ πλείονα. οἱ μὲν οὖν ἓν ὑποθέμενοι εἰς ταὐτὸν ἄγουσι γένεσιν καὶ ἀλλοίωσιν· τίνα δὲ τρόπον ῥητέον. ἐπειδὴ γὰρ τὸ πρώτιστον στοιχεῖον ἓν ὑπετίθεντο, ἐξ οὗ τὰ ἄλλα πάντα γίνεσθαι, ἀνάγκη πᾶσα τὸ αὐτὸ μένον κατ’ οὐσίαν ποιεῖν τὰ ἄλλα· εἰ γὰρ μεταβληθείη κατ’ οὐσίαν, οὐκ ἔσται πρῶτον στοιχεῖον, ἀλλ’ ἕξει πρὸ αὑτοῦ περὶ ὃ γέγονεν ἡ μεταβολὴ τὸ αὐτὸ μένον καὶ ἀμετάβλητον, οἵαν ἡμεῖς ὑποτιθέμεθα τὴν ἀνείδεον ὕλην. εἰ τοίνυν εἰδοπεποιημένον ὑπάρχον τὸ στοιχεῖον (τοιοῦτον γὰρ αὐτοὶ ὑπετίθεντο) ἀμετάβλητόν ἐστι κατ’ οὐσίαν, ἐπεὶ οὐκέτ’ ἔσται πρῶτον στοιχεῖον, λείπεται τὴν μεταβολὴν μηκέτι εἶναι τὴν κατ’ οὐσίαν, καθ’ ἣν μεταβάλλον ποιεῖ τἆλλα. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι οὐκ ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις· ἔστι γάρ, ὡς εἶπον, γένεσις μὲν μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοπεποιημένον κατά τι τῶν περὶ αὐτὸ συμβεβηκότων. σκόπει δὲ μὴ οὐκ ἀναγκαίως αὐτοῖς τοῦτο ἐπάγομεν.2 ἡ γὰρ γένεσις οὐ τοῦ ὑποκειμένου ἐστὶ καὶ τῆς ὕλης, κἄν τε ἀμετάβλητος μένῃ κἄν τε μή, ἀλλὰ τοῦ ἐξ αὐτῆς καὶ τοῦ εἴδους συγκειμένου. καὶ ἡμεῖς οὖν τὴν γένεσιν περὶ τὴν πρώτην ὕλην φαμὲν συνίστασθαι ἀμετάβλητον οὖσαν (δεῖ γὰρ ἀεὶ μένειν τὸ πρῶτον ὑποκείμενον), ἀλλ’ ὅμως ἐξ αὐτῆς καὶ τῶν ἐπιγινομένων ποιοτήτων τὰ στοιχεῖα ποιοῦμεν. τί οὖν κωλύει καὶ αὐτοὺς τὸ πρῶτον στοιχεῖον ποιεῖν ἀμετάβλητον, καὶ μὴ διὰ τοῦτο γένεσιν ἀναιρεῖν; ἔστω οὖν τὴν συνδρομὴν τῶν τοιῶνδε καὶ τοσῶνδε ποιοτήτων περὶ τὸ πρῶτον στοιχεῖον ποιεῖν τὰ πράγματα, περὶ ταῦτα δὲ λοιπὸν γίνεσθαι τὴν ἀλλοίωσιν, πλὴν εἰ μὴ ἐκεῖνο φήσαιμεν, ὅτι ἡμεῖς μὲν ἀνείδεον τὸ πρῶτον ποιοῦμεν ὑποκείμενον καὶ τῇ συνόδῳ τῶν ποιοτήτων εἰδοποιοῦντες αὐτὸ ποιοῦμεν τὰ πράγματα, αὐτοὶ δὲ εἰδοπεποιημένον αὐτὸ ὑποτιθέμενοι καὶ ἀμετάβλητον * * * ἐπεὶ καὶ πρῶτον ἄλλο τι γεννᾶν ἐξ αὑτοῦ εἶδος μένοντος ἀμεταβλήτου οὐ δύναται,3 πλὴν εἰ μὴ περὶ τὰ συμβεβηκότα αὐτῷ δοῖεν τὴν μεταβολήν. Οὕτω μὲν οὖν οἱ ἓν ὑποτιθέμενοι στοιχεῖον ἀναγκάζονται τὴν γένεσιν εἰς ταὐτὸν ἄγειν τῇ ἀλλοιώσει, ὅσοι δὲ πλείω τὰ στοιχεῖα ὑποτίθενται, δύνανται χωρίζειν γένεσιν ἀλλοιώσεως, συγκρίσει μὲν καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν ὑποτιθέμενοι, τῇ μεταθέσει δὲ καὶ τῇ μετατάξει τὴν ἀλλοίωσιν, καθάπερ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπέθεντο. ὅμως φησὶ καὶ περὶ πάντων τῶν πλείω στοιχεῖα ὑποθεμένων δυναμένων σῴζειν καὶ γένεσιν καὶ ἀλλοίωσιν· οὐ πάντες ἔσωσαν. ἀμέλει τοι Ἐμπεδοκλῆς τέσσαρα ὑποθέμενος τὰ στοιχεῖα ἀλλοίωσιν ἀνεῖλεν, ἀπαθῆ εἰπὼν τὰ στοιχεῖα καὶ τὰς ἐν αὐτοῖς ποιότητας ἀμεταβλήτους, ὡς γένεσιν μόνην εἰσάγεσθαι διὰ τῆς τούτου ὑποθέσεως, εἰ καὶ κατ’ ἄλλον τρόπον ἢ ὥσπερ ἡμεῖς ὑποτιθέμεθα, καθάπερ ἐν τοῖς ἐφεξῆς δειχθήσεται. Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι. ἐξηγούμενος τί ἐστι τὸ ἓν τὸ πᾶν λέγειν ἐπήγαγε τὸ πάντα ἐξ ἑνὸς γεννῶσι, τουτέστι τὸ ἓν πάντων ὑποτίθεσθαι στοιχεῖον.

“因为那些主张万物为一,并且从一产生出一切的人[……]”他的意图是阐述前人关于生成与性质变化的见解。他的意思如下:在古人中,他说,有人假定了万物的一种元素,而另一些人则假定了多种元素。假定有一种元素的人,将生成与性质变化归结为同一事物;至于以何种方式,则必须加以说明。因为既然他们假定最初的元素是唯一的,一切其他事物均由此生成,那么它在实体上保持同一的同时产生其他事物就是必然的;因为如果它在实体上发生了变化,它就不再是第一元素,而是在它自身之前拥有那个围绕着它发生变化、保持同一且不变的东西,正如我们所假定的无形式的质料那样。因此,如果作为已具形相而存在的元素(因为他们就是如此假定的)在实体上是不变的——因为〔否则〕它将不再是第一元素——,那么剩下的结论就是:它据以通过变化产生其他事物的变化,不再是实体上的变化。如果是这样,显然这就不是生成,而是性质变化;因为正如我所说,生成是从非存在到存在的实体上的变化,而性质变化则是围绕已具形相之物就其偶性发生的变化。但请考虑,我们向他们提出这一点是否并非出于必然。因为生成并非属于基底和质料本身(无论质料保持不变与否),而是属于由质料与形式结合而成的事物。因此我们也说生成是围绕不发生变化的最初质料而构成的(因为第一基底必须始终保持存在),但我们依然从它以及随后产生的性质中造成元素。那么,又有什么能妨碍他们也把第一元素设定为不变的,并且并不因此取消生成呢?那么,就让我们设定此类与如此多的性质围绕第一元素的汇聚构成了诸事物,而随后围绕这些事物发生性质变化;除非我们主张:我们是将第一基底设定为无形式的,并通过性质的汇聚赋予其形式来产生诸事物,而他们则是假定它是已具形相且不变的[……]因为当第一元素保持不变时,它本身首先不可能从自身产生出另一种形式,除非他们承认变化是围绕其偶性发生的。因此,假定一种元素的人被迫将生成归结为与性质变化相同的事物;而假定多种元素的人则能够将生成与性质变化区分开来,他们通过结合与分离来假定生成与灭绝,通过换位与重排来假定性质变化,正如德谟克利特和留基波派所假定的那样。然而他说,尽管所有假定多种元素的人都本能够同时保全生成与性质变化,但并非所有人都保全了它们。确实,恩培多克勒虽然假定了四种元素,却取消了性质变化,声称这些元素是无受动的,其内在的性质是不变的,以致通过他的假说唯独引入了生成,哪怕其方式不同于我们所假定的方式,正如随后的内容将表明的那样。“因为那些主张万物为一的人”:为了解释什么是主张万物为一,他加上了“从一产生出一切”,也就是说,将万物的元素假定为一个。

语法注3 条
  1. 1.4ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν

    引自荷马《奥德赛》卷16第181行。斐洛庞诺斯着眼于表语形容词 ἀλλοῖος(“不同性质的”)与 ἄλλος(“另一[实体]的”)之间的对比,以此作为区分实体变化(生成)与偶性变化(性质变化)的语义学根据。

  2. 1.6σκόπει δὲ μὴ οὐκ ἀναγκαίως αὐτοῖς τοῦτο ἐπάγομεν

    由祈使语气 σκόπει 引导的带有 μὴ οὐ 的从句,表示审慎的疑虑或反思:“且看我们向他们推论出这一点是否并非出于必然”。此处是注疏者对亚里士多德针对一元论者的责难(即一元论者必然取消生成并将其归结为性质变化)进行反思与批判性检视的转折点。

  3. 1.6πλὴν εἰ μὴ ἐκεῖνο φήσαιμεν, ὅτι ἡμεῖς μὲν ἀνείδεον τὸ πρῶτον ποιοῦμεν ὑποκείμενον καὶ τῇ συνόδῳ τῶν ποιοτήτων εἰδοποιοῦντες αὐτὸ ποιοῦμεν τὰ πράγματα, αὐτοὶ δὲ εἰδοπεποιημένον αὐτὸ ὑποτιθέμενοι καὶ ἀμετάβλητον * * * ἐπεὶ καὶ πρῶτον ἄλλο τι γεννᾶν ἐξ αὑτοῦ εἶδος μένοντος ἀμεταβλήτου οὐ δύναται

    由 πλὴν εἰ μή(“除非我们说……”)引导的从句为前面的质疑提供了自我解答。尽管抄本在此处存在脱文( *),但前半句的 ἡμεῖς μέν 与后半句的 αὐτοὶ δέ 之间的对照,以及脱文后紧随的因果连词 ἐπεί 清楚地显示了逻辑结构:由于古代一元论者将第一元素设定为已经具足形式且不可变之物,因此他们只能允许偶性上的变化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:8.27-10.27