- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:7.5-8.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德开篇原文(314a1–314a3),确立了本书的主题是按自然发生的普遍生成与灭绝,分析了“原因”与“逻各斯”之区别的不同解说(并以气象现象为例将后者界定为机制性运作理据),并说明了探讨生长与性质变化的必要性。
" Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων." Καλῶς εἰπὼν περὶ γενέσεως τῶν γινομένων προσέθηκε τὸ φύσει. γίνονται γάρ τινα καὶ κατὰ τέχνην καὶ κατὰ προαίρεσιν· καὶ κατὰ προαίρεσιν μὲν οἷον φιλίαι καὶ ἔχθραι, κατὰ τέχνην δὲ οἷον οἰκία ναῦς. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ τῶν φύσει γινομένων καὶ φθειρομένων, καὶ τούτων οὐκ ἐνίων, ἀλλ’ ὁμοίως κατὰ πάντων φησίν, τουτέστι καθόλου περὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ζητητέον. εἴρηται γὰρ καὶ κατ’ ἀρχάς, ὅτι οὐ περὶ τῶνδέ τινων ἡ παροῦσα πραγματεία διαλαμβάνει, ἀλλὰ κοινῇ περὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ· κατὰ μέρος γὰρ περὶ τούτων αἱ ἐφεξῆς πραγματεῖαι διδάσκουσιν, αἱ μὲν περὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων, ἄλλαι δὲ περὶ ζῴων καὶ φυτῶν.
“关于由自然生成与灭绝之物的生成与灭绝。” 在恰当地谈到生成之物的生成时,他添加了“由自然”。因为有些事物也是因技艺和抉择而生成的;因抉择而生成的例如友谊和仇恨,因技艺而生成的例如房屋或船只。但这里的论述不是关于这些事物,而是关于由自然生成与灭绝之物,并且在这些事物中,也并非关于其中某些部分,而是如他所说,同样关涉所有事物,也就是说,必须普遍地探究所有生成与灭绝之物。因为最初也已指出,本专著并非探讨这些事物中的某些个别具体形态,而是共同地探讨所有处于生成与灭绝之中的事物;因为随后的各篇专著将按部分分别讲授这些事物,有些讲授关于高空天象中发生的事物,另一些则讲授关于动物和植物。
"Τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν." Διοριστέον, φησί, τῶν γινομένων καὶ φθειρομένων τὰς αἰτίας, πληθυντικῶς εἰπὼν καὶ οὐχ ἑνικῶς. καὶ γὰρ καὶ τὸ ὑποκείμενον αἰτία καὶ αὐτὸ τὸ εἶδος καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἡ ποιητική, αἰτία δὲ καὶ τὸ οὗ ἕνεκα, ἥτις ἐστὶ τὸ τέλος· περὶ γὰρ τούτων ἁπασῶν διαλέξεται. τὸ δὲ τοὺς λόγους αὐτῶν ἐκ παραλλήλου μὲν ταὐτὸν οὐκ ἂν σημαίνοι,1 ὡς δηλοῖ ὁ “τε” σύνδεσμος, τινὲς δὲ αἰτίας μὲν τὰς καθόλου καὶ κοινὰς πάντων τῶν γινομένων ἤκουσαν αἰτίας (οἷον τί τὸ καθόλου ποιητικὸν αἴτιον φθορᾶς καὶ γενέσεως; τίς ἡ κοινὴ αὐτῶν ὕλη; καὶ τὰ λοιπὰ ὡσαύτως), λόγους δὲ τὰς μερικὰς καὶ τὰς προσεχεῖς ἑκάστου αἰτίας (τίς ὕλη ζῴων; ὅτι τυχὸν οἱ τέσσαρες χυμοί. τίς ὕλη τῶν ἐν μετεώροις γινομένων, ὑετοῦ χαλάζης χιόνος βροντῶν ἀστραπῶν ἀνέμων; ὅτι τῶν μὲν ἡ ὑγρὰ ἀναθυμίασις, ὑετοῦ χιόνος δρόσου χαλάζης, τῶν δὲ λοιπῶν ἡ ξηρά. καὶ ἐπὶ μετάλλων καὶ τῶν λοιπῶν· τίς ἡ ἑκάστου ὕλη; ὁμοίως τί τὸ προσεχὲς ἑκάστου ποιητικὸν αἴτιον καὶ τὸ εἶδος;). ἐμοὶ δὲ δοκεῖ αἰτίας μὲν τὰς εἰρημένας τέσσαρας λέγειν, εἴτε τὰς κοινὰς εἴτε τὰς προσεχεῖς ἑκάστου τῶν γινομένων, λόγους δὲ τοὺς ποιητικοὺς καθ’ οὓς ἕκαστον γίνεται ἢ φθείρεται.2 οἷον ὅτι τοῦ ἡλίου ἀποστάντος καὶ τῆς ἀτμίδος περιψυχθείσης πύκνωσις γίνεται, καὶ ταύτῃ μεταβολὴ εἰς ὕδωρ, ἐπιτεινομένης δὲ τῆς ψύξεως, πῆξις· ἀλλ’ εἰ μὲν ὕδατος γένηται πῆξις, ποιεῖ χάλαζαν ἢ κρύσταλλον, εἰ δὲ ἀτμίδος, χιὼν γίνεται. ὁμοίως περὶ ἀστραπῆς καὶ βροντῆς, ὅτι τὸ πνεῦμα τὸ ἐν τοῖς νέφεσιν ἀπολαμβανόμενον ἢ διαφορούμενον ἐκ τοῦ ἄνω τῶν νεφῶν μέρους τῇ κατὰ φύσιν ἐπὶ τὸ ἄνω φορᾷ πυκνοῖ αὐτὰ κατ’ ἐκεῖνο ἅτε τοῦ θερμοῦ στερηθέντα,3 εἶτα τῇ τούτου πιλήσει τοῦ μέρους τὸ ἐν τοῖς κάτω μέρεσιν ἀποληφθὲν πνεῦμα ἐκπυρηνίζεται, εἶτα ἐξακοντιζόμενον καὶ προσρηγνύμενον τοῖς ὑποκειμένοις νέφεσι τῇ μὲν πληγῇ τὸν ψόφον, τῇ δὲ σφοδρᾷ κινήσει καὶ παρατρίψει ἐκπυρωθὲν τὴν ἀστραπὴν ἀπεργάζεται. ἔοικεν οὖν ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀποδόσεις τῶν γινομένων καὶ φθειρομένων λόγους ἀποκαλεῖν· οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι ὕλη ἀστραπῆς ἢ βροντῆς τὸ πνεῦμα, οὐδ’ ὅτι ποιητικὸν αἴτιον ἡ τῶν οὐρανίων κίνησις, ἀλλὰ δεῖ προσθεῖναι καὶ τὸν λόγον καθ’ ὃν τοῦ μὲν ποιοῦντος τοῦ δὲ πάσχοντος ἢ γίνεται τὰ γινόμενα ἢ φθείρεται τὰ φθειρόμενα.
“必须区分它们的原因与它们的逻各斯。” 他说,必须界定生成与灭绝之物的原因,这里用的是复数而不是单数。因为基底也是原因,形式本身以及运动本原的来源(即动因)也是原因,并且目的因(即目的)亦是原因;因为他将论及所有这些原因。而“它们的逻各斯”这一语词,正如连词“τε”所表明的那样,不可能作为平列语表达完全相同的意思;有些人把“原因”理解为所有生成之物的普遍且共同的原因(例如,灭绝与生成的普遍动因是什么?它们的共同质料是什么?其余各原因亦依此类推),而把“逻各斯”理解为每一事物的个别的、近接的原因(动物的质料是什么?或许是四种体液;在高空中生成之物——即雨、雹、雪、雷、闪电、风——的质料是什么?对于其中一些,即雨、雪、露、雹而言,是湿的气汽,而对于其余的则是干的气汽;在矿物及其余事物上亦是如此:每一事物的质料是什么?同样地,每一事物的近接动因和形式是什么?)。但在我看来,他所称的“原因”是指上述四种原因,无论它们是共同的原因还是每一生成之物的近接原因;而“逻各斯”则是指据以使每一事物生成或灭绝的操作性理据。例如,当太阳离去、水汽受冷时,便发生凝缩,由此便发生转化为水,而随着冷却的加剧,便发生凝固;如果发生的是水的凝固,便产生雹或冰,但如果是水汽的凝固,便生成雪。关于闪电和雷亦是如此:被封闭在云层中的气,或者因本性向上的运动而从云层的上部消散开去的气,使云层在该处变密,因为云层被剥夺了热;随后,因这部分的压紧,被封闭在下部区域的气被挤压喷射而出;随后被抛射出去并猛烈撞击下方的云层,以其撞击产生巨响,并因剧烈的运动和摩擦而燃烧生成闪电。因此,亚里士多德似乎将关于生成与灭绝之物的此类阐释方式称为“逻各斯”;因为仅说闪电或雷的质料是气,或者动因是天体的运动是不够的,还必须加上这逻各斯,即在一者施动而另一者受动的情形下,据此生成之物得以生成或灭绝之物得以灭绝的方式。
"Ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον." Ὁ περὶ τούτων λόγος καὶ καθ’ αὑτὸν χρήσιμος τῷ φυσικῷ (καὶ γὰρ αὔξησις καὶ ἀλλοίωσις φυσικαί τινές εἰσι μεταβολαὶ καὶ γενέσεις τινὲς καὶ αὐταί, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται), ἔτι δὲ εἰς τὸν περὶ τῆς κυρίως λεγομένης γενέσεως λόγον συντελεῖ, ὡς καὶ αὐτὸς δηλοῖ δι’ ὧν ἐπιφέρει· εἴτε γὰρ ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις, εἴτε ἕτερον ὥσπερ καὶ τοῖς ὀνόμασι κεχώρισται, ῥᾷον γνωσθήσεται γνωσθείσης τῆς ἀλλοιώσεως ἥτις ποτέ ἐστιν.
“此外还须探讨生长与性质变化,二者各是什么。” 关于这些的论述对于自然哲学家而言不仅本身是有用的(因为生长和性质变化亦是某种自然的变化,且正如随后将表明的那样,它们本身亦是某种生成),而且有助于关于严格意义上的生成的论述,正如他自己通过随后添加的内容所表明的那样;因为生成与性质变化究竟是同一种事物,还是正如名称所分别的那样是不同的事物,一旦认识了性质变化究竟是什么,便会更容易被认识。
- 1.2ἐκ παραλλήλου μὲν ταὐτὸν οὐκ ἂν σημαίνοι
意为“不可能作为平列语表达完全相同的意思”。ἐκ παραλλήλου 是文法与注疏学中的专门术语,指将同义词平列以表达同一意思(重言、同义并列)。此处依据连词 τε 的存在,判定 αἰτίαι 与 λόγοι 并非同义重述,而是指称两个不同的概念。
- 1.2λόγους δὲ τοὺς ποιητικοὺς καθ’ οὓς ἕκαστον γίνεται ἢ φθείρεται
与 τοὺς ποιητικούς 搭配并承前省略的名词是 λόγους(与前文的 αἰτίας 相对)。结合后文列举的气象事例(冷却、凝缩、挤压与撞击等具体物理过程)可见,此处的“能动/操作性的逻各斯”并非指动因实体本身,而是指生成或灭绝具体发生的运作机理或因果说明(operative account)。
- 1.2τὸ πνεῦμα τὸ ἐν τοῖς νέφεσιν ἀπολαμβανόμενον ἢ διαφορούμενον ἐκ τοῦ ἄνω τῶν νεφῶν μέρους τῇ κατὰ φύσιν ἐπὶ τὸ ἄνω φορᾷ πυκνοῖ αὐτὰ κατ’ ἐκεῖνο ἅτε τοῦ θερμοῦ στερηθέντα
主动词是 πυκνοῖ,主语为 τὸ πνεῦμα,宾语 αὐτά 指代前文的云层(τὰ νέφη)。随后的分词 ἅτε τοῦ θερμοῦ στερηθέντα 为中性复数宾格,修饰 αὐτά,构成原因分词短语(“因为它们被剥夺了热”)。κατ’ ἐκεῖνο 则作地点状语,指“在云层上部那一处”。
