← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§10.28-12.25

多元论者与一元论者关于生成与性质变化的区分

斐洛波诺斯注解了亚里士多德的文本(314a10–314a15),对比了假定多种质料/元素的人(恩培多克勒、阿那克萨戈拉、原子论者)与假定单一基底的人(泰勒斯、阿那克西美尼、赫拉克利特等),批评了阿那克萨戈拉虽假定同质部分却混淆了生成与性质变化的用语,并论证了假定原子数目无限所带来的逻辑谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι." Ὅπερ ἀνωτέρω εἶπεν “ἁπλῆν γένεσιν”, τοῦτο νῦν σαφέστερον κυρίως γινόμενον εἶπεν.

“以及严格意义上的生成之物发生性质变化[……]。” 他先前所谓的“无制约的生成”,现在更明确地称作“严格意义上的生成之物”。

§1.8

"Ὅσοι δὲ πλείω τὴν ὕλην ἑνὸς τιθέασιν." Ὅσοι, φησίν, ἑνὸς πλείω τὴν ὕλην τιθέασιν, ὕλην καλέσας τὰ πρῶτα παρ’ αὐτοῖς στοιχεῖα1 (κατὰ γὰρ ἐκείνους ὕλη ταῦτα, ἀμετάβλητα καὶ ἀναλλοίωτα αὐτὰ ὑποτιθεμένους), κατὰ τούτους, φησίν, ἕτερον γένεσις ἀλλοιώσεως. οὐκ εἰπὼν δὲ τίνες ἓν τὸ στοιχεῖον ὑπέθεντο, τοὺς πλείω λέγοντας προσέθηκεν, εἰπὼν Ἐμπεδοκλέα (οὗτος γὰρ τέσσαρα στοιχεῖα ὑπέθετο, πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν), καὶ Ἀναξαγόραν ἀπείρους ὁμοιομερείας ὑποθέμενον, καὶ Λεύκιππον· οὗτος γὰρ καὶ Δημόκριτος ἄπειρα ὑπέθεντο σώματα, ἄπειρα δὲ καὶ πλήθει καὶ τῇ τῶν σχημάτων διαφορᾷ. εἰσὶ δὲ καὶ οἱ ἓν τὸ ὑποκείμενον ποιοῦντες, ὡς Θαλῆς μὲν τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογένης τὸν ἀέρα, Ἀναξίμανδρος δὲ τὴν μεταξὺ φύσιν ἀέρος καὶ ὕδατος οὖσαν ἄπειρον, Ἡράκλειτος δὲ τὸ πῦρ.

“但是那些将质料设定为多于一的人[……]。” 他说,那些将质料设定为多于一的人——他将他们那里的第一元素称为“质料”(因为根据他们,既然他们假定这些元素是不变的且不可发生性质变化的,这些元素就是质料)——根据他们,生成与性质变化是不同的。他并未指明是谁将元素设定为一,而是补充了那些主张元素为多的人,提到了恩培多克勒(因为他假定了四种元素:火、气、水、土),假定了无数同质部分的阿那克萨戈拉,以及留基波;因为留基波与德谟克利特假定了无数的物体,它们在数量上以及在形状的差异上都是无限的。但也有将基底设定为一的人,例如泰勒斯设定为水,阿那克西美尼与狄奥革涅斯设定为气,阿那克西曼德设定为介于气与水之间且为无规定的本性,赫拉克利特设定为火。

§1.9

"Καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησε." Εἰπὼν ἕπεσθαι τοῖς πλείω τὰ στοιχεῖα λέγουσι τῶν ὄντων ἄλλο λέγειν γένεσιν ἀλλοιώσεως, μέμφεται Ἀναξαγόραν μὴ κυρίως κατὰ τῆς γενέσεως τῷ τῆς ἀλλοιώσεως χρώμενον ὀνόματι. οὗτος γὰρ στοιχεῖα ποιῶν τὰ ὁμοιομερῆ, ἄπειρα ὄντα καὶ ἀμετάβλητα κατ’ αὐτόν, καὶ τῇ τούτων συγκρίσει καὶ διακρίσει καὶ ἐκκρίσει ποιῶν τὴν γένεσιν, τὸ γίνεσθαι καὶ φθείρεσθαι ἀλλοιοῦσθαι ἐκάλεσεν.

“然而阿那克萨戈拉至少并不理解他自己特有的用语。” 在说明了对于那些主张存在之物的元素为多的人来说,理当主张生成不同于性质变化之后,他指责阿那克萨戈拉对生成不恰当地使用了性质变化的名称。因为尽管阿那克萨戈拉将同质部分设定为元素——按他的看法它们是无限且不变的——,并且通过这些元素的结合、分离与分泌来造成生成,但他却把生成与灭绝称为“发生性质变化”。

§1.10

"Πολλὰ δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι." Ἑξῆς λέγει τοὺς πλείω τὰ στοιχεῖα ὑποθεμένους, ὧν ἐστιν Ἐμπεδοκλῆς ὑλικὰ μὲν καὶ οἷον παθητικὰ τὰ τέσσαρα σώματα ὑποτιθέμενος, ποιητικὰ δὲ καὶ κινητικὰ νεῖκος καὶ φιλίαν. Ἀναξαγόρας δὲ καὶ οἱ περὶ Λεύκιππον ἄπειρα ὑπετίθεντο σώματα· ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὰ ὁμοιομερῆ (τί δέ ἐστιν ὁμοιομερές, αὐτὸς προσέθηκεν εἰπὼν ὧν ἑκάστου συνώνυμον τὸ μέρος ἐστί· σαρκὸς γὰρ τὸ μέρος σάρξ, καὶ ὀστοῦ καὶ νεύρου πάλιν ὁμοίως, χειρὸς δὲ καὶ τῶν ἄλλων ἀνομοιομερῶν τὰ μέρη οὐκ ἔστι συνώνυμα τῷ ὅλῳ· οὐ γὰρ λέγεται τὰ μέρη τῆς χειρὸς χεῖρες), ὁ δὲ Δημόκριτος καὶ Λεύκιππος ἄτομα ὑπετίθεντο σώματα οὐ μόνον τῷ πλήθει ἄπειρα, ἀλλὰ καὶ τῇ τῶν σχημάτων διαφορᾷ, ὡς συμβαίνειν ἐκ τῶν τούτου λόγων τοῦ ἀπείρου εἶναί τι ἀπειρότερον·2 ἕκαστον γὰρ τῶν σχημάτων οὐκ ἐν μιᾷ ἀτόμῳ, ἀλλ’ ἐν πλείοσι τιθέασιν. οἱ δὲ περὶ Ἐπίκουρον, ὥς φησιν Ἀλέξανδρος, οὐκέτι κατὰ τοῦτο συνεφώνησαν Δημοκρίτῳ· ἐκεῖνοι μὲν γὰρ κατὰ μὲν τὸ πλῆθος ἀπείρους τὰς ἀτόμους ὑποτίθενται, κατὰ δὲ τὰ σχήματα ἀπεριλήπτους μὲν οὐκ ἀπείρους δέ. καὶ τούτους δὲ πολλαπλασιάζειν τὸ ἄπειρον ἀνάγκη.3 ἔστω γὰρ πεπερασμένα εἶναι τὰ τῶν ἀτόμων σχήματα, ἀνάγκη δὲ πᾶσα ἕκαστον τῶν σχημάτων ἢ ἐν πεπερασμέναις εἶναι ἀτόμοις ἢ ἐν ἀπείροις. εἰ μὲν οὖν ἕκαστον σχῆμα πεπερασμένας ἀτόμους μορφοῖ, καὶ τὸ ἐκ πάντων συναγόμενον πλῆθος πεπερασμένον ἔσται. ἢ οὖν οὐ πάσας ἐσχηματίσθαι τὰς ἀτόμους ἀνάγκη, ἢ εἰ πᾶσαι ἐσχηματισμέναι εἰσί, πεπερασμέναι ἔσονται. ἀλλ’ ὑπόκειται ἀπείρους αὐτὰς εἶναι· ὥστε ἀδύνατον τῶν σχημάτων ἕκαστον ἐν πεπερασμέναις εἶναι ἀτόμοις. οὐκοῦν ἢ ἕκαστον ἐν ἀπείροις, ἢ τὰ μὲν τῶν σχημάτων ἐν ἀπείροις τὰ δὲ ἐν πεπερασμέναις. εἰ μὲν οὖν πάντα ἐν ἀπείροις, πολλαπλασιασθήσεται τὸ ἄπειρον· εἰ δὲ τινὰ μὲν ἐν ἀπείροις τινὰ δὲ οὔ, ἢ πάλιν πολλαπλασιασθήσεται τὸ ἄπειρον, εἰ καὶ τρία μόνα εἴη σχήματα ἐν ἀπείροις ἀτόμοις ἢ δύο, ἢ πάντως μεῖζόν τι τοῦ ἀπείρου ἔσται, κἂν ἓν μόνον εἴη ἐν ἀπείροις. τὸ γὰρ ἐκ πάντων συναγόμενον πλῆθος τῶν ὑπὸ τὸ ἓν σχῆμα ἀτόμων πλεῖόν ἐστιν. εἰ οὖν τούτων ἕκαστον ἀδύνατόν ἐστιν, ἀνάγκη δὲ πᾶσα ἓν τούτων ἀκολουθῆσαι τῶν ἀτόμων ἀπείρων εἶναι ὑποκειμένων, ψευδὴς ἄρα ἡ περὶ τοῦ ἄτομα εἶναι ἄπειρα ὑπόθεσις.

“但是正如其他人一样,他也说元素是多的。” 随后他提到了那些假定元素为多的人,其中有恩培多克勒,他将四种物体假定为质料性的和可以说是受动性的,而将争吵与友爱假定为创制性的和动能性的。但阿那克萨戈拉以及留基波派则假定了无数的物体;然而阿那克萨戈拉假定了同质部分(至于什么是同质部分,他自己通过说‘其各部分与[整体]同名者’补充了说明;因为肉的部分是肉,骨与肌腱的部分同样如此,但手以及其他非同质部分的部分与整体并不同名;因为手的部分并不被称为手),而德谟克利特与留基波则假定了不可分的物体,它们不仅在数量上是无限的,而且在形状的差异上也是无限的,以至于从他的论述中得出的结论是存在着某种比无限更无限的东西;因为他们将每一种形状并非置于一个不可分体之中,而是置于多个之中。正如亚历山大所说,伊壁鸠鲁派在此点上不再同意德谟克利特;因为他们虽然假定不可分体在数量上是无限的,但在形状上则是难以领会地众多却并非无限的。然而这些人也必然会将无限加倍增殖。因为假定不可分体的形状是有限的,每一种形状必然要么存在于有限个不可分体之中,要么存在于无数个不可分体之中。如果每一种形状塑造的是有限个不可分体,那么从全部汇集起来的数量也将是有限的。因此,要么必然并非所有的不可分体都被赋予了形状,要么如果全部都被赋予了形状,它们将是有限的。但前提假定它们是无限的;因此每一种形状存在于有限个不可分体之中是不可能的。那么,要么每一种形状存在于无数个之中,要么形状中的某些存在于无数个之中,而另一些存在于有限个之中。如果全部存在于无数个之中,无限将被加倍增殖;如果某些存在于无数个之中而另一些并非如此,哪怕只有三种或两种形状存在于无数个不可分体之中,无限也同样会被加倍增殖,或者哪怕只有一种存在于无数个之中,也无论如何会存在某种大于无限的东西。因为从全部汇集起来的不可分体的数量要多于归属于那一种形状之下的数量。因此,如果这些情况中的每一种都是不可能的,而在假定不可分体是无限的前提下其中之一必然相随产生,那么关于不可分体是无限的假说就是虚假的。

语法注3 条
  1. 1.8ὕλην καλέσας τὰ πρῶτα παρ’ αὐτοῖς στοιχεῖα

    双重宾格结构:τὰ πρῶτα παρ’ αὐτοῖς στοιχεῖα 作为直接宾语,而 ὕλην 作为分词 καλέσας 所支配的谓述宾语(“将他们那里的第一元素称为‘质料’”)。

  2. 1.10τοῦ ἀπείρου εἶναί τι ἀπειρότερον

    在表示结果的 ὡς + 不定词结构(ὡς συμβαίνειν)内部,τοῦ ἀπείρου 充当依附于比较级形容词 ἀπειρότερον 的比较属格。基本骨架为 εἶναί τι ἀπειρότερον τοῦ ἀπείρου(“存在着某种比无限更无限的东西”)。

  3. 1.10καὶ τούτους δὲ πολλαπλασιάζειν τὸ ἄπειρον ἀνάγκη

    无人称表达 ἀνάγκη [ἐστί] 支配带宾格的不定词结构:τούτους(指伊壁鸠鲁派)是不定词 πολλαπλασιάζειν 的逻辑主语(主格性宾格),而 τὸ ἄπειρον 是其直接宾语(“这些人也必然会将无限加倍增殖”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:10.28-12.25