← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§78.18-79.29

质料的不可分离性与增长质料的本性

斐洛庞努斯注疏了亚里士多德关于质料不可分离的论断(320b12),分析了“在一切方面[对所有人而言]”的涵义,阐明了无论指增长的质料还是生成的第一质料该命题皆能成立,并总结了由此确立增长之质料是现实的物体与量度的完整推导过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#1

" Βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην.1" Ἀνελὼν τὸ τὴν ὕλην ἔν τινι εἶναι οὕτως ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι, καὶ τὸ δύνασθαι αὐτὴν χωρίζεσθαι τοῦ ἐν ᾧ ὑπάρχει, ἐφεξῆς ὅπερ ἀκόλουθόν ἐστι προστίθησι, φάσκων βέλτιον εἶναι πᾶσιν ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τὴν ὕλην, διὰ τὰ ἐσόμενα ἄτοπα τοῖς χωρίζεσθαι αὐτὴν φάσκουσι μηδὲν μεταβάλλοντος τοῦ ἐξ οὗ ἐχωρίσθη. διὰ τοῦτο τοίνυν φησὶ βέλτιον πᾶσι, τουτέστι πᾶσιν οὕτως λέγειν βέλτιον, ἢ ὅτι κατὰ πάντα τρόπον βέλτιον. ὥστε εἰ μὲν περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ νῦν ὁ λόγος, ἀχώριστον εἴρηκεν ἀντὶ τοῦ μὴ κεχωρισμένην τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ ἐκείνου τι οὖσαν καὶ τοῦτο γεγενημένην ὅπερ ἐστὶ τὸ ἐν ᾧ εἶναι λέγεται, ὥστε μὴ τὸ ὕδωρ ὕλην περιέχειν λέγειν τοῦ ἀέρος, ἀλλ’ αὐτὸ τὸ ὕδωρ ὕλην εἶναι τοῦ ἀέρος. εἴρηται γὰρ ὅτι ἡ τοῦ αὐξομένου ὕλη οὐκ ἔστι δυνάμει σῶμα, ἀλλ’ ἐντελεχείᾳ, καὶ ἔν τινι οὖσα οὕτως ἐστὶν ὡς ἐκείνου μέρος ὑπάρχουσα τοῦ ἐν ᾧ ἐστιν. εἰ δὲ μὴ περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, ἀλλὰ περὶ τῆς τοῦ γινομένου, τουτέστι περὶ τῆς πρώτης καὶ ἀνειδέου, εἴη ἂν καὶ οὕτως ἀληθὴς ὁ λόγος· ἀχώριστος γάρ ἐστι καὶ αὐτὴ μὴ δυναμένη χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι. σύμφωνα δὲ καὶ τὰ ἐφεξῆς ἐπιφερόμενα κατὰ ταύτην τὴν ἔννοιαν· φησὶ γὰρ ὡς οὖσαν τὴν αὐτὴν καὶ μίαν ἀριθμῷ, τῷ λόγῳ δὲ μὴ μίαν. μία γὰρ καὶ 〈ἡ〉 αὐτὴ κατ’ ἀριθμὸν τῷ ὕδατι ἡ ἀσώματος ὕλη, λόγῳ δὲ οὐχ ἡ αὐτή· ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ὕλῃ εἶναι καὶ ἄλλο τὸ ὕδατι.2 καὶ πρὸς τὴν τοῦ αὐξομένου δὲ ὕλην ὁ αὐτὸς λόγος· ἄλλο γὰρ τὸ ὕδατι καὶ ἄλλο τὸ εἶναι ὕλῃ φυτῷ. Βέλτιον τοίνυν πᾶσι ποιεῖν ἀχώριστον τὴν ὕλην. ἐξ ἀρχῆς προκείμενον ἦν ἀνελεῖν τὸ εἶναι δυνάμει σῶμα καὶ οὐκ ἐνεργείᾳ τὴν τοῦ αὐξομένου ὕλην. καὶ κατὰ διαίρεσιν προαγαγὼν τὴν ζήτησιν ἔδειξε πρῶτον ὅτι οὐχ οἷόν τε ταύτην δυνάμει οὖσαν σῶμα αὐτὴν καθ’ αὑτὴν ὑφεστάναι, εἶτ’ ἐφεξῆς προεβάλετο ζητῆσαι μήποτε ἔν τινι ὑπάρχει ἤτοι ὡς μηδὲν οὖσα τοῦ ἐν ᾧ ἐστιν ἢ ὡς οὖσά τι, καὶ ἀποδείξας ὡς οὐχ οἷόν τέ ἐστιν ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστι (συμβήσεται γάρ, φησίν, αὐτὴν χωρισθῆναι μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ᾧπερ πολλὰ ἕψεται ἀδύνατα), καταλέλοιπε τὸ ἕτερον μέρος ἀνεξέλεγκτον,3 λέγω δὲ τὸ ἔν τινι μὲν ὑπάρχειν εἶναι δέ τι τοῦ ἐν ᾧ ἐστιν, ὡς ἂν ἀληθές τε ὑπάρχον καὶ προσυπακούεσθαι δυνάμενον. εἰ δὲ ἔν τινί ἐστιν ἡ τοῦ αὐξομένου ὕλη συντελοῦσα πρὸς σύστασιν τοῦ ἐν ᾧ ἐστιν, ἤτοι ὡς μέρος ἔσται ἐν ὅλῳ ἢ ὡς ὕλη ἀνείδεος ἐν τῷ συνθέτῳ. ἀλλ’ ἡ μὲν ἀνείδεος οὐκ αὐξήσεως, καθάπερ προειρήκαμεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς ἐστιν ὕλη, νῦν δὲ πρόκειται αὐξήσεως ὕλην ζητῆσαι. λείπεται τοίνυν ὡς μέρος εἶναι ἐν ὅλῳ. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἐστὶ σῶμα καὶ μέγεθος ἡ τοῦ αὐξομένου ὕλη, ὅπερ ἐξ ἀρχῆς ἐχρῆν δεῖξαι. εἰ δέ τις λέγοι ‘τί δήποτε μέρος φαμὲν ἐν ὅλῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην; τί γὰρ μᾶλλον μέρος ἢ ὅλον λέγοιτο εἶναι;’, γινωσκέτω ὡς τὸ προκείμενον ἦν δεῖξαι ἐνεργείᾳ σῶμα καὶ μέγεθος ὑπάρχουσαν τὴν τοῦ αὐξομένου ὕλην καὶ οὐ δυνάμει.

“因此,在一切方面将质料设定为不可分离的更为妥当。” 在排除了质料以全然不属于其所在之物的方式存在于某物之中、以及它能够与其所在之物相分离之后,他接着补充了相随的结论,指出鉴于那些主张质料在其被分离出的事物未发生任何变化的情况下发生分离的人所将面临的荒谬后果,在一切方面假定质料不能被分离更为妥当。因此,他说“在一切方面[对所有人而言]更为妥当”,意思是说“对所有人而言这样说是更为妥当的”,或者是“在各个方面都是更为妥当的”。从而,如果他现在的论述是关于增长之物的质料的,那么他说“不可分离”,是用来代替“未与其所在之物相分离,而是属于该物的某物,并已经生成为其被说成是在其中的那一事物本身”,以至于人们不说水包容着空气的质料,而是说水本身就是空气的质料。因为前面已经说过,增长之物的质料不是潜能上的物体,而是隐德来希[现实态]中的物体,并且它存在于某物之中,是以作为其所在之物的一部分而持存的方式存在的。但如果他的论述不是关于增长之物的质料,而是关于生成之物的质料,即关于第一的、无形相的质料,那么这论述即便如此也是真的;因为无形相的质料本身也是不可分离的,不能与其所在之物相分离。并且按照这一理解,接下来所附带的诸点也是相符的;因为他说它作为在数目上同一且为一、但在定义上不为一而存在。因为非物体的质料在数目上与水是一且同一的,但在定义上却非同一;因为对它而言,作为质料的存在与作为水的存在是两回事。对于增长之物的质料,同样的道理亦然;因为作为水与作为植物的质料是两回事。“因此,在一切方面将质料设定为不可分离的更为妥当。” 最初提出的目标是排除增长之物的质料是潜能上的物体而非现实中的物体这一主张。他通过划分推进探究,首先指明了这一在潜能上作为物体者不可能自身独立持存,接着随后提出探究它是否持存于某物之中,是要么作为全然不属于其所在之物,要么作为属于其的某物;并且在证明了它不可能作为全然不属于其所在之物而存在于某物之中之后(因为他说,这将导致它在其所在之物未发生任何变化的情况下被分离出来,而随之而来的是许多不可能的结果),他保留了另一个分支未予反驳,我是指它持存于某物之中并且是属于其所在之物的某物,因为这作为真实之物持存并且能够被追加领会。如果增长之物的质料存在于某物之中并有助于其所在之物的构成,那么它要么作为整体中的部分而存在,要么作为复合实体中无形相的质料而存在。但是,正如我们前面所言,无形相的质料不是增长的质料,而是生成与毁灭的质料,而现在的目标是探究增长的质料。因此,剩下的便是它作为整体中的部分而存在。如果是这样,增长之物的质料在现实中就是物体与量度,而这正是从一开始就应当证明的。如果有人说:“究竟为何我们说增长之物的质料是整体中的部分?为何说它是部分甚于说它是整体?”,应当让他知道,原本的目标是要证明增长之物的质料在现实中而非潜能中作为物体和量度而持存。

语法注3 条
  1. 1.125Βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην

    关于 πᾶσιν 的语法功能提出了两种解读:一是作为人的与格(利害与格/关涉与格),解作“对所有人而言(这样说)更为妥当”(πᾶσιν οὕτως λέγειν βέλτιον);二是将中性复数与格用作副词性或限制性表达,解作“在一切方面/在各个方式上更为妥当”(κατὰ πάντα τρόπον βέλτιον)。注疏者指出这两种读法皆可成立。

  2. 1.125ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ὕλῃ εἶναι καὶ ἄλλο τὸ ὕδατι

    这是亚里士多德表达本质规定的典型句式,即“冠词 τὸ + 与格 + εἶναι”。在相对于 αὐτῇ(质料)的关涉与格结构中,充当主语的中性单数名词化不定式短语 τὸ ὕλῃ εἶναι(“作为质料的存在”)与 τὸ ὕδατι [εἶναι](“作为水的存在”)构成并列,表达了两者在定义(logos)上的本质区别。

  3. 1.125καταλέλοιπε τὸ ἕτερον μέρος ἀνεξέλεγκτον

    这是动词 καταλέλοιπε 构成的双重宾语变体结构:直接宾语是 τὸ ἕτερον μέρος,谓词性宾语是形容词 ἀνεξέλεγκτον(“将另一个分支保留为未受反驳的”)。随后的 λέγω δὲ ... 引出一个起同位语解释作用的不定式短语,以明确说明“另一个分支”的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:78.18-79.29