← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§77.24-78.17

内在增长质料非构成部分的难点与反驳

斐洛庞奴斯注解了假定增长质料存在于某物之中的分支论证(320b5–11),解释了若假定该质料不属于基底事物的一部分则会导致无限质料的难点,并阐述了亚里士多德基于水生成空气的明显经验事实所作的第二项反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.122

" Ἀλλὰ μὴν εἴ γε ἔν τινι ὑπάρξει, εἰ μὲν κεχωρισμένον οὕτως ὥστε μὴ ἐκείνου τι εἶναι." Ἐπὶ τὸ ἕτερον μέρος νῦν μετῆλθε τῆς διαιρέσεως, σκοπῶν εἰ ἔν τινι ὑφέστηκεν ἡ τοῦ αὐξομένου ὕλη. ἀνάγκη δέ, φησίν, ἔν τινι οὖσαν ἤτοι μηδὲν εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε ἁπλῶς συμβαλλόμενόν τι πρὸς σύστασιν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἢ μέρος τι εἶναι ἐκείνου σωματικόν, ὅπερ τέως παρῆκεν ἀντιδιελεῖν.1 καὶ δείκνυσιν ἄτοπα ἑπόμενα τῷ φάσκοντι λόγῳ ἔν τινι μὲν εἶναι, μηδὲν δὲ εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι.

“然而,如果它存在于某物之中,若它是以并非属于该物的任何东西的方式分离的。” 现在他转到了划分的另一个支项,考察增长之物的质料是否持存于某物之中。他说,存在于某物之中的[质料]必然要么全然不属于其所在的那一事物——既非其部分,也根本并非有助于其所在之物的构成的任何事物——要么是其某种物体的部分,而他暂且省去了对应地划分出这一后项。并且他指出了伴随于那主张它存在于某物之中却全然不属于其所在之物的论述的荒谬后果。

§1.123

"Συμβήσεται πολλὰ καὶ ἀδύνατα." Τὸ πολλὰ καὶ ἀδύνατα δύναται εἰρῆσθαι οὐχ ὡς2 ἀδυνάτων τινῶν πολλῶν ἑπομένων τῇ ὑποθέσει (οὐ γὰρ εἶπε ‘πολλά τινα’· ἑνὶ γὰρ μόνῳ ἐχρήσατο ἐπιχειρήματι), ἀλλ’ ὡς πολλῶν δυναμένων τοιούτων ὑποτίθεσθαι ὑλῶν καὶ ἀπείρων, ὅπερ ἐστὶν ἀδύνατον.

“将导致许多不可能之事。” “许多不可能之事”这句话被说出,可能并非意指有某些许多的不可能后果伴随着这一假设(因为他并没有说“若干许多之事”,且他仅使用了一个论点),而是意指可能假定出许多乃至无限多的此类质料,而这是不可能的。

§1.124

"Ἔτι οὐχ οὕτως φαίνεται γινόμενος ὁ ἀὴρ ἐξ ὕδατος." Ἀνασκευάσας τὸ μὴ δύνασθαι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινι εἶναι οὕτως ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι, δι’ ἑνὸς ἐπιχειρήματος, ἐκ τοῦ ἄπειρα ἂν ἐκ τοῦ αὐτοῦ γίνεσθαι, ὡς ἐπὶ παραδείγματος τῆς γενέσεως ποιησάμενος τὸν λόγον καὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, νῦν πάλιν δεύτερον τίθησιν ἐπιχείρημα3 τοῦ αὐτοῦ κατασκευαστικόν, τὴν ἐνάργειαν ἐπιμαρτυρόμενος. οὐ γάρ, φησίν, ὁρᾶται ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὁ ἀὴρ οἷον ἐκκρινόμενος ἐκ τοῦ ὕδατος, μείναντος ἀμεταβλήτου τοῦ ὕδατος, ἀλλ’ ὅλον τὸ ὕδωρ φθειρόμενον ἐξ οὗ γεννᾶται ὁ ἀήρ. ὅρα δὲ πάλιν ὅτι περὶ τῆς ὕλης τοῦ αὐξομένου ποιούμενος τὴν ζήτησιν τὸν λόγον ὡς ἐπὶ γενέσεως καὶ φθορᾶς προφέρει, δεικνὺς τὴν ὕλην τοῦ γενομένου οὐκ οὖσαν ἔν τινι οὕτως ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστιν.

“此外,空气看来并非以这种方式从水中产生。” 在通过一个论点反驳了增长之物的质料能够以全然不属于其所在之物的方式存在于某物之中之后——这一论点是从同一事物中将产生出无限多的事物得出的,他在此以生成的例子即从水到空气的转化为依据构建了论述——现在他又提出了证实同一结论的第二个论点,诉诸显然的事实作为证明。因为他说,在从水到空气的转化中,人们并未看到空气在水保持不变的同时仿佛从水中被析出,而是由之生成空气的整个水都被毁灭了。但请再次注意,在探究增长之物的质料时,他是如同针对生成与毁灭一样提出这一论述的,以表明生成之物的质料并非以全然不属于其所在之物的方式存在于某物之中。

语法注3 条
  1. 1.122ὅπερ τέως παρῆκεν ἀντιδιελεῖν

    关系代名词 ὅπερ 以紧接在前面的分支 ἢ μέρος τι εἶναι ἐκείνου σωματικόν(“或者是其某种物体的部分”)为先行词,作不定式 ἀντιδιελεῖν(“作为对应项划分出”)的宾语。副词 τέως(“暂且”、“暂时”)修饰 παρῆκεν,说明亚里士多德在原文中暂时没有明确列出这一对立支项。

  2. 1.123Τὸ πολλὰ καὶ ἀδύνατα δύναται εἰρῆσθαι οὐχ ὡς ... ἀλλ’ ὡς ...

    被引用的短语 Τὸ πολλὰ καὶ ἀδύνατα 作主语,搭配被动不定式 εἰρῆσθαι。斐洛庞奴斯通过 οὐχ ὡς 与 ἀλλ’ ὡς 的对比来阐释亚里士多德用语的句法意图:他否定了将 πολλά 理解为修饰 ἀδύνατα 即“导致许多荒谬后果”的常规读法(指出亚里士多德只用了一个论证),而是将不可能之事(ἀδύνατον)解释为不得不假定出许多(πολλῶν)乃至无限多的此类质料。

  3. 1.124Ἀνασκευάσας τὸ μὴ δύνασθαι ... νῦν πάλιν δεύτερον τίθησιν ἐπιχείρημα

    全句骨干由不定过去时分词 Ἀνασκευάσας(“反驳之后”)所统辖的副词性结构与主句 νῦν πάλιν δεύτερον τίθησιν ἐπιχείρημα(“现在他又提出了第二个论点”)构成。分词 Ἀνασκευάσας 的直接宾语是带冠词不定式短语 τὸ μὴ δύνασθαι(“能够……”,其中 μὴ 为随 Ἀνασκευάσας 出现的赘余否定词),其后串接表明论据的介词短语 δι’ ἑνὸς ἐπιχειρήματος 与 ἐκ τοῦ ἄπειρα ἂν ... γίνεσθαι,并插入分词短语 ποιησάμενος,最后引出主句动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:77.24-78.17