- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:75.25-77.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《论生成与毁灭》320a29–320b2中的划分论证,考察了潜在大小若分离存在时所导致的不可能性(点、虚空或不可感觉物体),并探讨了亚历山大解释的合理性。
" Πότερον ἐκ δυνάμει μὲν μεγέθους." Εἰπὼν ἐκ δυνάμει μεγέθους οὐκ ἀνταπέδωκεν ‘ἢ ἐξ ἐνεργείᾳ μεγέθους’ ὅπερ ἦν ἀκόλουθον, ἀλλὰ τὸ αὐτὸ μόριον ἐπιδιαιρεῖ. καὶ παρέλιπε τοῦτο ὡς προσυπακουόμενον ἐξ ἀνάγκης.
“究竟是从潜在是大小者中产生。” 在说了“从潜在是大小者中产生”之后,他并没有补出应当相随的“还是从现实是大小者中产生”,而是进一步细分同一个支项。并且他省去了这一项,因为它是必然能被补足领会的。
"Ἢ οὐδένα καθέξει τόπον ἢ οἷον στιγμὴ ἢ κενὸν ἔσται." Τὸ ἢ οἷον στιγμὴ ἀσαφὲς γέγονε τῇ παρενθέσει τοῦ ‘ἤ’· δοκεῖ γὰρ διαστολὴν σημαίνειν. χρὴ δὲ ἀντὶ τοῦ ‘ἀλλά’ ἐκλαβεῖν αὐτόν,1 ὡς εἶναι τὸ ὅλον· ἢ οὐδένα καθέξει τόπον, ἀλλ’ οἷον στιγμὴ ἢ κενὸν ἔσται. τινὰ δὲ τῶν ἀντιγράφων οὕτως ἔχει· ἢ οὐδένα καθέξει τόπον· οἷον γὰρ στιγμή τις ἢ κενὸν ἔσται. τὸ δὲ καὶ σῶμα οὐκ αἰσθητόν, ἀντὶ τοῦ ‘ἤ’ διαζευκτικοῦ κειμένου.2 ἰστέον δὲ ὡς εἰπὼν ἐκ δυνάμει μὲν μεγέθους καὶ σώματος, ἐντελεχείᾳ δ’ ἀσωμάτου καὶ ἀμεγέθους, τοῦτο τὸ σκέλος ὑποδιαιρῶν, ἢ κεχωρισμένης τῆς ὕλης ταύτης, ἢ ἐν ἄλλῳ οὔσης σώματι. χωριστὴ μὲν γὰρ οὖσα, φησίν, ἢ στιγμὴ ἔσται ἢ κενὸν ἢ σῶμα οὐκ αἰσθητόν. καὶ μὴν τοῦ ἀσωμάτου καὶ ἀμεγέθους ἦν ἡ ὑποδιαίρεσις. πῶς οὖν μόριον τούτου τὸ οὐκ αἰσθητὸν σῶμα παρείληφεν, ὅπερ καὶ μέγεθός ἐστι;
“否则它将不占有任何空间,或者它将如同点一样,或者是虚空。” “或者它将如同点一样”这一表述由于插入了“或者”而变得晦涩;因为这似乎表示一种区分。但应当把它理解为代替“而是”,以使得整体成为:“否则它将不占有任何空间,而是将如同点一样,或者是虚空。”而某些抄本则是这样写的:“否则它将不占有任何空间;因为它将如同某种点或虚空。”至于“且是非感觉的物体”,则是用来代替析取的“或者”。须知,当他说了“从潜在是大小和物体、现实上是非物体和无大小者中产生”而细分这一支项时,他是说:要么这一质料是分离的,要么它存在于另一物体之中。因为他说,若是分离的,它要么是点,要么是虚空,要么是非感觉的物体。然而,这一细分本是非物体和无大小者的细分。那么,他怎能把同时也是大小的非感觉物体作为这其中的一个部分包括进来呢?
"Τούτων δὲ τὸ μὲν οὐκ ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἔν τινι εἶναι." Τούτων, φησί, τῶν προσεχῶς εἰρημένων, εἰς ἃ τὸ χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς διείλομεν (εἰσὶ δὲ τρία· ἢ γὰρ στιγμή, φησίν, ἢ κενὸν ἔσται ἢ σῶμα οὐκ αἰσθητόν), τούτων οὖν, φησί, τὸ μὲν κενὸν ἢ στιγμὴν ὑποτίθεσθαι τὴν ὕλην τῆς αὐξήσεως οὐκ ἐνδέχεται εἶναι (τὰ δύο γὰρ εἰς ἓν συνεῖλε. πῶς δὲ οὐκ ἐνδέχεται; διότι οὔτε ἐκ σημείου γένοιτο ἄν τι πώποτε, καὶ τὸ μὴ εἶναι κενὸν ἐν τῇ Φυσικῇ ἀποδέδεικται), τὸ δὲ οὐκ αἰσθητὸν σῶμα ἀνάγκη ἐν τόπῳ εἶναι (τὸ γὰρ ἔν τινι εἶναι τὸ ἐν τόπῳ ἀκουστέον). καὶ πῶς ἀνάγκη προστίθησιν· ἀδύνατον γὰρ τῶν γινομένων τι εἶναι ἐν τόπῳ μὴ καὶ τῶν ἐξ ὧν γίνεται ἐν τόπῳ ὄντων. δοκεῖ δὲ οὗτος ὁ λόγος μὴ ἀφωρισμένως ἀποδεικνύειν τὸ μὴ αἰσθητὸν σῶμα ἐν τόπῳ ὑπάρχον, ἀλλὰ καθόλου ἡρμόσθαι πρὸς πᾶν ὁτιοῦν ὑπόθοιτό τις ὑποκείμενον εἶναι τῆς κατ’ αὔξησιν μεταβολῆς. εἰ γὰρ τὸ αὐξόμενον τόπον ἐπιλαμβάνει καὶ ἐν τόπῳ ἐστί, πᾶν δὲ τὸ ἐν τόπῳ γενόμενον ἔκ τινος ὑποκειμένου ἐν τόπῳ τούτου ὄντος καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς γέγονεν, ἀνάγκη τὸ ὑποκείμενον ἐξ οὗ ηὔξηται τὸ αὐξόμενον ἐν τόπῳ εἶναι ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. ἀλλ’ εἰ μὲν καθ’ αὑτὸ ἐν τόπῳ εἴη, σῶμά ἐστιν ἐνεργείᾳ καὶ αἰσθητόν· εἰ δὲ κατὰ συμβεβηκός, δυνάμει σῶμά ἐστι καὶ ὕλη ἀνείδεος. διὰ γὰρ τὴν ὕλην προστέθεικε τὸ κατὰ συμβεβηκός, ἐπειδὴ ἐκ ταύτης γίνεται σῶμα ἐν τόπῳ ὑπάρχον, αὐτῆς μὲν οὔσης ἐν τόπῳ, οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ κατὰ συμβεβηκός, τῷ τὸ σῶμα ἐν ᾧ ἐστιν ἐν τόπῳ εἶναι.3 ἀλλ’ ὕλην μὲν ἀνείδεον οὐ δεῖ λέγειν ὑποκείμενον αὐξήσεως· αὕτη γὰρ γενέσει καὶ φθορᾷ ὑπόκειται καὶ οὐκ αὐξήσει, ὡς ἐδείξαμεν· ὑπόλοιπον δὲ σῶμα ἐνεργείᾳ φάσκειν τῇ αὐξήσει ὑποκείμενον. ὥστε ἡ εἰρημένη κατασκευὴ κοινῶς ὅλον τὸ ἕτερον μέρος τῆς διαιρέσεως ἀναιρεῖ, τὸ φάσκον δυνάμει σῶμα καὶ μέγεθος εἶναι τὴν τῆς αὐξήσεως ὕλην, καὶ οὐκ ἰδίως πρὸς τὸ σῶμα οὐκ αἰσθητὸν ἐπενήνεκται. διόπερ ἀμείνων ἴσως ἡ ἑτέρα ἐξήγησις, ἣν ὁ Ἀφροδισιεὺς ἐκτίθεται Ἀλέξανδρος. δυνατὸν γάρ, φησί, τὸ λεγόμενον τοιοῦτον εἶναι· τούτων δὲ τῶν δύο τρόπων (δύο γὰρ εἴρηνται τρόποι, ὅ τε κεχωρισμένην αὐτὴν καθ’ αὑτὴν ὑποτιθέμενος τὴν ὕλην καὶ ὁ ἔν τινι οὖσαν), τούτων οὖν τῶν τρόπων κατὰ τὸν ἕνα τὸν κεχωρισμένην ὑποτιθέμενον τὴν ὕλην οὐκ ἐνδέχεται αὐτὴν ἐν τόπῳ εἶναι. οὔτε γὰρ στιγμὴ οὔτε κενὸν ἐν τόπῳ ἔσται, ἀλλ’ οὐδὲ τὸ οὐκ αἰσθητὸν σῶμα, εἴπερ τὸ οὐκ αἰσθητὸν σῶμα τὸ μαθηματικὸν λέγομεν· τοῦτο γὰρ ἐν ἐπινοίᾳ μόνον ἐστί. κατὰ μὲν οὖν τὸν εἰρημένον τρόπον οὐκ ἐνδέχεται ἐν τόπῳ εἶναι, τὸ δὲ ἀναγκαῖον ἐν τόπῳ εἶναι τουτέστι ‘τὴν δ’ ὕλην τοῦ αὐξομένου ἀνάγκη πάντως ἐν τόπῳ εἶναι ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός’, διὰ τὴν εἰρημένην κατασκευὴν τὴν φάσκουσαν ἀεὶ γάρ που ἔσται τὸ γινόμενον ἐξ αὐτοῦ. δῆλον τοίνυν ὡς οὐκ ἂν εἴη ὕλη τοῦ αὐξομένου ἡ κατὰ τὸν ἕνα τρόπον ὑποτεθεῖσα τὸν δυνάμει τε αὐτὴν εἶναι μέγεθος αὐτήν τε καθ’ αὑτὴν κεχωρισμένην φάσκοντα, διὰ τὸ μὴ δύνασθαι μὲν κατὰ ταύτην τὴν ὑπόθεσιν ἐν τόπῳ εἶναι, χρῆναι δὲ πάντως ἐν τόπῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην.
“但这些之中,一者是不可能的,另一者则必然存在于某物之中。” 他说“这些”,是指紧接在前面提到的那些东西,即我们把分离且自身持存者细分出来的那些(它们有三者:因为他说,它要么是点,要么是虚空,要么是非感觉的物体);因此他说,把这些之中的一者,即虚空或点,假定为增长的质料是不可能的(因为他将这两者合并为一。怎会不可能呢?因为从点中从来不能产生任何东西,并且虚空不存在已在《物理学》中被论证了);而另一者,即非感觉的物体,则必然存在于空间之中(因为“存在于某物之中”应当被理解为“存在于空间之中”)。并且他补充说明了这是如何必然的:因为生成之物中有任何一者存在于空间之中,而它由之生成的那些东西却不同时存在于空间之中,这是不可能的。但是这一论证似乎并非确切地论证了非感觉的物体存在于空间之中,而是普遍地适用于任何人可能假定为循增长变化之底层的任何东西。因为如果增长之物占据空间且存在于空间之中,并且每一个在空间中生成之物,都是从本身或偶性地存在于空间中的某种底层中生成出来的,那么增长之物由之增长的那个底层,就必然本身或偶性地存在于空间之中。但是,如果它本身存在于空间之中,它在现实上就是物体和可感觉的;而如果是偶性地,它在潜在上就是物体和无形相的质料。因为正为了质料,他才补充了“偶性地”,既然由质料生成了存在于空间之中的物体,质料本身虽然存在于空间之中,但不是本身、而是偶性地,凭借其所在的物体存在于空间之中而在空间之中。但是人们不应当说无形相的质料是增长的底层;因为如我们所证明的,这是生成与毁灭的底层,而不是增长的底层;剩下的就是主张现实上的物体是增长的底层。因此,上述论证普遍地废弃了这一划分的整个另一部分——即主张增长的质料在潜在上是物体和大小的那一部分——而并非特意针对非感觉的物体提出。因此,阿弗洛狄西亚的亚历山大所阐述的另一种解释或许更好。因为他说,所说的内容可能是这样的:在这两种方式中(因为提到了两种方式:一种是将质料假定为自身分离的,另一种是假定它存在于某物之中的),在这两种方式中,根据将质料假定为分离的那一种方式,它不可能存在于空间之中。因为点和虚空都不会在空间之中,而如果我们将非感觉物体指称为数学物体的话,非感觉的物体也不会在空间之中(因为这只存在于思维之中)。因此,按照所述的方式,它不可能存在于空间之中;而“另一者必然存在于空间之中”,即“增长之物的质料无论是本身还是偶性地都全然必然存在于空间之中”,这是由于上述声称“因为由之生成之物总会在某处”的论证。因此显然,按照那主张其潜在是大小且自身分离的一种方式所假定的东西,不可能是增长之物的质料,因为根据这一假设它不能存在于空间之中,而增长之物的质料却全然必须存在于空间之中。
- 1.120χρὴ δὲ ἀντὶ τοῦ ‘ἀλλά’ ἐκλαβεῖν αὐτόν
αὐτόν(阳性,暗指 σύνδεσμος“连词”)指代前面的连词 ἤ,充当不定式 ἐκλαβεῖν(作……理解)的直接宾语,意为“应当把它(ἤ)理解为代替 ἀλλά”。
- 1.120τὸ δὲ καὶ σῶμα οὐκ αἰσθητόν, ἀντὶ τοῦ ‘ἤ’ διαζευκτικοῦ κειμένου
省略系词的句子。斐洛波诺斯针对亚里士多德原文中的短语 καὶ σῶμα οὐκ αἰσθητόν 作出解释,指出连词 καί 是代替析取词 ἤ 被使用的(κειμένου 为属格独立结构)。
- 1.121τῷ τὸ σῶμα ἐν ᾧ ἐστιν ἐν τόπῳ εἶναι
带冠词不定式的与格(τῷ ... εἶναι)表示原因(“凭借其所在的物体存在于空间之中”),解释了质料为何是偶性地而非本身存在于空间之中。
