← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§74.6-75.24

关于增长质料存在于他物之中的假说批判

菲洛波诺斯考察了增长质料存在于另一物之中的假说,驳斥了认为它如在容器中被包容或类似于第一质料的观点,并论证了增长的质料在现实上必须是具有数量的物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.118#2

τοῦτο δὲ τὸ ἔν τινι οὐκ ἀναγκαῖον διελεῖν εἴς τε τὸ ἐν αὐτῷ ὂν τῷ αὐξομένῳ καὶ εἰς τὸ ἐν ἄλλῳ· κοινὸν γὰρ ὁμολόγημα ὅτι τὸ αὐξόμενον προσιόντος τινὸς ἔξωθεν αὔξεται· ὥστε ἐν ἄλλῳ καὶ οὐκ ἐν τῷ αὐξομένῳ. εἰ οὖν ἐν ἄλλῳ εἴη ἡ τῆς αὐξήσεως ὕλη, ἥτις καὶ δυνάμει σῶμα ὑπόκειται, ἀνάγκη πάλιν ἤτοι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε πάθος ἐν αὐτῷ εἶναι μηδὲ συντελοῦσαν αὐτῷ τι πρὸς τὸ εἶναι, ἢ οὖσαν ἐκείνου μέρος ἢ ἁπλῶς τι. εἰ μὲν οὖν ἔν τινι ἐνεργείᾳ ὄντι φαίη τις αὐτὴν ὑπάρχειν μηδὲν οὖσαν τῆς ἐκείνου οὐσίας τοῦ ἐν ᾧ ἐστιν, οἷον ὡς ἐν ἀγγείῳ περιεχομένην, συμβήσεται ἐκκρινομένης ταύτης τοῦ ἐν ᾧ ἐστι γίνεσθαι τὸ γινόμενον ἐξ αὐτῆς, κατὰ μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ὡς εἴ τις φαίη ἐξ ὕδατος ἀέρα γίνεσθαι οὐ μεταβάλλοντος τοῦ ὕδατος, ἀλλ’ ὕλης τινὸς ἐκ τοῦ ὕδατος ἐκκρινομένης ἣν περιεῖχεν ἐν ἑαυτῷ ὡς ἐν ἀγγείῳ τὸ ὕδωρ. κατὰ δὲ τοῦτον τὸν λόγον τὸν οὕτω φάσκοντα ἔν τινι τὴν ὕλην εἶναι, μὴ οὖσαν ἐνεργείᾳ σῶμα μηδὲ συμπληροῦσαν τὸ ἐν ᾧ ἐστι μηδὲ μέρος τι αὐτοῦ οὖσαν μηδὲ τόπον τινὰ τοῦ ὅλου ἀποτεμομένην, οὐδὲν κωλύει καὶ δευτέραν ἐν τῷ αὐτῷ οὕτως ὕλην ὑποτίθεσθαι καὶ πάλιν ἄλλην καὶ ἄλλην, καὶ οὕτως ἐπ’ ἄπειρον. εἰ δὲ μηδὲν κωλύει ἀπείρους ἐν τῷ αὐτῷ ὕλας ὑποθέσθαι, ἔσται ἐν τῷ αὐτῷ ἄπειρα κατ’ ἐνέργειαν, ὅπερ παντάπασιν ἀδύνατον. καὶ τὸ κενὸν δὲ οὐδὲν ἧττον ἐκ ταύτης τῆς ὑποθέσεως εἰσαχθήσεται. τὸ γὰρ ἐκ τῆς ὕλης προστεθὲν τῷ αὐξομένῳ σῶμα τόπον δηλονότι κατείληφε· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστίν. οὗτος οὖν δῆλον ὅτι κενὸς ἦν πρότερον, εἰ μή τις ὑπόθοιτο ὥσπερ ἐκ τοῦ δυνάμει σώματος εἰς τὸ ἐνεργείᾳ σῶμα μεταβάλλειν τὴν ὕλην, οὕτως καὶ ἐκ τοῦ ἐνεργείᾳ σώματος φθειρομένου εἰς τὸ δυνάμει σῶμα μεταβολὴν γίνεσθαι. ἀλλ’ οὐχ ὁρᾶται οὐδεμία μεταβολή, οὔτε ἐκ μὴ σώματος γινομένη οὔτε εἰς μὴ σῶμα. ἀλλ’ οὐδ’ ὁρᾶται τὰ γινόμενα οὕτως ἐξ ἀλλήλων γινόμενα ὡς ὑπομένειν ἐκεῖνο ἀπαθὲς ἐξ οὗ ἡ τοῦ γινομένου ὕλη ἐκκρίνεται, ἀλλ’ ὅλου ἐκείνου μεταβάλλοντος καὶ ἐπὶ γενέσεως καὶ αὐξήσεως. οὐδὲ γὰρ ὑπομένοντος τοῦ ὕδατος ὁ ἀὴρ ἐξ αὐτοῦ γίνεται, ἀλλ’ ὅλου φθειρομένου, οὐδ’ ὁ ἄρτος μένει ἐν τῇ ἐξ αὐτοῦ τῶν σωμάτων τῶν ἡμετέρων αὐξήσει, οὐδὲ τοῦ ὕδατος τοῦ τρέφοντος τὰ φυτὰ καὶ αὔξοντος ὑπομένοντος αὔξεται ἐκεῖνα. ἀδύνατον ἄρα οὕτως εἶναι ἔν τινι τὸ αὖξον ὡς μηδὲν αὐτοῦ εἶναι κατ’ ἐνέργειαν. λείπεται ἄρα μέρος εἶναι τοῦ ἐν ᾧ ἐστι τὸ αὖξον, ἐξ οὗ ἀποτεμνόμενον καὶ προσκρινόμενον τῷ αὐξομένῳ, οὕτως αὐτὸ αὔξειν. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἔσται σῶμα καὶ μέγεθος τὸ ὑποκείμενον τῇ κατὰ αὔξησιν μεταβολῇ, ὅπερ ἔδει δεῖξαι ἐξ ἀρχῆς ἀληθὲς ὑπάρχον. εἰ δέ τις φαίη ἔν τινι αὐτὴν εἶναι, μήτε ὡς κεχωρισμένην καὶ μηδὲν οὖσαν ἐκείνου μήτε μέρος σωματικὸν ὑπάρχουσαν, ἀλλ’ οἷόν ἐστιν ἡ ἀνείδεος ὕλη τοῦ ἐνεργείᾳ σώματος καὶ εἰδοπεποιημένου (καὶ αὕτη γὰρ δυνάμει μέν ἐστι σῶμα καὶ μέγεθος καὶ ἐνεργείᾳ δὲ ἀσώματος, ἐν τῷ κατ’ ἐνέργειαν σώματι τὸ εἶναι ἔχουσα ὡς ὑποκείμενον αὐτοῦ καὶ ὕλη), εἰ τοῦτό τις λέγοι,1 γινωσκέτω ὡς οὐκ αὐξήσεως ὕλην εὗρεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς. διαφέρει δὲ γένεσις αὐξήσεως, καθὼς προείρηται. ἡ μὲν γὰρ ὕλη τῆς γενέσεως ἡ ὄντως ἐστὶν ὕλη ἡ ἀνείδεος καὶ ἀμεγέθης, ἡ δὲ τῆς αὐξήσεως τὸ πεποσωμένον σῶμα. ὅθεν ἐπὶ μὲν γενέσεως ἐνδέχεται τὴν αὐτὴν ὕλην καὶ ἐλάττονι καὶ μείζονι ὄγκῳ ὑποκεῖσθαι (τὸ γὰρ ξεστιαῖον ὕδωρ φθειρόμενον πολλαπλασίονα τῷ ὄγκῳ ποιεῖ ἀέρα), ἐπὶ δὲ αὐξήσεως οἷος ἂν ᾖ ὁ τοῦ προστιθεμένου2 ἐκ τῆς τροφῆς μετὰ τὴν ἀναπλήρωσιν τοῦ διαφορηθέντος, τοσοῦτο μέγεθος ἀνάγκη καὶ τὸ αὐξόμενον αὔξεσθαι. γίνεται μὲν γὰρ καὶ ἐπὶ τῆς αὐξήσεως γένεσις πρότερον, ὡς ὅταν τὴν τροφὴν τὴν ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν δεξάμενον τὸ ἧπαρ αἷμα ποιήσῃ, ἀλλὰ τὸ γενόμενον ἤδη αἷμα προσκριθὲν μετὰ τοσοῦδε ὄγκου τοῖς μορίοις καὶ προσφυὲν αὐτοῖς καὶ ἐξομοιωθὲν τῇ προσθήκῃ αὑτοῦ τὴν αὔξησιν ἐργάζεται. ὥστε πάντως πεποσῶσθαι δεῖ τὴν τῆς αὐξήσεως ὕλην, κἂν προϋπάρχῃ αὐτῆς ἡ γένεσις.

而对于这个“存在于某物之中”,没有必要将其区分为存在于增长之物自身之中和存在于另一物之中;因为公认的共识是,增长之物是通过某种从外部接近的东西而增长的;所以它是存在于另一物之中,而非存在于增长之物自身之中。因此,如果增长的质料——它本身也被假定为潜在是物体——存在于另一物之中,那么再次必然的是:它要么作为不属于其所在之物的任何东西、既非部分亦非受动状态、对其存在毫无贡献而存在于其中,要么作为其部分或径直作为它的某种东西存在。那么,如果有人主张它存在于某一现实存在之物中,却不属于其所在之物的实体,例如像在容器中那样被包容,那么其结果将是:当它从其所在之物中分泌出来时,由它生成之物便生成出来,而其所在之物却毫无变化;正如有人若是主张空气从水中生成并非由于水发生了变化,而是由于某种水像在容器中一样包容在自身之内的质料从水中分泌出来一样。但是根据这种声称质料以这种方式存在于某物之中、在现实上既非物体、也不充实其所在之物、亦非其任何部分、也不切取整体的任何空间的说法,就没有任何东西阻止以同样方式在同一种事物中设定第二个质料,然后再设定另一个又一个,如此以至无穷。而如果没有任何东西阻止在同一物中设定无限多的质料,那么在同一物中就将在现实上存在无限多的东西,这是完全不可能的。而且从这一假设中,虚空同样将被引入。因为从质料中生成并添加到增长之物上的物体显然占据了空间;因为一切物体都在空间之中。因此显然,这个空间在此之前是虚空的,除非有人假设,就像质料从潜在的物体转变为现实的物体一样,当现实的物体毁灭时也会发生向潜在物体的转变。但是人们看不到任何从非物体发生或向非物体发生的变化。而且人们也看不到生成之物从彼此中生成时,生成之物的质料由之分泌出来的那个原物会保持不受影响;相反,无论在生成中还是在增长中,都是那整个原物发生了变化。因为空气从水中生成并不是在水保持不变时发生的,而是在整体毁灭时发生的;面包在我们的身体由之而来的增长中也不会留存;滋养植物并使之增长的水在保持存续时植物也不会增长。因此,增长的引发者绝不可能以在现实上并非属于它的任何东西的方式存在于某物之中。于是剩下的可能就是:增长的引发者是其所在之物的一个部分,它从那里被分割出来并结合到增长之物上,从而使之增长。如果是这样,在增长的变化中承载底层的,就将在现实上是物体和大小,而这正是从一开始就应当证明为真实存在的事情。但是,如果有人说它是存在于某物之中,既不是作为分离且不属于它的东西,也不是作为物体的部分而存在,而是如同现实物体即被赋予形相的物体的无形相质料那样(因为这种质料在潜在上也是物体和大小,而在现实上是非物体,在现实物体中作为其底层和质料而具有其存在)——如果有人这样说,他就应当知道,他所发现的并不是增长的质料,而是生成与毁灭的质料。而正如前文所说,生成不同于增长。因为生成的质料是真正的质料,即无形相且无大小的质料,而增长的质料则是被赋予数量的物体。因此在生成中,同一质料有可能承载较小的体积,也有可能承载较大的体积(因为一品脱的水毁灭时会产生在体积上大数倍的空气),但在增长中,在散逸之物得到补充之后,从食物中添加之物的体积是怎样的,增长之物就必然相应地增长那么大的大小。因为在增长中预先也会发生生成,例如肝脏接收了在胃中乳糜化的食物将其制成血液时就是如此;但是已经生成的血液以如此大的体积结合到各个部位上,并紧贴其上且同化为一体,通过自身的添加而实现了增长。因此,即使增长质料的生成预先存在,它也必须全然被赋予数量。

语法注2 条
  1. 1.118εἰ δέ τις φαίη ... εἰ τοῦτό τις λέγοι

    由 εἰ δέ τις φαίη 引入的条件句因中间插入的长解释句(καὶ αὕτη γὰρ...)而被隔断,因而在主句祈使动词 γινωσκέτω 出现之前由 εἰ τοῦτό τις λέγοι 作了复述再开(resumptive)。

  2. 1.118οἷος ἂν ᾖ ὁ τοῦ προστιθεμένου

    在关系代词 οἷος 和定冠词 ὁ 之后省略了名词 ὄγκος(体积)。从紧接的前文语境(ἐλάττονι καὶ μείζονι ὄγκῳ)中可以补出该被修饰词,结构理解为“添加之物的体积是怎样的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:74.6-75.24